# Epistulae ad Olympiadem (epist. 1-17) 17.3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17), Letter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-ad-olympiadem-epist-1-17/17.3.1

Ἀλλὰ μὴ νόμιζέ σοι τοῦτο ἀπολογίαν εἶναι εἰς τὸ καὶ αὐτῆς ἐπιθυμεῖν τελευτῆς, εἰ ἐκεῖνος ἐπεθύμει θανάτου τὰς ὀδύνας οὐ φέρων. Ἐννόησον γὰρ πότε ἐκεῖνος ἐπεθύμει καὶ πῶς τῶν πραγμάτων διακειμένων, οὐ νόμου δοθέντος, οὐ προφητῶν φανέντων, οὐ τῆς χάριτος οὕτως ἐκχυθείσης οὐδὲ ἄλλης φιλοσοφίας μετασχών. Ὅτι γὰρ ἡμεῖς τῶν τότε πολιτευομένων πλείονα ἀπαιτούμεθα καὶ μείζονα ἡμῖν κεῖται τὰ σκάμματα, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Μὴ τοίνυν τὸ εὔχεσθαι νῦν τελευτὴν ἀπηλλάχθαι ἐγκλήματος νόμιζε, ἀλλ' ἄκουε τῆς τοῦ Παύλου φωνῆς τῆς λεγούσης· «Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς.» Ὅσῳ γὰρ ἂν ἐπιτείνηται τὰ τῆς θλίψεως, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν στεφάνων· ὅσῳ ἂν πυρωθῇ τὸ χρυσίον, τοσούτῳ καθαρώτερον γίνεται· ὅσῳ μακρότερον ἂν πλεύσῃ πέλαγος ἔμπορος, τοσούτῳ πλείονα συνάγει τὰ φορτία. Μὴ τοίνυν νομίσῃς μικρόν σοι προκεῖσθαι νῦν ἆθλον, ἀλλὰ πάντων ὧν ὑπομεμένηκας τὸν ὑψηλότερον τὸν ἐπὶ τῇ τοῦ σώματος ἀρρωστίᾳ λέγω. Καὶ γὰρ καὶ τῷ Λαζάρῳ—εἰ γὰρ καὶ πολλάκις τοῦτο εἴρηκα πρὸς σέ, οὐδὲν κωλύει καὶ νῦν εἰπεῖν—, ἤρκεσε τοῦτο εἰς σωτηρίαν· καὶ τοῦ κοινὴν τὴν οἰκίαν τοῖς παριοῦσι κεκτημένου καὶ μετανάστου συνεχῶς γινομένου διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καὶ τὸν υἱὸν κατασφάξαντος τὸν γνήσιον, τὸν μονογενῆ, τὸν ἐν ἐσχάτῳ γήρᾳ δοθέντα, ὁ μηδὲν τούτων πεποιηκὼς εἰς τοὺς κόλπους ἀπῄει, ἐπειδὴ ἤνεγκεν εὐκόλως πενίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν προστησομένων ἐρημίαν. Τοσοῦτον γάρ ἐστιν ἀγαθὸν τοῦτο τοῖς γενναίως φέρουσι ὅτι κἂν τὰ μέγιστα ἡμαρτηκότα τινὰ εὕρῃ, ἀπαλλάττει τοῦ βαρυτάτου τῶν ἁμαρτημάτων φορτίου· κἂν κατωρθωκότα καὶ δίκαιον ὄντα, οὐ μικρᾶς ἀλλὰ καὶ σφόδρα μεγίστης παρρησίας γίνεται προσθήκη. Καὶ γὰρ καὶ στέφανός ἐστι λαμπρὸς ἐπὶ τῶν δικαίων, καὶ ὑπὲρ τὸν ἥλιον μεθ' ὑπερβολῆς λάμπων, καὶ καθάρσιον μέγιστον ἐπὶ τῶν ἡμαρτηκότων. Διά τοι τοῦτο τὸν διορύξαντα γάμον πατρῷον καὶ τὴν εὐνὴν διαφθείραντα τὴν ἐκείνου εἰς ὄλεθρον τῆς σαρκὸς παραδίδωσιν ὁ Παῦλος, τούτῳ καθαίρων αὐτὸν τῷ τρόπῳ. Ὅτι γὰρ καθάρσιον τὸ γινόμενον ἦν τῆς τοσαύτης κηλῖδος, ἄκουσον αὐτοῦ λέγοντος· «Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ ἑτέροις δὲ ἐγκαλῶν φρικωδεστάτην ἑτέραν ἁμαρτίαν τοῖς τῆς ἱερᾶς τραπέζης ἀναξίως ἀπολαύουσι καὶ τῶν ἀπορρήτων μυστηρίων ἐκείνων καὶ εἰπὼν ὅτι ὁ τοιοῦτος «ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου», ὅρα πῶς φησι καὶ αὐτοὺς καθαίρεσθαι τῆς χαλεπῆς ταύτης κηλῖδος οὕτω λέγων· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι.» Εἶτα δεικνὺς ὅτι οὐ μέχρι τῆς τιμωρίας ταύτης στήσεται τὰ ἐκείνων, ἀλλ' ἔσται τι κέρδος ἀπὸ τοῦ πράγματος τὸ τῶν εὐθυνῶν τῶν ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ ἀπαλλαγῆναι ἐπήγαγεν· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Νῦν δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Ὅτι δὲ καὶ οἱ τὰ μεγάλα κατωρθωκότες ἐντεῦθεν πολλὰ κερδαίνουσιν, ἀπό τε τοῦ Ἰὼβ δῆλον μειζόνως ἐντεῦθεν λάμψαντος, ἀπό τε τοῦ Τιμοθέου ὃς οὕτω καλὸς ὢν καὶ τοιαύτην διακονίαν ἐγκεχειρισμένος καὶ συμπεριιπτάμενος Παύλῳ τὴν οἰκουμένην, οὐ δύο καὶ τρεῖς ἡμέρας, οὐδὲ δέκα καὶ εἴκοσι καὶ ἑκατόν, ἀλλὰ πολλὰς καὶ συνεχεῖς ἐν ἀρρωστίᾳ ἔζη, τοῦ σώματος αὐτῷ μετὰ πολλῆς τῆς σφοδρότητος ἐξησθενημένου. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· «Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.» Καὶ οὐ διώρθωσεν αὐτοῦ τὴν ἀσθένειαν ὁ νεκροὺς ἐγείρων, ἀλλ' ἀφῆκεν εἶναι ἐν τῇ καμίνῳ τῆς νόσου, ὥστε μέγιστον αὐτῷ καὶ ἐντεῦθεν συναχθῆναι παρρησίας πλοῦτον. Ὧν γὰρ αὐτὸς ἀπολέλαυκε παρὰ τοῦ Δεσπότου, καὶ ἅπερ ἐπαιδεύθη παρ' ἐκείνου, ταῦτα καὶ τὸν μαθητὴν ἐδίδασκεν. Εἰ γὰρ καὶ μὴ ἀρρωστίᾳ περιέπιπτεν, ἀλλ' ἀρρωστίας οὐκ ἔλαττον πειρασμοῖς αὐτὸν κολαφίζουσι καὶ πολλὴν ὀδύνην ἐπιφέρουσι τῇ σαρκί. «Ἐδόθη γάρ μοι, φησί, σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ», τὰς πληγὰς λέγων, τὰ δεσμά, τὰς ἁλύσεις, τὰ δεσμωτήρια, τὸ ἄγεσθαι, σπαράττεσθαι, κατατείνεσθαι, προτείνεσθαι μάστιξιν ὑπὸ δημίων πολλάκις. Διὸ καὶ μὴ φέρων τὰς ὀδύνας τὰς ἐντεῦθεν τῇ σαρκὶ προσγινομένας ἔλεγεν· «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα—τρὶς ἐνταῦθα τὸ πολλάκις λέγων —ὥστε ἐλευθερωθῆναι τοῦ σκόλοπος τούτου.» Εἶτα ἐπειδὴ οὐκ ἐπέτυχε, μαθὼν τοῦ πράγματος τὸ κέρδος καὶ ἡσύχασε καὶ ἥσθη τοῖς γινομένοις. Καὶ σὺ τοίνυν κἂν οἴκοι μένῃς καὶ τῇ κλίνῃ προσηλωμένη ἦς, μὴ νόμιζε ἀργὸν βίον ζῇν· τῶν γὰρ ὑπὸ δημίων ἑλκομένων, σπαραττομένων, τεινομένων, τῶν τὰ ἔσχατα πασχόντων χαλεπώτερα ὑπομένεις δήμιον διηνεκῆ καὶ σύνοικον ἔχουσα, τῆς ἀρρωστίας ταύτης τὴν ὑπερβολήν. Μὴ τοίνυν μήτε τελευτῆς ἐπιθύμει νῦν, μήτε ἀμέλει θεραπείας· οὐδὲ γὰρ τοῦτο ἀσφαλές. Διὰ τοῦτο καὶ Τιμοθέῳ παραινεῖ σφόδρα ἐπιμελεῖσθαι ἑαυτοῦ ὁ Παῦλος. Τῆς μὲν οὖν ἀρρωστίας ἕνεκεν ἀρκεῖ ταῦτα εἰπεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg088.local001/.
