Ancient Greek
Letter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 8.9.1
Not analysed yet
Ἀλλὰ γὰρ ἔοικα ὑπὸ τοῦ ἔρωτος τοῦ ἀνδρὸς κατεχόμενος πορρωτέρω τῆς ὑποθέσεως ἐληλακέναι τῆς προκειμένης· διὸ ὀλίγα προσθεὶς ἅψομαι τῶν προκειμένων πάλιν. Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τοσαύτας ἀνάγκας φύσεως καταπατήσας, οὐκ ἐτόλμησεν οὐδὲ αὐτὸς εἰς τὸν ἀγῶνα τοῦτον καθεῖναι, ἀλλὰ καὶ γυναικὸς ἀπέλαυσε καὶ πατὴρ ἐγένετο παίδων τοσούτων. Τοσαύτη τῆς παρθενίας ἡ δυσκολία, οὕτως ὑψηλοὶ καὶ μεγάλοι αὐτῆς οἱ ἀγῶνες καὶ χαλεποὶ οἱ ἱδρῶτες καὶ πολλῆς δεόμενοι τῆς εὐτονίας. Ἀλλ' ὅμως πολλαὶ τῶν πρὸς τὸν ἀγῶνα τοῦτον ἀποδυσαμένων ἐκεῖνο οὐ κατηγωνίσαντο τὸ πάθος τὸ τοῦ καλλωπισμοῦ τῆς περιβολῆς τῶν ἱματίων, ἁλλ' ἑάλωσαν καὶ ἐχειρώθησαν καὶ βιωτικῶν γυναικῶν μᾶλλον. Μὴ γάρ μοι τοῦτο λέγε ὅτι χρυσίον οὐ περίκειται, οὐδὲ σηρικὰ καὶ χρυσόπαστα περιβέβληνται ἱμάτια, οὐδὲ περιδέραια λιθοκόλλητα ἔχουσι. Τὸ γὰρ χαλεπώτερον μάλιστα πάντων τοῦτό ἐστι καὶ ὃ μεθ' ὑπερβολῆς δείκνυσιν αὐτῶν τὸ νόσημα, καὶ τοῦ πάθους τὴν τυραννίδα, ὅτι ἴσχυσαν καὶ ἐφιλονείκησαν καὶ ἐβιάσαντο δι' εὐτελῶν ἱματίων ἐκείνων ὑπερακοντίσαι τὸν καλλωπισμὸν τῶν τὰ χρυσᾶ περικειμένων καὶ τὰ ἱμάτια τὰ σηρικὰ καὶ ἐπέραστοι μᾶλλον ἐντεῦθεν αὐτῶν φανῆναι, ὡς μὲν αὐταὶ νομίζουσιν, ἀδιάφορον μετιοῦσαι πρᾶγμα, ὡς δὲ ἡ τοῦ πράγματος φύσις δείκνυσιν, ὀλέθριον καὶ βλαβερὸν καὶ βαθὺ τὸ βάραθρον ἔχον. Διὸ μυρίοις στόμασιν ἀνακηρύττειν σε χρὴ ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὅ τι παρθένοις γέγονε δυσκαταγώνιστον, τοῦτο τῇ ἐν χηρείᾳ ζώσῃ οὕτω ῥᾴδιον καὶ εὔκολον, ὡς αὐτὴ τῶν πραγμάτων ἔδειξεν ἡ ἀλήθεια. Οὐδὲ γὰρ τὴν εὐτέλειαν θαυμάζω τῆς περιβολῆς μόνον τὴν ἄφατον καὶ αὐτοὺς τοὺς προσαιτοῦντας ὑπερακοντίζουσαν, ἀλλὰ καὶ τὸ ἀσχημάτιστον μάλιστα, τὸ ἀνεπιτήδευτον τῶν περιβλημάτων, τῶν ὑποδημάτων, τῆς βαδίσεως ἅπερ ἅπαντα χρώματά ἐστιν ἀρετῆς, τὴν ἐναποκειμένην τῇ ψυχῇ φιλοσοφίαν ἔξωθεν διαζωγραφοῦντα. «Στολισμὸς γὰρ ἀνδρός, φησίν, καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.» Εἰ γὰρ μὴ μεθ' ὑπερβολῆς τοὺς γεώδεις τῆς βιωτικῆς φαντασίας λογισμοὺς χαμαὶ ἔρριψας καὶ κατεπάτησας, οὐκ ἂν εἰς τοσοῦτον ἐξεπήδησας ὑπεροψίας αὐτῶν, οὐκ ἂν οὕτω κατὰ κράτος τὴν χαλεπωτάτην ἁμαρτίαν ταύτην ἐνίκησάς τε καὶ ἀπήλασας. Ἀλλὰ μηδεὶς ὑπερβολὴν καταγινωσκέτω τοῦ λόγου, εἰ χαλεπωτάτην ταύτην ἁμαρτίαν ἐκάλεσα. Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν καὶ Ἑβραίων γυναικῶν καὶ ἐν ἐκείνῳ τῷ καιρῷ τοσαύτην ἔφερε τὴν κόλασιν τὸ πλημμέλημα, ἐπὶ τῶν ὀφειλουσῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς καὶ ἀγγελικὸν μιμεῖσθαι βίον καὶ ἐν χάριτι πολιτευομένων, τίνα ἂν σχοίη συγγνώμην τὸ αὐτὸ τοῦτο τολμώμενον μετὰ πλείονος τῆς ὑπερβολῆς; Ὅταν γὰρ ἴδῃς παρθένον κατακλωμένην ἐν τοῖς ἱματίοις, σύρουσαν τοὺς χιτῶνας—ὅπερ ὁ προφήτης ἐνεκάλεσε—, διαθρυπτομένην ἐν τῇ βαδίσει, καὶ διὰ φωνῆς καὶ διὰ ὀμμάτων καὶ διὰ στολῆς τὸ δηλητήριον κεραννῦσαν ποτήριον τοῖς ἀκολάστως ὁρῶσι καὶ τὰ βάραθρα ἐπιπλεῖον ἀνασκάπτουσαν τοῖς παριοῦσι καὶ παγίδας τιθεῖσαν ἐντεῦθεν, πῶς ταύτην λοιπὸν προσερεῖς παρθένον, ἀλλ' οὐ μετὰ τῶν πορνευομένων αὐτὴν ἀριθμήσεις γυναικῶν; Οὐ γὰρ τοσοῦτον ἐκεῖναι δέλεαρ ὅσον αὗται γίνονται, πανταχόθεν ἀναπεταννῦσαι τῆς ἡδονῆς τὰ πτερά. Διὰ ταῦτά σε μακαρίζομεν, διὰ ταῦτά σε θαυμάζομεν, ὅτι πάντων ἀπαλλαγεῖσα τούτων καὶ ἐν τούτῳ τὴν νέκρωσιν ἐπεδείξω τῷ μέρει, οὐχ ὡραϊζομένη, ἀλλὰ νεανιευομένη, οὐ καλλωπιζομένη, ἀλλ' ὁπλιζομένη.