# Expositiones in Psalmos 1.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-12

Ἐβουλόμην παρεῖναι νυνὶ Ἰουδαίους ἅπαντας καὶ Ἕλληνας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὸν ψαλμόν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι καὶ ἐν τοῖς δικαστηρίοις καὶ πανταχοῦ τότε μάλιστα ἀνύποπτος ἡ μαρτυρία τῶν πραγμάτων γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν αὕτη φέρηται. Ἵν' οὖν καὶ σήμερον τοῦτο συμβαίη, ἀπὸ τῆς Παλαιᾶς παρεχόμεθα τὴν μαρτυρίαν, ἵνα καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καταισχύνωνται· Ἰουδαῖοι μὲν, ἀναγινώσκοντες, καὶ οὐ γινώσκοντες· Ἕλληνες δὲ, ὁρῶντες παρὰ τῶν ἐχθρῶν τὰ βιβλία ἡμῖν φερόμενα. Οὐ γὰρ δήπου πεπλάσθαι παρ' ἡμῶν αὐτὰ δυνήσονται λέγειν, οὐχ ἡμῶν, ἀλλὰ τῶν τὸν Χριστὸν σταυρωσάντων τὰ βιβλία παρεχομένων ἡμῖν τὰ περὶ τῆς αὐτοῦ δυνάμεως διαλεγόμενα. Ἀλλ' εἴτε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσωμεν, καὶ τῆς ἑρμηνείας ἁψώμεθα. Εἰς γὰρ τὸν Χριστὸν ὁ ψαλμὸς οὗτος ἀναγέγραπται· διὸ καὶ, Εἰς τὸν ἀγαπητὸν, καὶ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων, τὴν προγραφὴν ἔχει. Ἀλλοίωσιν γὰρ μεγάλην ἡμῖν οὗτος εἰργάσατο, καὶ πραγμάτων μεταβολὴν καὶ μετάστασιν. Ταύτην τὴν ἀλλοίωσιν δηλῶν καὶ ὁ Παῦλος ἔλεγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Διὸ καὶ ἀρχόμενος οὐχ οὕτω φησίν· Εἶπεν ἡ καρδία μου. Ἐπειδὴ γὰρ οὐδὲν ἀνθρώπινον ἦν τῶν λεγομένων, ἀλλ' οὐράνια καὶ πνευματικὰ διηγεῖσθαι ἔμελλε, καὶ οὐκ ἐξ οἰκείας εὑρέσεως, ἀλλ' ἐκ θείας ἐνεργείας, τῷ ὀνόματι τῆς ἐρυγῆς τοῦτο παρίστησιν. Ἐρευγόμεθα γὰρ οὐχ ὅτε βουλόμεθα· τὸν μὲν γὰρ λόγον τοῦτον φθεγγόμεθα ὅτε θέλομεν, καὶ λέγομεν, καὶ κατέχομεν· τὴν δὲ ἐρυγὴν οὐχ ὁμοίως. Δεικνὺς τοίνυν ὅτι οὐκ ἀνθρωπίνης σπουδῆς ἐστι τὰ λεγόμενα, ἀλλὰ θείας ἐπιπνοίας τῆς κινούσης αὐτὸν, ἐρυγὴν τὴν προφητείαν ἐκάλεσεν. Ὥσπερ γὰρ ἐπὶ τῆς ἐρυγῆς, τῆς τῶν σιτίων ποιότητός ἐστι τὸ γινόμενον, οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας. Τοιαῦτα τοίνυν ἠρεύγετο, οἷα καὶ ἐσιτεῖτο. Ὅρα δὲ καὶ ἀλλαχοῦ ἕτερον προφήτην αἰσθητῇ εἰκόνι ταύτην παραβάλλοντα τὴν ἐνέργειαν, καὶ ἐσθίοντα τὴν κεφαλίδα τοῦ βιβλίου, καὶ μεθ' ἡδονῆς ἐσθίοντα. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ σώματί μου ὡς μέλι γλυκάζον. Ἐπεὶ οὖν ἐδέχοντο τὴν πνευματικὴν χάριν, τοιαῦτα καὶ ἠρεύγοντο. Ὅτι γὰρ οὐ περὶ ἐρυγῆς ὁ λόγος τῆς αἰσθητῆς ταύτης, οὐδὲ περὶ σιτίων, ἄκουσον τί ἐρεύγεται, καὶ τίς ἐστιν ὁ ἐρευγόμενος. Οὐχ ὁ στόμαχος ὁ τὰ σιτία δεχόμενος, ἀλλ' ἡ καρδία. Ἐξηρεύξατο γὰρ, φησὶν, ἡ καρδία μου. Καὶ τί ἐρεύγεται; Οὐ σῖτον, οὐδὲ ποτὸν, ἀλλὰ τὰ συγγενῆ τῇ τραπέζῃ, Λόγον ἀγαθὸν, τὸν περὶ τοῦ Μονογενοῦς· οὗτος γὰρ μάλιστα ἀγαθός. Ἦλθον γὰρ, φησὶν, οὐχ ἵνα κρίων τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Πάντα προσηνῆ, πάντα κολάσεως ἀπηλλαγμένα. Ἐρεύγεται δὲ τοιαῦτα, ἐπειδὴ τὴν καρδίαν αὐτοῦ ἐξεκάθαρεν. Ὥσπερ γὰρ ἡ γαστὴρ, ὅταν μὲν ῥυπαρῶν γέμῃ χυμῶν, συγγενῆ τούτοις ἐρεύγεται, ὅταν δ' ὑγιεινή τις οὖσα τυγχάνῃ, κατάλληλον ποιεῖται τὴν ἐρυγήν· οὕτω καὶ ἡ καρδία τοῦ Προφήτου, ἐπειδὴ ἁμαρτημάτων ἦν ἀπηλλαγμένη, Πνεύματος ἐδέξατο χάριν, καὶ λόγον ἐρεύγεται ἀγαθόν. Ἐντεῦθεν καὶ ἕτερόν τι μανθάνομεν, ὅτι οἱ προφῆται οὐχ ὡς οἱ μάντεις ἦσαν. Ἐκεῖ μὲν γὰρ ὁ δαίμων, ὅταν εἰς τὴν ψυχὴν ἐμπέσῃ, πηροῖ τὴν διάνοιαν, καὶ σκοτοῖ τὸν λογισμὸν, καὶ οὕτως ἅπαντα φθέγγονται, οὐδὲν τῶν λεγομένων ἐπισταμένης τῆς διανοίας αὐτῶν, ἀλλ' οἷον αὐλοῦ τινος ἀψύχου φθεγγομένου. Τοῦτο καί τις τῶν παρ' αὐτοῖς φιλοσόφων ἔφη, οὕτως εἰπών· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις λέγουσι μὲν πολλὰ, ἴσασι δὲ μηδὲν ὧν λέγουσιν. Ἀλλ' οὐ τὸ Πνεῦμα τὸ ἅγιον οὕτω ποιεῖ, ἀλλὰ καρδίαν ἀφίησιν εἰδέναι τὰ λεγόμενα. Εἰ γὰρ μὴ ᾔδει, πῶς ἔλεγεν, Λόγον ἀγαθόν; Ὁ μὲν γὰρ δαίμων, καθάπερ ἐχθρὸς καὶ πολέμιος, πολεμεῖ τῇ φύσει τῇ ἀνθρωπίνῃ· τὸ δὲ Πνεῦμα ἅγιον, καθάπερ κηδόμενον καὶ εὐεργετοῦν, κοινωνεῖν τῆς γνώμης τοὺς δεχομένους ποιεῖ, καὶ μετὰ τῆς ἐκείνων διανοίας ἀποκαλύπτει τὰ λεγόμενα. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἄλλος, Τὰ ποιήματά μου. Ἔργα ποῖά φησι; Τὴν προφητείαν. Καθάπερ γὰρ τοῦ χαλκέως ἔργον, τὸ σκέπαρνον ἐργάσασθαι, καὶ τοῦ οἰκοδόμου τὸ οἰκίαν ποιῆσαι, καὶ τοῦ ναυπηγοῦ τὸ ναῦν συγκολλῆσαι· οὕτω καὶ τοῦ προφήτου τὸ προφητείαν ὑφᾶναι. Ὅτι γὰρ καὶ τοῦτο ἔργον ἐστὶν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος περὶ τῶν ἀποστόλων· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Καὶ Παῦλος· Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Εἰ δὲ μὴ ἔργον ἦν, πῶς κόπον εἶχε; Τί γὰρ τοῦ ἔργου τούτου τιμιώτερον; τί δὲ χρησιμώτερον; Πασῶν τῶν τεχνῶν ἐστιν ἀνώτερον. Τί οὖν ἐστι τὸ ἔργον, ὃ λέγει τῷ βασιλεῖ; Τὸν ὕμνον τοῦτον, τὴν προφητείαν ταύτην. Καὶ οὐκ εἶπε ποίῳ βασιλεῖ, δηλῶν ὅτι τῷ Θεῷ τῶν ὅλων. Ὥσπερ γὰρ ὅταν λέγωμεν τὸν Περσῶν βασιλέα, οὐχ ἁπλῶς βασιλέα καλοῦμεν, ἀλλὰ τὸν τῶν Περσῶν προστίθεμεν, καὶ τὸν τῶν Ἀρμενίων ὁμοίως· ὅταν δὲ τὸν ἡμέτερον λέγωμεν, οὐ δεόμεθα προσθήκης, ἀλλ' ἀρκούμεθα τῷ εἰπεῖν βασιλέα· οὕτω καὶ ὁ Προφήτης, ἐπειδὴ περὶ τοῦ ὄντως βασιλέως ἔλεγεν, ἀρκεῖται τῷ εἰπεῖν, Βασιλεῖ. Ὥσπερ γὰρ παντοκράτορα εἰπόντες, οὐ δεόμεθα προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον παντοκράτορα· οὕτω βασιλέα λέγοντες, οὐ δεόμεθα ἑτέρας προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον βασιλέα Θεόν. Ἄλλως δὲ καὶ ὁ λέγων, βασιλεὺς ἦν. Ὅθεν δῆλον ὅτι οὐ περὶ ἀνθρώπου ἔλεγεν, ἀλλὰ περὶ τοῦ τῶν ὅλων Θεοῦ· διὰ τοῦτο οὐκ εἶπε, Βασιλεῖ, ἀλλὰ, Τῷ βασιλεῖ, τῇ προσθήκῃ τοῦ ἄρθρου τὴν κυριότητα παριστάς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
