# Epistulae ad Olympiadem (epist. 1-17) 8.6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17), Letter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-ad-olympiadem-epist-1-17/8.6.1

Διὸ τὰ ἄπειρα ταῦτα παραδραμὼν πελάγη, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος δεῖξαι πειράσομαι, ὀλίγα ἅττα περὶ τῆς στολῆς σου διαλεχθείς, περὶ τῶν ἁπλῶς καὶ εἰκῇ σοι περικειμένων ἱματίων. Τῶν μὲν γὰρ ἄλλων ἔλαττον εἶναι δοκεῖ τὸ κατόρθωμα· εἰ δέ τις ἀκριβῶς αὐτὸ ἐξετάσειε, σφόδρα εὑρήσει μέγα τε ὑπάρχον καὶ φιλοσόφου δεόμενον ψυχῆς καὶ τὰ βιωτικὰ ἅπαντα καταπατούσης καὶ πρὸς αὐτὸν ἱπταμένης τὸν οὐρανόν. Διόπερ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ, ὅτε διὰ σκιᾶς καὶ τύπου τὸ τῶν ἀνθρώπων ὁ Θεὸς ἦγε γένος καὶ σωματικώτερον τὰ τῆς πολιτείας ἐρρυθμίζετο καὶ περὶ τῶν οὐρανίων οὐδεὶς οὐδέπω λόγος ἦν, οὐδὲ μελλόντων μνήμη, οὐδὲ τῆς νῦν κατεχούσης φιλοσοφίας αἴνιγμα, ἀλλὰ παχύτερόν πως καὶ σαρκικώτερον οἱ νόμοι τοῖς Ἑβραίοις ἐγράφοντο, μετὰ πολλῆς τῆς σφοδρότητος τὴν ἐν τοῖς ἱματίοις ἀπαγορεύων φιλοκοσμίαν, ταῦτα διὰ τοῦ προφήτου φησί· «Τάδε λέγει Κύριος ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών· ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες αὐτῶν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει Κύριος ἀρχούσας θυγατέρας Σιὼν καὶ ἀνακαλύψει τὸ σχῆμα αὐτῶν καὶ ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ ἔσται σοι ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, ἀντὶ δὲ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον.» Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Εἶδες ὀργὴν ἄφατον; Εἶδες κόλασιν καὶ τιμωρίαν σφοδροτάτην; Εἶδες αἰχμαλωσίαν ἐπιτεταμένην; Ἐκ τούτου στοχάζου τοῦ ἁμαρτήματος τὸ μέγεθος. Οὐ γὰρ ἂν σφοδροτάτην οὕτως ἐπήγαγε τιμωρίαν ὁ φιλάνθρωπός ποτε, μὴ τῆς ἁμαρτίας τῆς ἐπισπωμένης αὐτὴν πολὺ μείζονος οὔσης. Εἰ δὲ τὸ ἁμάρτημα μέγα, εὔδηλον ὅτι καὶ τὸ κατόρθωμα μέγιστον τὸ ἀπεναντίας ἑστηκὸς τούτῳ. Διά τοι τοῦτο καὶ βιωτικαῖς γυναιξὶ διαλεγόμενος ὁ Παῦλος, οὐ μόνον τοῦ χρυσοφορεῖν αὐτὰς ἀπάγει, ἀλλ' οὐδὲ ἱμάτια πολυτελῆ περικεῖσθαι ἀφίησιν. Οἶδε γάρ, οἶδε σαφῶς ὅτι χαλεπὸν τοῦτο ψυχῆς νόσημα καὶ δυσκαταγώνιστον καὶ γνώμης διεφθαρμένης δεῖγμα μέγιστόν ἐστι καὶ σφόδρα φιλοσόφου δεόμενον ψυχῆς. καὶ δηλοῦσιν οὐχ αἱ βιωτικαὶ γυναῖκες μόνον καὶ ἀνδράσιν ὁμιλήσασαι—ὧν οὐδεμία ῥᾳδίως ταύτης ἠνέσχετο τῆς παραινέσεως—, ἀλλὰ καὶ αἱ φιλοσοφεῖν δοκοῦσαι καὶ εἰς τὸν τῆς παρθενίας τελεῖν χορὸν λαχοῦσαι. Πολλαὶ γὰρ τούτων πρὸς τυραννίδα φύσεως ἀποδυσάμεναι καὶ καθαρῶς τὸν τῆς παρθενίας διανύουσαι δρόμον καὶ ἀγγελικὴν ἐν τούτῳ μιμούμεναι πολιτείαν καὶ ἐν θνητῷ σώματι τὰ τῆς ἀναστάσεως ἐπιδεικνύμεναι προοίμια—»ἐν γὰρ τῷ αἰῶνι ἐκείνῳ, φησίν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίσκονται»—καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις θέμεναι τὴν ἅμιλλαν καὶ πρὸς τὴν ἀφθαρσίαν ἐν φθαρτῷ σώματι φιλονεικοῦσαι καὶ ὃ πολλοῖς οὐδὲ ἀκοῦσαι φορητὸν διὰ τῶν ἔργων κατορθοῦσαι καὶ καθάπερ λυττῶντα κύνα καὶ συνεχῶς ἐπιπηδῶντα τὴν ἐπιθυμίαν διακρουόμεναι καὶ μαινομένην θάλασσαν καταστέλλουσαι καὶ ἐν ἀγρίοις κύμασι μετὰ γαλήνης πλέουσαι καὶ ταραττομένου σφοδρῶς τοῦ πελάγους ἐξ οὐρίας φερόμεναι καὶ ἐν καμίνῳ φυσικῆς ἐπιθυμίας ἑστῶσαι καὶ μὴ κατακαιόμεναι, ἀλλ' ὡς πηλὸν τοὺς ἄνθρακας τούτους καταπατοῦσαι, ὑπὸ τῆς ἐπιθυμίας ταύτης ἑάλωσαν αἰσχρῶς πάνυ καὶ ἐλεεινῶς καὶ τὰ μείζονα δυνηθεῖσαι ὑπὸ τούτου κατηγωνίσθησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg088.local001/.
