Ancient Greek · ~12 min
Letter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 8.2.1
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἱστορίαν σοι διηγήσομαι παλαιάν. Κορίνθιός τις ἀνὴρ τῶν ἱερῶν ἀπολαύσας ναμάτων καὶ καθαρθεὶς διὰ τῆς τοῦ βαπτίσματος μυσταγωγίας καὶ τῆς φρικωδεστάτης μετασχὼν τραπέζης καὶ πάντων ἁπαξαπλῶς τῶν παρ' ἡμῖν κοινωνήσας μυστηρίων—πολλοὶ δέ φασιν ὅτι καὶ διδασκάλου τάξιν ἐπεῖχε—, μετὰ τὴν ἱερὰν ταύτην τελετὴν καὶ τὸ πάντων ἐντὸς γενέσθαι τῶν ἀπορρήτων ἀγαθῶν καὶ τὰ πρωτεῖα ἔχειν ἐπὶ τῆς Ἐκκλησίας, ἥμαρτεν ἁμαρτίαν χαλεπωτάτην. Τὴν γὰρ γυναῖκα τοῦ πατρὸς ἀδίκοις ἰδὼν ὀφθαλμοῖς, οὐκ ἔστη μέχρι τῆς πονηρᾶς ταύτης ἐπιθυμίας, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἀκόλαστον γνώμην ἐξήγαγε· καὶ ἦν τὸ τολμηθὲν οὐχὶ πορνεία μόνον, ἀλλὰ καὶ μοιχεία, μᾶλλον δὲ καὶ μοιχείας πολλῷ χαλεπώτερον. Διὰ δὴ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀκούσας καὶ οὐκ ἔχων ὄνομα ἐπιθεῖναι πρὸς ἀξίαν τῷ ἁμαρτήματι κύριον, ἑτέρως ἐμφαίνει τὸν ὄγκον τῆς παρανομίας, οὑτωσὶ λέγων· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία καὶ τοιαύτη πορνεία οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Οὐκ εἶπεν «οὐδὲ τολμᾶται», ἀλλ' «οὐδὲ ὀνομάζεται», τὴν ὑπερβολὴν δεῖξαι θέλων τῆς παρανομίας ἐκείνης. Καὶ παραδίδωσιν αὐτὸν τῷ διαβόλῳ καὶ πάσης ἐκτέμνει τῆς Ἐκκλησίας καὶ οὐδὲ τραπέζης κοινῆς ἀφίησιν αὐτόν τινι κοινωνεῖν. Τῷ γὰρ τοιούτῳ μηδὲ συνεσθίειν δεῖν φησι καὶ πολὺς πνεῖ τὴν ἐσχάτην αὐτὸν ἀπαιτῶν δίκην καὶ δημίῳ πρὸς τοῦτο κεχρημένος τῷ Σατανᾷ καὶ κατακόπτων αὐτοῦ δι' ἐκείνου τὴν σάρκα. Ἀλλ' ὅμως ὁ τῆς Ἐκκλησίας ἀποτεμὼν Παῦλος, ὁ μηδὲ τραπέζης κοινῆς ἀφείς τινι κοινωνεῖν, ὁ πάντας κελεύσας δι' ἐκεῖνον πενθεῖν—»Καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστέ, φησί, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας»—, ὁ πανταχόθεν αὐτὸν ὥσπερ λοιμόν τινα ἀπελαύνων, ὁ πάσης αὐτὸν ἀποκλείσας οἰκίας, ὁ τῷ Σατανᾷ παραδούς, ὁ τοσαύτην παρ' αὐτοῦ δίκην ἀπαιτῶν, ὅτε εἶδεν ἀλγήσαντα καὶ μεταγνόντα ἐφ' οἷς ἥμαρτε καὶ παλινῳδίαν διὰ τῶν ἔργων ᾄδοντα, οὕτως καὶ αὐτὸς μετετάξατο πάλιν ὡς ἐκείνοις οἷς ταῦτα ἐπέταξε, τὰ ἐναντία κελεῦσαι. Ὁ γὰρ εἰπών· «Ἐκκόψατε, ἀποστράφητε, πενθήσατε, καὶ λαμβανέτω αὐτὸν ὁ διάβολος», τί φησιν; «Κυρώσατε εἰς αὐτὸν ἀγάπην, μήπω τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος καὶ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Ὁρᾷς πῶς σατανικὸν τὸ ἀμέτρως ἀλγεῖν καὶ τῆς ἐκείνου παγίδος ἔργον, τὸ σωτήριον φάρμακον τῇ ἀμετρίᾳ ποιοῦντος δηλητήριον; Καὶ γὰρ γίνεται δηλητήριον κἀκείνῳ τὸν ἄνθρωπον παραδίδωσιν, ὅταν εἰς ἀμετρίαν ἐκπέσῃ· διὸ καὶ ἔλεγεν· «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ψώρας τὸ πρόβατον ἐμπέπληστο πολλῆς, ἠλλοτριώθη τῆς ἀγέλης, ἀπερράγη τῆς Ἐκκλησίας, ἀλλὰ διώρθωσε τὴν νόσον, γέγονε πρόβατον οἷον ἔμπροσθεν ἦν· τοιαύτη γὰρ τῆς μετανοίας ἡ δύναμις. Γέγονε λοιπὸν τῆς ποίμνης τῆς ἡμετέρας. Ὁλοκλήρως ἐπισπασώμεθα αὐτόν, ὑπτίαις ὑποδεξώμεθα ταῖς χερσί, περιλάβωμεν, περιπτυξώμεθα, ἑνώσωμεν ἡμῖν αὐτοῖς. Εἰ γὰρ μὴ βουληθείημεν τοῦτο ποιῆσαι, πλεονεκτεῖ λοιπὸν ἡμᾶς ὁ διάβολος οὐ τὸν αὐτοῦ λαμβάνων, ἀλλὰ τὸν ἡμέτερον γενόμενον ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας καὶ διὰ τῆς ἀμετρίας τῆς κατὰ τὴν ἀθυμίαν καταποντίζων καὶ αὐτοῦ λοιπὸν ποιῶν εἶναι. Διὸ καὶ ἐπήγαγεν· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν», ὅτι καὶ διὰ τῶν ὠφελούντων πολλάκις, ὅταν μὴ δεόντως ταῦτα γένηται, τοὺς μὴ προσέχοντας ὑποσκελίζειν εἴωθεν.