# Expositiones in Psalmos 1.1-15

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ. ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-15

Καὶ ἐνταῦθα ἀπαλλαγὴν πολέμων, καὶ μάχης ἐλευθερίαν δηλοῖ. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀπὸ τῆς Βαβυλωνίων, καὶ τῆς μακρᾶς ἀπαλλαγέντες αἰχμαλωσίας, τὴν πατρῴαν ἀπέλαβον γῆν, καὶ πολλοὺς διέφυγον πολέμους, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ τούτων αἰτίῳ τῶν ἀγαθῶν, τούτους ᾄδουσι τοὺς ὕμνους, καί φασι· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Τὸ μὲν Μέγας, λέγουσι, τὸ δὲ πόσον, οὐκέτι· οὐδεὶς γὰρ τοῦτο ἐπίσταται· διὸ καὶ ἐπήγαγε· Καὶ αἰνετὸς σφόδρα. Τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Δοξάζειν αὐτὸν δεῖ, καὶ αἰνεῖν μόνον, καὶ τοῦτο μεθ' ὑπερβολῆς ἁπάσης· αἰνεῖν δὲ αὐτὸν, καὶ διὰ τὸ μέγεθος τῆς οὐσίας τὸ ἄπειρον τοῦτο καὶ ἀκατάληπτον, καὶ διὰ τὴν ὑπερβολὴν τῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς. Καὶ γὰρ ἠβουλήθη, καὶ ἴσχυσεν ἅπερ ἠβουλήθη. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Τί λέγεις; Ἐκεῖ συγκλείεις αὐτοῦ τὸν αἶνον, τοῦ μεγάλου, τοῦ αἰνετοῦ, ἐν τῇ πόλει καὶ ἐν τῷ ὄρει; Οὐ τοῦτο λέγω, φησὶν, ἀλλ' ὅτι ἡμεῖς πρὸ τῶν ἄλλων τοῦτο ἐπέγνωμεν. Ἢ διὰ τοῦτο οὖν εἶπε τὸ, Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἢ θέλων δηλῶσαι ὅτι διὰ τῶν εἰς αὐτὴν γινομένων θαυμάτων ἐδείχθη αὐτοῦ ἡ μεγαλωσύνη καὶ ἡ δόξα, ὅτι δὴ τοὺς αἰχμαλώτους, τοὺς ἀπεῤῥιμμένους, τοὺς εὐκαταφρονήτους, τοὺς καθάπερ ἐν τάφῳ τῇ πολεμίᾳ κατεχομένους γῇ, τούτους ἀθρόον οὕτως ἐκλάμψαι παρεσκεύασεν, ὡς τῶν κρατησάντων περιγενέσθαι, καὶ ἐπανελθεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν ἐπαναγαγεῖν, καὶ τὸ παλαιὸν τῆς πατρίδος ἀποδοῦναι σχῆμα. Δείκνυσι μὲν γὰρ αὐτὸν, φησὶ, καὶ τὸ μέγεθος τῶν κτισμάτων τῶν ὁρωμένων· ἀλλ' ἐπειδὴ οἱ πλείους ἀνοητότερον διέκειντο τὸ παλαιὸν, προστίθησι καὶ τὴν ἀπὸ τῶν πολεμίων, καὶ τὴν ἀπὸ τῆς νίκης γνῶσιν, τὰ παράδοξα ταῦτα τρόπαια συνεχῶς ἱστὰς, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ἐργαζόμενος, καὶ παρ' ἐλπίδα καὶ προσδοκίαν ἅπασαν τὰ τοιαῦτα θαυματουργῶν. Πόλιν δὲ αὐτοῦ καλεῖ ταύτην, οὐ τὰς ἄλλας ἀποστερῶν αὐτοῦ τῆς προνοίας, ἀλλὰ δεικνὺς τούτους πλέον τι τῶν ἄλλων ἔχοντας κατὰ τὸν τῆς γνώσεως λόγον. Ἐκεῖναι μὲν γὰρ κατὰ τὸν τῆς δημιουργίας μόνον λόγον αὐτοῦ ἂν λέγοιντο· αὕτη δὲ καὶ κατὰ τὸν τῆς οἰκειώσεως, καὶ διὰ τὸ πάντα αὐτόθι τὰ θαύματα γίνεσθαι. Τότε μὲν οὖν ἡ πόλις ἐλέγετο τοῦ Θεοῦ· νῦν δὲ πάντες ἡμεῖς τοῦ Θεοῦ λεγόμεθα. Οἱ γὰρ τοῦ Χριστοῦ, φησὶ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες ἀρετῆς ἐπίτασιν; Διὰ τοῦτο καὶ ὄρος ἐλέγετο τοῦ Θεοῦ, ἐπειδὴ ὁ Θεὸς ἐκεῖ ἐθεραπεύετο. Εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Πολλὴ ἡ ἀσάφεια τοῦ ῥητοῦ, διὸ προσέχειν δεῖ. Τῷ μὲν γὰρ ἁπλῶς ἀναγινώσκοντι πολλὴν τὴν ἀπορίαν ποιεῖ, ὁ δὲ μετὰ ἀκριβείας αὐτὰ ἐπιὼν, ὄψεται τὴν ἀκολουθίαν καὶ τὴν σειρὰν ἀκριβῆ τῶν νοημάτων. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Μέγας Κύριος ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐριζῶν, τουτέστι καλῶς ῥιζῶν, καλῶς πηγνὺς, καλῶς βεβαιῶν αὐτὴν ἐν χαρᾷ καὶ εὐφροσύνῃ πάσης τῆς οἰκουμένης. Τοῦτο καὶ ἄλλος αἰνιττόμενος, Ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς, εἶπεν. Ἀγλάϊσμα γὰρ αὐτὴν πάσης τῆς οἰκουμένης καὶ εὐφροσύνην ἐποίησεν. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς εὐσεβείας, καὶ τῆς θεογνωσίας αἱ ῥίζαι καὶ αἱ ἀρχαί. Τοιαύτην τοίνυν οὖσαν αὐτὴν ἐῤῥίζωσε, καὶ καλῶς ἔπηξεν ἐπὶ κόσμῳ τῆς οἰκουμένης, ἐπὶ ἀγαλλιάματι, ἐπὶ χαρᾷ πάσης τῆς γῆς. Τὸ γὰρ διδασκαλεῖον τῆς γῆς τὰ Ἱεροσόλυμα τότε ἦν, καὶ οἱ βουλόμενοι χαρᾶς ἀπολαύειν, καὶ καλλωπίζεσθαι, καὶ κοσμεῖσθαι, ἐντεῦθεν τὰ δέοντα ἐμάνθανον. Διὸ καὶ τοῦτο δηλῶν οὐ ῥιζῶν εἶπεν, ἀλλ', Εὐριζῶν. Εἰ δὲ βούλει αὐτὸ καὶ κατὰ ἀναγωγὴν λαβεῖν, ὄψει τῶν πραγμάτων τὴν ἀλήθειαν. Ἐντεῦθεν γὰρ τὸ ἀγαλλίαμα πανταχοῦ τῆς οἰκουμένης γέγονεν· ἐντεῦθεν ἡ εὐφροσύνη καὶ ἡ χαρά· ἐντεῦθεν αἱ πηγαὶ τῆς φιλοσοφίας, ἔνθα Χριστὸς ἐσταυρώθη, ὅθεν οἱ ἀπόστολοι ἐξώρμησαν· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ ῥίζας δὲ ἀθανάτους ἡ χαρὰ αὕτη ἔχει. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἄλλος φησὶν, Ὄρη Σιὼν οἱ μηροὶ τοῦ βοῤῥᾶ. Ὁ δὲ Ἑβραῖος, Ἂρ Σιὼν ἰερχθὴ σαφούν. Τίνος ἕνεκεν, εἰπέ μοι, τοῦ βοῤῥᾶ μνημονεύει νῦν, καὶ τοῦ τόπου τὴν θέσιν ἡμῖν ὑπογράφει; Ἐπειδὴ ἐντεῦθεν συνεχῶς ὁ πόλεμος αὐτοῖς ἀνεῤῥιπίζετο, τῶν βαρβάρων ἐπιόντων, καὶ συνεχῶς οἱ προφῆται τοῦτο λέγουσι, τὸν ἀπὸ βοῤῥᾶ καλοῦντες, καὶ λέβητα ἐκεῖθεν καιόμενον ὑπογράφουσιν· οὕτω γὰρ ἡ Περσῶν χώρα κεῖται πρὸς τὴν Παλαιστίνην. Θαυμάζων τοίνυν τὸ γεγενημένον, τοῦτο ἐπήγαγε, δηλῶν, ὅτι ταύτην τὴν συνεχῶς ἐκεῖθεν ἐνοχλουμένην ἀχείρωτον ἐποίησας. Ὥσπερ γὰρ ἂν εἴ τις λέγοι περὶ σώματος, ὅτι Τὸ μέρος ἐκεῖνο τὸ ἀσθενὲς ἰσχυρότερον εἰργάσω, τοῦτο δὴ καὶ αὐτὸς ἐνταῦθα αἰνίττεται λέγων· Ὅθεν οἰμωγαὶ καὶ δάκρυα, ὅθεν ὑπόθεσις τῶν συμφορῶν, ταῦτα ἡδονῆς τὰ μέρη ἐμπέπλησται, ταῦτα εὐθυμίας. Ὅθεν ἀπειλαὶ καὶ φόβοι καὶ κίνδυνοι, ἐντεῦθεν χαρὰ καὶ εὐφροσύνη, καὶ οὐδεὶς λοιπὸν ἐκεῖνο δέδοικε τὸ μέρος τῆς κτίσεως τὸ βορειότερον, οὐδεὶς κάμνει, οὐδεὶς ὑφορᾶται, ἀλλὰ πάντες ἐν εὐφροσύνῃ, σοῦ ῥιζώσαντος αὐτὴν ἐν ἡδονῇ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἄλλος, Ἐγνώσθη. Ἄλλος, Ὁ Θεὸς ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται εἰς ὀχύρωμα. Ἄλλος, Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς ἐγνώσθη εἰς τὸ ἐξελέσθαι αὐτήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
