Ancient Greek · ~17 min
ΕΙΣ ΤΟΝ Μϛʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-14
Not analysed yet
Τῆς αὐτῆς ὑποθέσεως καὶ οὗτος ὁ ψαλμὸς ἔχεται, νίκας λέγων καὶ τὰ τρόπαια τὰ κατὰ τῶν πολεμίων συμβεβηκότα, καὶ τὴν οἰκουμένην πᾶσαν καλῶν εἰς τὴν ὑπὲρ τῶν γεγενημένων εὐφημίαν. Ἀλλ' ἴσως τισὶν ἀνάξιον εἶναι δοκεῖ τῆς τοῦ θείου Πνεύματος παραινέσεως τὸ προοίμιον, καὶ ἡ τοιαύτη παρακέλευσις, κρότοι, καὶ πάταγοι, καὶ ὀλολυγαί. Οὐ γὰρ τοῖς ἐν τῷ σεμνῷ τούτῳ διδασκαλείῳ συνιοῦσι προσήκει ἴσως ταῦτα, ἐρεῖ τις, ἀλλὰ τοῖς μὲν ἐν σκηνῇ καὶ συμποσίοις ἠσχολημένοις, τὸ κροταλίζειν, καὶ ταῖς χερσὶ πατάσσειν· ἀνδράσι δὲ ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος παιδευομένοις ἡσυχία καὶ εὐταξία πρέπει. Τί τοίνυν βούλεται ὁ λόγος ἐμφῆναι, καὶ τίνα τὸν ἀλαλαγμὸν, καὶ τίνα τὸν κρότον φησί; Καὶ γὰρ καὶ σύνηθες τοῦτο τοῖς ἐν παρατάξει πολέμου καὶ μάχης ποιεῖν, ἀλαλάζειν λέγω, καὶ μέγα κροτεῖν πρὸς τὸ καταπλήττεσθαι τοὺς πολεμίους· γαληνιαίας δὲ ψυχῆς τοῦτο ἀλλότριον. Ὁ δὲ ψαλμὸς ἀμφότερα διακελεύεται, καὶ κροτεῖν, καὶ ἀλαλάζειν. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Οὐδὲν ἕτερον, ἀλλ' ἡδονὴν ἐνδείκνυται καὶ νίκης σύμβολον. Ἐπεὶ καὶ ἑτέρωθι ὁ Προφήτης τοὺς ποταμοὺς εἰσάγει κροτοῦντας· Ποταμοὶ, φησὶ, κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· ὁ δὲ Ἡσαΐας, καὶ δένδρα τοῦτο ποιοῦντα εἰσάγει, αὐτὸς δὲ οὗτος πάλιν, καὶ ὄρη σκιρτῶντα, καὶ βουνοὺς, οὐχ ἵνα τοῦτο νοήσωμεν, ὅτι τὰ ὄρη σκιρτᾷ, καὶ οἱ βουνοὶ, οὐδ' ἵνα ποταμοὺς κροτοῦντας, ἢ χεῖρας ἔχοντας (τοῦτο γὰρ ἐσχάτης ἀνοίας), ἀλλ' ἵνα τὴν ὑπερβολὴν τῆς ἡδονῆς μάθωμεν. Οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν ἰδεῖν. Καὶ διὰ τί μὴ εἶπε, Χάρητε, καὶ σκιρτήσατε, ἀλλὰ Κροτήσατε, καὶ, Ἀλαλάξατε; Τὴν μεθ' ὑπερβολῆς ἡμῖν ἡδονὴν ἐνδεικνύμενος. Ὥσπερ γὰρ Χριστὸς, ὅταν λέγῃ, Σὺ δὲ ὅταν νηστεύῃς ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, οὐκ ἀλοιφὴν κελεύει γενέσθαι (οὐδεὶς γὰρ ἡμῶν τοῦτο ποιεῖ), ἀλλὰ τὴν ἡδονὴν ἐνδείκνυσθαι, καὶ τὸ φαιδρὸν τῆς διανοίας (κελεύει γὰρ γεγηθότα νηστεύειν, μὴ σκυθρωπάζοντα), οὕτω δὴ καὶ ἐνταῦθα οὐ τοῦτο ἐπετάγημεν ὥστε κροτεῖν τὰς χεῖρας, ἀλλ' ἥδεσθαι, καὶ εὐφραίνεσθαι ψάλλοντες. Δικαίως δ' ἄν τις τὸν ψαλμὸν κατὰ ἀναγωγὴν μᾶλλον ἐκλάβοι, τῆς ἱστορίας ἀνώτερος γενόμενος. Εἰ γὰρ καὶ τὴν ἀρχὴν καὶ τὸ προοίμιον ἀπὸ τῶν αἰσθητῶν ἔχει, ἀλλ' ὅμως ἐπὶ τὰ νοητὰ χειραγωγεῖ τὸν ἀκροατήν. Ὅπερ γὰρ καὶ ἔμπροσθεν εἶπον, τοῦτο καὶ νῦν ἐρῶ· τὰ μὲν ὡς εἴρηται ἐκληπτέον, τὰ δὲ ἀπεναντίας τοῖς κειμένοις, οἷον ὡς ἔχει ἐπ' ἐκείνου· Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Οὐ γὰρ δὴ λύκους καὶ ἄρνας ἐκληψόμεθα, οὐδὲ ἄχυρα, καὶ βοῦν, καὶ ταῦρον, ἀλλὰ τὰ τῶν ἀνθρώπων ἤθη διὰ τῆς τῶν ἀλόγων εἰκόνος χαρακτηρίζομεν· τὰ δὲ κατὰ διπλῆν ἐκδοχὴν, τά τε αἰσθητὰ νοοῦντες, καὶ τὰ νοητὰ ἐκδεχόμενοι· ὥσπερ ἐπὶ τῆς ἀναγωγῆς τοῦ υἱοῦ τοῦ Ἀβραάμ. Ὅτι γὰρ ὁ υἱὸς ἀνηνέχθη ἴσμεν, καὶ ἕτερόν τι ἐγκεκρυμμένον τῷ νοήματι ἐκλέγομεν διὰ τοῦ υἱοῦ, τὸν σταυρόν. Καὶ ἐπὶ τοῦ προβάτου δὲ τοῦ ἐν Αἰγύπτῳ, πάλιν ὁμοίως τοῦ πάθους τὴν εἰκόνα χαρακτηρίζομεν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖν χρή. Οὐδὲ γὰρ περὶ Ἀράβων ἁπλῶς ὁ λόγος, καὶ τῶν γειτόνων, ἀλλὰ πάντα τὰ ἔθνη καλεῖ. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνίστησι τοίνυν ἐκ προοιμίων τὸν ἀκροατὴν, πρὸς τοσοῦτον ὄγκον Εὐαγγελίων καλῶν, καὶ πρὸς τὴν τῆς οἰκουμένης πανήγυριν, καὶ θείαν τινὰ καὶ πνευματικὴν ἑορτὴν, καὶ τὴν ἐκ τῶν οὐρανῶν κατενεχθεῖσαν μυσταγωγίαν. Διὰ δὴ τοῦτο, Κροτήσατε, φησί· τουτέστι, χάρητε, σκιρτήσατε. Καὶ γὰρ καὶ ὁ εὐαγγελικὸς λόγος τοῦτο παρακελεύεται λέγων, Σκιρτήσατε· οὐ πάντως παρακελευόμενος ἐξάλλεσθαι, καὶ πηδᾷν (τοῦτο γὰρ ἀνελεύθερον), ἀλλὰ τῆς χαρᾶς τὸ ἐπιτεταμένον δηλῶν. Καὶ γὰρ πολλῆς ἡδονῆς ἄξιον τὸ γινόμενον. Ὅσην γὰρ ὁ ἥλιος ἐφορᾷ γῆν, ὁ εὐαγγελικὸς λόγος ἐπέδραμε, καὶ πᾶσα ἐσώθη ἡ οἰκουμένη, καὶ τῆς λατρείας τῆς Ἰουδαϊκῆς οἱ πρὸ τούτου τῇ πλάνῃ κατεχόμενοι μείζονα ἐπεδείξαντο φιλοσοφίαν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. Τὰς μιαρὰς ἐκείνας πρὸ τούτου, φησὶν, τὰς ἐναγεῖς, τὰς αἵματι μολυνομένας καθ' ἑκάστην ἡμέραν διὰ τῶν ἀκαθάρτων θυσιῶν, δι' ὧν παῖδας ἐσφάξατε, καὶ τὰ αἰσχρὰ ἐτολμήσατε, καὶ κατὰ τῆς φύσεως αὐτῆς ἐχωρήσατε, διὰ τούτων κροτήσατε νῦν. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Διὰ τῆς γλώττης ἐκείνης, δι' ἧς ἐγεύσασθε τῶν ἐναγῶν, δι' ἧς τὰ βλάσφημα ἐξηνέγκατε ῥήματα, διὰ ταύτης ἀλαλάξατε τὴν ἐπινίκιον ᾠδήν. Καὶ γὰρ ἔθος τοῖς στρατοπέδοις, ὅταν κλίνῃ τῶν ἐναντίων τὸ στρατόπεδον, μηκέτι τῇ συστάδην κεχρῆσθαι μάχῃ, ἀλλ' ὁμοφώνῳ βοῇ καὶ ἀλαλαγμῷ τὰς ἤδη καταβληθείσας αὐτῶν κατασείειν ψυχάς· ὅπερ ἐστὶ νίκης λαμπρᾶς καὶ τροπαίου μέγιστον τεκμήριον, ὅταν μὴ χερσὶν ὁ πόλεμος κρίνηται, ἀλλ' ἡ βοὴ καὶ ἀντὶ χειρῶν, καὶ ἀντὶ ὅπλων ἀρκῇ.