# Expositiones in Psalmos 1.1-26

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΖʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-26

Ἡ μὲν ῥῆσις τοῦ ψαλμοῦ, ἣν ὑποψάλλειν ὁ λαὸς εἴωθε, τοιαύτη τίς ἐστιν· Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· καὶ πολλοὺς διανίστησι, καὶ κατὰ τὴν πανήγυριν ἐκείνην τὴν πνευματικὴν καὶ κατὰ τὴν οὐράνιον ἑορτὴν μάλιστα τοῦτο ὑπηχεῖν ὁ λαὸς εἴωθεν. Ἡμεῖς δὲ, εἰ βούλεσθε, ἄνωθεν καὶ ἐξ ἀρχῆς ἅπαντα ἐπέλθωμεν τὸν ψαλμὸν, οὐκ ἀπὸ τοῦ στίχου τῆς ὑπηχήσεως, ἀλλ' ἀπ' αὐτοῦ τοῦ προοιμίου τὴν ἐξήγησιν ποιούμενοι. Τὸν μὲν γὰρ στίχον οἱ Πατέρες, ἅτε ἦχον ὄντα καί τι ὑψηλὸν ἔχοντα δόγμα, τὸ πλῆθος ὑπηχεῖν ἐνομοθέτησαν, ἐπειδὴ τὸν ἅπαντα ἠγνόουν ψαλμὸν, ἵνα κἂν ἐντεῦθεν ἀπηρτισμένην λάβωσι διδασκαλίαν. Ἡμᾶς δὲ ἅπαντα αὐτὸν ἐπελθεῖν ἀνάγκη, εἰ καὶ τὰ μέσα αὐτοῦ πολλὴν ἔχει τὴν προφητείαν. Ἐνταῦθα γὰρ εἴρηται· Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Ὅπερ καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις, αἰνιγματωδέστερον μὲν (ἔτι γὰρ ἔζεον τῷ θυμῷ, καὶ οὐκ ἐβούλετο αὐτὸν ἀνάψαι· Κάλαμον γὰρ συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει), εἶπε δ' οὖν ὅμως. Ἀλλ' ἀπὸ τῶν προοιμίων ἡμεῖς ἁψώμεθα τοῦ ψαλμοῦ, καθάπερ ἔφθημεν εἰπόντες. Τί τοίνυν ἐστὶ τὸ προοίμιον; Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐννοήσας γὰρ τὴν εὐεργεσίαν τῆς οἰκουμένης ὁ Προφήτης, καὶ τὴν φιλανθρωπίαν τὴν διαρκῆ, ἣν διὰ πάντων ἐπεδείξατο, πάντας εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας καλεῖ, τὸ μέγιστον κεφάλαιον τῶν ἀγαθῶν αὐτοῦ προτιθεὶς εἰς μέσον. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί λέγεις; Οἶκος Ἰσραὴλ, ὁ μυρίας αἰχμαλωσίας ὑπομείνας, ὁ ἐν Αἰγύπτῳ δουλεύσας, ὁ πρὸς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπαχθεὶς, ὁ ἐν Παλαιστίνῃ μυρία ταλαιπωρήσας; Ναὶ, φησίν. Οὗτοι γὰρ μάλιστα μάρτυρές εἰσι τῶν ἀγαθῶν αὐτοῦ, καὶ πλειόνων ἀπήλαυσαν, ἢ ἕτεροι. Καὶ αὐτὸ δὲ τοῦτο, ὅπερ ἔπαθον, πολλῆς εὐεργεσίας τεκμήριον. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα αὐτοὺς εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ' οὐ παρὰ τὸν παραγενόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην. Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ τοῖς μαθηταῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πρὸς τὴν Χαναναίαν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι αὐτὸν τοῖς κυναρίοις. Καὶ γὰρ πάντα ἐποίει καὶ ἐπραγματεύετο ὑπὲρ τῆς ἐκείνων σωτηρίας. Εἰ δὲ ἀνάξιοι τῆς εὐεργεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρανομίαις, καὶ τῇ τῆς ἀγνωμοσύνης ὑπερβολῇ. Εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐνταῦθα κεχωρισμένως τοὺς ἱερέας εἰς ὑμνῳδίαν καλεῖ, δεικνὺς ὅση τίς ἐστιν ὑπερέχουσα ἡ ἱερωσύνη. Καὶ γὰρ ὅσῳ μείζους ἦσαν οὗτοι τῶν ἄλλων, τοσούτῳ καὶ πλείονος ἀπήλαυον τῆς τιμῆς παρὰ τοῦ Θεοῦ, οὐ μόνον κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, δι' αὐτοὺς κατηνέχθη, καὶ γῆ ἠνοίχθη, καὶ ῥάβδος ἐβλάστησε, καὶ μυρία ἕτερα γέγονε δι' αὐτοὺς, μᾶλλον δὲ ὑπὲρ αὐτῶν θαύματα. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μάλιστα γὰρ οὗτοί εἰσιν οἱ δυνάμενοι τὴν φιλανθρωπίαν ἰδεῖν τὴν αὐτοῦ, καὶ διὰ πάντων τὴν ἀγαθότητα καταμανθάνειν. Τί δέ ἐστιν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Διηνεκὲς, φησὶν, οὐ διακοπτόμενον, ἀλλὰ διὰ πάντων λάμπον καὶ διαδεικνύμενον. Εἰ δὲ μὴ πολλοὶ βλέπουσι, διὰ τὴν ἀσθένειαν τῶν οἰκείων οὐ βλέπουσι λογισμῶν. Ἐπεὶ καὶ τὸν ἥλιον οἱ τὰς ὄψεις νοσοῦντες διὰ τοῦτο μάλιστα οὐχ ὁρῶσιν· ὥσπερ οὐδὲ οἱ ὑγιαίνοντες ἀεὶ δύνανται πρὸς αὐτὸν ἀτενίζειν, διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος· οὕτως οὐδὲ τοῦ Θεοῦ μαθεῖν δυνατὸν πᾶσαν μετὰ ἀκριβείας τὴν πρόνοιαν, διὰ τὸ σφόδρα ὑπερβαίνειν τῶν ἀνθρωπίνων λογισμῶν τὸ μέγεθος τῆς συνέσεως αὐτοῦ καὶ τῆς σοφίας. Ἔστι δὲ καὶ πάθη τὰ πολλὰ τοῖς ἀνοήτοις ἐπισκοτοῦντα πρὸς τὸ μηδ' ὅλως αὐτὴν ἰδεῖν. Πρῶτον μὲν τὸ φιλήδονον· διόπερ καὶ τὰ πᾶσι σαφῆ παρατρέχουσι. Μετὰ τούτων δεύτερον ἡ ἄνοια καὶ τὸ διεστραμμένον τῆς γνώμης. Πῶς γὰρ οὐκ ἄτοπον πατέρα μὲν ὁρῶντα τύπτοντα παιδίον ἀποδέχεσθαι, καὶ ἐπαινεῖν, καὶ ταύτῃ μάλιστα πατέρα νομίζειν· πρὸς δὲ τὸν Θεὸν, εἰ βουληθείη δίκην ἀπαιτῆσαι τῶν πεπραγμένων, δυσχεραίνειν καὶ ἀλύειν; Τί δὲ τῆς διαστροφῆς ταύτης χεῖρον γένοιτ' ἂν, οἳ καὶ ἐπὶ τοῖς ἐναντίοις δυσχεραίνουσι, νῦν μὲν ἀλύοντες, ὅτι μὴ ἐπεξέρχεται· νῦν δὲ ὅτι ἐπεξέρχεται; Ὅταν μὲν γὰρ ἴδωσιν ἁρπάζοντας, καὶ πλεονεκτοῦντάς τινας, βούλονται δίκας αὐτοὺς διδόναι· ὅταν δὲ ἑαυτοὺς ἁμαρτάνοντας, οὐδ' ὅλως· ὅπερ ἐστὶ διεφθαρμένης γνώμης. Τρίτον πρὸς τούτοις, τὸ μηδὲ εἰδέναι αὐτοὺς, τί ποτε καλὸν, καὶ τί ποτε κακὸν, ἀλλ' ἐσφάλθαι περὶ τὴν τῶν πραγμάτων κρίσιν, διὰ τὸ φιλοπόνηρον καὶ πρὸς κακίαν ἐπιῤῥεπές. Τέταρτον, τὸ μηδὲ λογίζεσθαι τὰ οἰκεῖα ἁμαρτήματα. Πέμπτον, τὸ ἄφατον εἶναι καὶ πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων. Ἕκτον, τὸ μὴ βούλεσθαι τὸν Θεὸν ἅπαντα ἁπανταχοῦ ἐπιδείκνυσθαι, ὡς ἀρκούντων καὶ τῶν ἐκ μέρους γινομένων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
