Ancient Greek
Letter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 8.5.1
Not analysed yet
Τὴν δὲ ἐπὶ τῆς τραπέζης καρτερίαν τε καὶ ἐγκράτειαν καὶ τὴν ἐν ταῖς νυξὶν εἴ τις βουληθείη διεξελθεῖν, πόσων δεήσεται λόγων; Μᾶλλον δὲ οὐδὲ εἴασας αὐτὴν ἐγκράτειαν καλεῖσθαι λοιπὸν οὐδὲ καρτερίαν ἐπὶ σοῦ, ἀλλ' ἕτερον ὄνομα ταύταις ἡμῖν ζητητέον ταῖς ἀρεταῖς πολλῷ μεῖζον. Καὶ γὰρ ἐγκρατεύεσθαι ἐκεῖνόν φαμεν καὶ καρτερεῖν τὸν ὑπό τινος ἐπιθυμίας ἐνοχλούμενον καὶ κρατοῦντα ταύτης. Σὺ δὲ οὐκ ἔχεις ὅτου κρατήσεις· πολλῇ γὰρ τῇ ῥύμῃ παρὰ τὴν ἀρχὴν πνεύσασα κατὰ τῆς σαρκὸς ἔσβεσας αὐτῆς τὰς ἐπιθυμίας ταύτας, οὐ χαλινώσασα τὸν ἵππον, ἀλλὰ συμποδίσασα καὶ χαμαὶ ῥίψασα καὶ ποιήσασα μένειν ἀκίνητον. Καὶ τότε μὲν ἐγκράτειαν κατορθώσασα, νῦν δὲ ἀπάθειαν λοιπόν. Οὐ γὰρ διενοχλεῖ τρυφῆς ἐπιθυμία καὶ πόνον ἔχεις ὥστε αὐτῆς κρατῆσαι· ἀλλὰ καθάπαξ αὐτὴν ἀφανίσασα καὶ ἄβατον αὐτῇ τὴν σάρκα ποιήσασα, τοσοῦτον ἀπολαύειν σίτου καὶ ποτοῦ τὴν γαστέρα ἐπαίδευσας ὅσον μὴ ἀποθανεῖν καὶ δίκην δοῦναι. Διά τοι τοῦτο οὐ νηστείαν οὐδὲ ἐγκράτειαν τοῦτο καλῶ, ἀλλ' ἕτερόν τι τούτου μεῖζον. Τοῦτο καὶ ἐπὶ τῆς ἀγρυπνίας σου τῆς ἱερᾶς ἔστιν ἰδεῖν· καὶ γὰρ ἡ τοῦ καθεύδειν ἐπιθυμία, ἐκείνης σβεσθείσης, συγκατεσβέσθη· τροφὴ γὰρ ὕπνου σιτία. Καὶ ἑτέρῳ δὲ αὐτὴν κατέλυσας τρόπῳ ἐξ ἀρχῆς μὲν καὶ αὐτὴν βιασαμένη τὴν φύσιν καὶ ὁλοκλήρους νύκτας ἀΰπνους διάγουσα, ὕστερον δὲ τῇ συνεχεῖ συνηθείᾳ καὶ εἰς φύσιν ἀγαγοῦσα τὸ πρᾶγμα. Ὥσπερ γὰρ τοῖς ἄλλοις κατὰ φύσιν τὸ καθεύδειν, οὕτω σοὶ τὸ ἐγρηγορέναι. Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἐκπλήξεως γέμοντα, καὶ καθ' ἑαυτά. Εἰ δέ τις καὶ τὸν καιρὸν ἐξετάσειεν ὅτι ἐν ἀώρῳ ἡλικίᾳ ταῦτα κατωρθοῦτο καὶ τὴν ἐρημίαν τῶν διδαξόντων καὶ τὸ πλῆθος τῶν σκανδαλιζόντων καὶ ὅτι ἐν ψυχῇ ἐξ ἀσεβοῦς οἴκου νῦν αὐτομολησάσῃ πρὸς τὴν ἀλήθειαν καὶ ὅτι ἐν σώματι γυναικείῳ τε καὶ ἄλλως ἁπαλῷ διὰ τὴν τῶν προγόνων περιφάνειαν καὶ τρυφήν, πόσα πελάγη θαυμάτων εὑρήσει καθ' ἕκαστον τούτων ἀνοιγόμενα; Διά τοι τοῦτο τῶν ἄλλων οὐδὲ ἐπιμνησθήσομαι, τῆς ταπεινοφροσύνης, τῆς ἀγάπης, τῶν λοιπῶν ἀρετῶν τῆς ἁγίας σου ψυχῆς. Καὶ γὰρ μόνον ἐμνήσθην τούτων καὶ τὰς προσηγορίας εἶπον, μυρίας ἀνέβλυσέ μοι πάλιν ἡ διάνοια πηγὰς καὶ βιάζεται εἰπεῖν καὶ τούτων, ὡς τῆς προτέρας, κἂν ἐκ μέρους τὰ εἴδη, μᾶλλον δὲ τὰς ὑποθέσεις μόνον· ἐκεῖνο γὰρ ἄπειρον σφόδρα ἐπιζητεῖ λόγον. Ἀλλὰ οὐκ ἀνέξομαι ὥστε μὴ τῆς ὑποθέσεως ἐκπεσεῖν ἣν προειλόμην κατορθῶσαι, εἰς ἄπειρον ἐξενεχθεὶς πέλαγος. Ἐπεὶ εἰ μὴ τοῦτο προὔκειτό μοι νῦν τὸ πρόρριζον τὴν ἀθυμίαν ἀπὸ σοῦ ἀνασπάσαι, ἡδέως τούτοις ἐνδιέτριβον τοῖς λόγοις καὶ πέλαγος ἄπειρον ἔπλεον, μᾶλλον δὲ πελάγη, ἑκάστης σου ἀρετῆς τὰς πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς ὧν ἑκάστη ὁδὸς πέλαγος ἔτικτε πάλιν, κἂν τῇ ὑπομονῇ, κἂν τῇ ταπεινοφροσύνῃ καὶ ἐλεημοσύνῃ τῇ πολυειδεῖ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἁπλωθείσῃ, κἂν τῇ ἀγάπῃ τῇ μυρίας νικώσῃ καμίνους, κἂν τῇ συνέσει τῇ ἀπείρῳ καὶ πολλῆς γεμούσῃ χάριτος καὶ τὰ μέτρα τῆς φύσεως ὑπερβάσῃ. Τὰ δὲ κατορθώματα τὰ ἐντεῦθεν τεχθέντα εἴ τις βούλοιτο ἐπιέναι, ταὐτὸν ποιήσει οἷον εἴ τις καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν ἐπιχειροίη.