Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-21
Not analysed yet
Σφόδρα μοι δοκεῖ τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ ἕπεσθαι τὸ προοίμιον, καὶ ὥσπερ ἓν σῶμα εἶναι συνεχὲς καὶ συνημμένον Ἐκεῖ μὲν γάρ φησιν, Ἀρχὴ σοφίας φόβος Κυρίου· ἐνταῦθα δὲ, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι παιδεύων τοῦ Θεοῦ τὸν φόβον. Ἐκεῖ μὲν γὰρ αὐτὸν σοφὸν ἔφησεν εἶναι· ἐνταῦθα δὲ μακάριον· τὸ δὲ ὄντως μακάριον τοῦτο, ὡς τά γε ἄλλα πάντα ματαιότης καὶ σκιὰ, καὶ ψιλὰ πράγματα· κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν, κἂν σώματος ὥραν, κἂν χρημάτων περιβολήν. Φύλλοις γὰρ ἔοικε καταπίπτουσι, καὶ σκιαῖς παρατρεχούσαις, καὶ ὀνείρασιν ἀφιπταμένοις. Τὸ δὲ ὄντως μακάριον τοῦτο. Εἶτα, ἐπειδὴ καὶ δαίμονες δεδοίκασιν αὐτὸν, καὶ φρίττουσιν, ἵνα μὴ νομίσῃς τοῦτο μόνον ἀρκεῖν εἰς σωτηρίαν, ὅπερ ἄνω πεποίηκε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καθάπερ γὰρ ἐκεῖ εἰπὼν, Ἀρχὴ σοφίας φόβος Κυρίου, ἐπήγαγε· Σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, τοῖς δόγμασι τὴν συμβαίνουσαν πολιτείαν ἀναρτῶν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν τὸν φόβον, οὐκ ἐκεῖνον μόνον λέγει τὸν ἀπὸ τῆς γνώσεως, ὃν καὶ δαίμονες ἔχουσιν· ἀλλὰ καὶ τοῦτο προστίθησιν λέγων Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Τοῦτο δὲ εἶπε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἠκριβωμένην, καὶ ψυχὴν φιλόσοφον. Καὶ οὐκ εἶπε, Τὰς ἐντολὰς αὐτοῦ ποιήσει, ἀλλὰ, Θελήσει, ἕτερόν τι πλέον ἐπιζητῶν. Ποῖον δὴ τοῦτο; Τὸ μετὰ προθυμίας αὐτὰς ποιεῖν· τὸ ἐραστὰς αὐτῶν εἶναι σφοδρούς· τὸ μεταδιώκειν αὐτῶν τὰ ἐπιτάγματα· τὸ φιλεῖν αὐτὰς, μὴ διὰ τὸν μισθὸν τὸν ὑπὲρ αὐτῶν κείμενον, ἀλλὰ διὰ τὸν θέντα αὐτάς· τὸ μεθ' ἡδονῆς μετιέναι τὴν ἀρετήν· τὸ μὴ φόβῳ γεέννης, μηδὲ ἀπειλῇ κολάσεως, μηδὲ ἐπαγγελίᾳ βασιλείας, ἀλλὰ διὰ τὸν νομοθετήσαντα. Καὶ ἀλλαχοῦ τοῦτο ποιεῖ, φησὶ, δεικνὺς τὴν ἡδονὴν, ἣν ἔχει περὶ τὰ προστάγματα τοῦ Θεοῦ. Ὡς γλυκεῖα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Τοῦτο καὶ Παῦλος ἐπιζητεῖ, αἰνιγματωδῶς οὕτω λέγων· Ὥσπερ παρεστήσατε μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Τουτέστι, Μεθ' ὅσης σπουδῆς, μεθ' ὅσης ἐπιθυμίας τὴν κακίαν ἐδιώκετε, καίτοι μηδὲν ἔπαθλον ἔχουσαν, ἀλλὰ κόλασιν μᾶλλον, καὶ τιμωρίαν· μετὰ τοσαύτης διώξατε τὴν ἀρετήν. Ἀλλ' ὅμως, καὶ τοῦτο σύμμετρον ἔφησεν ἀπαιτεῖν μέτρον. Μέλλων γὰρ ταῦτα λέγειν, οὕτως ἔφη· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· δεικνὺς ὅτι οὐ πολλῷ ἥττονα ἐπιθυμίαν ἐπιδείκνυσθαι χρὴ περὶ τὴν ἀρετὴν, ἢ περὶ τὴν κακίαν ἐπεδειξάμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Εἰ γὰρ μὴ τὴν αὐτὴν ἐπιδείξωνται ἀρετὴν, τίνα ἂν ἔχοιεν ἀπολογίαν ἢ συγγνώμην οἱ μηδὲ μετὰ τῆς αὐτῆς ἐπιθυμίας πρὸς ταύτην ἰόντες; Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης εἶπεν οὗτος· Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· ὁ γὰρ φοβούμενος αὐτὸν ὡς χρὴ, τὰ ἐπιτάγματα αὐτοῦ μετὰ πολλῆς δέχεται τῆς ἐπιθυμίας. Διόπερ ὁ περὶ τὸν νομοθέτην ἔρως προσηνῆ ποιεῖ τὸν νόμον, κἂν δυσκολίαν δοκῇ ἔχειν τινά. Καὶ μηδεὶς καταγνῷ τοῦ λόγου, εἰ τοιούτῳ κέχρημαι παραδείγματι· καὶ γὰρ καὶ Παῦλος ἐχρήσατο αὐτῷ οὕτως εἰπών· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε δοῦλα τῇ δικαιοσύνῃ. Ὁ τοίνυν πόρνης ἐρῶν, κἂν ὑβρίζηται, κἂν λοιδορῆται, κἂν τύπτηται, κἂν ἀσχημονῇ, κἂν τῆς πατρίδος ἐκβάλληται, καὶ τῆς πατρῴας οὐσίας, κἂν τῆς εὐνοίας τοῦ πατρὸς, κἂν ἕτερα χαλεπώτερα πάσχῃ, μεθ' ἡδονῆς αὐτὰ φέρει διὰ τὸν ἔρωτα τὸν ἀκόλαστον. Εἰ δὲ ἐκεῖνα μεθ' ἡδονῆς δέχονται, πῶς οὐ πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ διατάγματα, τὰ σωτηριώδη καὶ δόξης γέμοντα, καὶ πολλὴν ἡμῖν παρέχοντα φιλοσοφίαν, καὶ ψυχὴν βελτίονα ἐργαζόμενα, μετὰ πολλῆς δεῖ δέχεσθαι τῆς ἡδονῆς, καὶ μηδὲν δύσκολον ἐν αὐτοῖς εἶναι νομίζειν; Τὴν γὰρ δυσκολίαν οὐχ ἡ τῶν ἐπιταγμάτων φύσις, ἀλλ' ἡ τῶν πολλῶν ῥᾳθυμία ποιεῖν εἴωθεν. Ὡς εἴ τις μετὰ προθυμίας αὐτὰ δέχοιτο, κοῦφα καὶ ῥᾷστα αὐτὰ ὄψεται ὄντα. Διὸ ὁ Χριστὸς ἔλεγεν· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ ἡ ῥᾳθυμία τῶν πολλῶν καὶ τὰ εὔκολα δύσκολα ἀποφαίνει, ἡ δὲ σπουδὴ καὶ τὰ δύσκολα ῥᾷστα· ὅτε τοῦ μάννα ἀπήλαυον οἱ Ἰουδαῖοι, καὶ ἐδυσχέραινον καὶ θάνατον ηὔχοντο· λιμῷ δὲ παλαίων ὁ Παῦλος ἔχαιρε, καὶ ἐσκίρτα. Κἀκεῖνοι μὲν ἔλεγον· Ἡ ψυχὴ ἡμῶν κατάκενος ἐπὶ τῷ μάννα. Ἐξήγαγες ἡμᾶς ἀπο κτεῖναι παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ. Ὁ δὲ Παῦλος ἔλεγε· Χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ἐν τῇ σαρκί μου. Ποίοις παθήμασι; Τῷ λιμῷ, τῇ δίψῃ, τῇ γυμνότητι, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Πῶς δ' ἂν τοῦτο γένοιτο; Ἂν μετὰ ἀκριβείας καὶ φοβώμεθα καὶ ἀγαπῶμεν τὸν Θεόν· ἂν ἐννοῶμεν αὐτῆς τῆς ἀρετῆς τὴν φύσιν. Καὶ γὰρ πρὸ τῶν ἄλλων ἐπάθλων ἐν ἑαυτῇ τὰς ἀμοιβὰς ἔχει. Ὅταν γὰρ μὴ μοιχεύῃς, μηδὲ φονεύῃς, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς ἡδονῆς, μὴ καταγινωσκόμενος ὑπὸ τοῦ συνειδότος, μὴ τοὺς οἰκείους αἰσχυνόμενος, καθαροῖς ὀφθαλμοῖς πρὸς ἅπαντας βλέπων. Ἀλλ' οὐχ ὁ μοιχὸς τοιοῦτος, ἀλλὰ πάντας τρέμει καὶ δέδοικε, καὶ αὐτὰς τὰς σκιὰς ὑφορᾶται,