Ancient Greek
Letter 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 9.1.1
Not analysed yet
Τί θρηνεῖς; Τί κόπτεις σαυτὴν καὶ δίκας ἀπαιτεῖς ἃς οὐδὲ οἱ ἐχθροί σου ἀπαιτῆσαί σε ἴσχυσαν, οὕτως τῇ τυραννίδι τῆς ἀθυμίας ἐκδοῦσά σου τὴν ψυχήν; Τὰ γὰρ γράμματα ἃ διὰ Πατρικίου ἡμῖν διεπέμψω, ταῦτα ἐδήλωσέ σου τὰ τραύματα τῆς διανοίας. Διὸ καὶ σφόδρα ἀλγῶ καὶ ὀδυνῶμαι ὅτι ὀφείλουσα πάντα κινεῖν καὶ πραγματεύεσθαι ὥστε ἀπελαύνειν σου τῆς ψυχῆς τὴν ἀθυμίαν, περιέρχῃ συνάγουσα λογισμοὺς ὀδυνηροὺς καὶ τὰ μὴ ὄντα—τοῦτο γὰρ ἔφης—ἀναπλάττουσα καὶ καταξαίνουσα σαυτὴν εἰκῇ καὶ μάτην καὶ ἐπὶ βλάβῃ μεγίστῃ. Τί γάρ σε λυπεῖ ὅτι Κουκουσοῦ οὐκ ἴσχυσας ἡμᾶς μεταστῆσαι; Καίτοι γε τὸ σὸν μέρος μετέστησας πάντα κινήσασα καὶ πραγματευσαμένη. Εἰ δὲ εἰς τέλος τὸ ἔργον οὐκ ἦλθεν, οὐδὲ διὰ τοῦτο ἀλγεῖν δεῖ. Ἴσως γὰρ ἔδοξε τῷ Θεῷ μακροτέρους μοι τεθῆναι τῶν δρόμων τοὺς διαύλους ὥστε καὶ λαμπροτέρους γενέσθαι τοὺς στεφάνους. Τί τοίνυν ἀλγεῖς ὑπὲρ τούτων ἀφ' ὧν ἡμεῖς ἀνακηρυττόμεθα, δέον σε σκιρτᾶν διὰ ταῦτα καὶ χορεύειν καὶ στεφανοῦσθαι, ὅτι τοσούτου κατηξιώθημεν πράγματος σφόδρα ὑπερβαίνοντος ἡμῶν τὴν ἀξίαν; Ἀλλ' ἡ ἐρημία σε λυπεῖ τῶν ἐνταῦθα; Καὶ τί τῆς διατριβῆς τῆς ἐνταῦθα ἥδιον; Ἡσυχία, γαλήνη, ἀπραγμοσύνη πολλή, σώματος εὐρωστία. Εἰ γὰρ μήτε ἀγορὰν μήτε ὤνιον ἔχει ἡ πόλις, οὐδὲν τοῦτο πρὸς ἐμέ. Πάντα γάρ μοι καθάπερ ἐκ πηγῶν ἐπιρρεῖ. Καὶ γὰρ τὸν κύριόν μου τὸν ἐπίσκοπον τὸν ἐνταῦθα καὶ τὸν κύριόν μου Διόσκορον ἔχω ἔργον τοῦτο ποιουμένους διόλου, τὴν ἡμετέραν ἀνάπαυσιν. Ἐρεῖ δέ σοι καὶ ὁ καλὸς Πατρίκιος ὅπως διάγομεν ἐν εὐθυμίᾳ, ἐν εὐφροσύνῃ, ἐν θεραπείᾳ πολλῇ, τό γε εἰς τὴν διατριβὴν τὴν ἐνταῦθα ἧκον. Εἰ δὲ τὰ ἐν Καισαρείᾳ θρηνεῖς, καὶ τοῦτο ἀναξίως σου ποιεῖς. Καὶ γὰρ ἐκεῖ λαμπροὶ πάλιν ἐπλάκησαν ἡμῖν στέφανοι ὡς πάντας ἡμᾶς ἀνακηρύττειν, ἀναγορεύειν, θαυμάζειν, ἐκπλήττεσθαι ἐφ' οἷς κακῶς παθόντες ἐξεβλήθημεν. Ἀλλὰ ταῦτα μηδεὶς τέως εἰδέτω, εἰ καὶ πολλοὶ αὐτὰ διαθρυλοῦσιν. Ἐδήλωσε γάρ μοι ὁ κύριός μου Παιάνιος ὅτι οἱ πρεσβύτεροι αὐτοῦ τοῦ Φαρετρίου πάρεισιν αὐτόθι οἳ ἔφησαν ἡμῖν κοινωνεῖν καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τοὺς ἐναντίους, μηδὲ συγγίνεσθαι αὐτοῖς, μηδὲ κοινωνῆσαι. Ἵν' οὖν μὴ διαταράξωμεν αὐτούς, μηδεὶς ταῦτα εἰδέτω· καὶ γὰρ σφόδρα χαλεπὰ τὰ συμβάντα εἰς ἡμᾶς. Καὶ εἰ μηδὲν ἄλλο ἐπεπόνθειν δεινόν, ἤρκει τὰ ἐκεῖσε γενόμενα μυρία μοι προξενῆσαι βραβεῖα· οὕτως περὶ τῶν ἐσχάτων ἡμῖν ὁ κίνδυνος γέγονε. Παρακαλῶ δέ, ἀπόρρητα ἔστω παρά σοι καὶ ἐν βραχεῖ σοι αὐτὰ διηγήσομαι, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα εὐφρανῶ. Αὗται γάρ μου τῆς ἐμπορίας αἱ ὑποθέσεις, οὗτός μου ὁ πλοῦτος, αὕτη τῶν ἁμαρτημάτων μου ἡ δαπάνη, τὸ συνεχῶς διὰ τοιούτων ὁδεύειν πειρασμῶν, καὶ ἐπάγεσθαί μοι τούτους παρ' ὧν οὐδαμῶς προσεδόκησα. Ἐπειδὴ γὰρ ἐμέλλομεν ἐπιβαίνειν τῆς Καππαδοκῶν χώρας, ἀπαλλαγέντες τοῦ Γαλάτου, κἀκείνου δὲ σχεδὸν θάνατον ἡμῖν ἀπειλήσαντος, πολλοὶ κατὰ τὴν ὁδὸν ἡμῖν ἀπήντων λέγοντες ὅτι «Ὁ κύριος Φαρέτριος ἀναμένει σε καὶ πανταχοῦ μετέρχεται, μὴ ἀποτύχῃ τῆς συντυχίας σου, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται ὥστε σε ἰδεῖν καὶ περιπτύξασθαι καὶ πᾶσαν ἐπιδείξασθαι ἀγάπην· καὶ τὰ μοναστήρια ἀνδρῶν καὶ γυναικῶν ἐκίνησεν». Ἐγὼ δὲ ταῦτα ἀκούων τούτων μὲν οὐδὲν προσεδόκων, ἀλλὰ τἀναντία ἀνετύπουν παρ' ἐμαυτῷ· τῶν μέντοι ταῦτα ἀπαγγελλόντων οὐδενὶ τούτων οὐδὲν ἔλεγον.