# Expositiones in Psalmos 1.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΚΑʹ ΨΑΛΜΟΝ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυρίου πορευσόμεθα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-29

Ἀλλὰ νῦν πολλοὶ καὶ δυσχεραίνουσιν ἐπὶ τῷ ῥήματι· κἂν μέν τις εἰς ἱπποδρομίας, ἢ εἰς θέατρα παρονομίας ἀναβαίνων καλέσῃ, πολλοὶ οἱ συντρέχοντες· ἂν δὲ ἐπὶ τὸν εὐκτήριον οἶκον, ὀλίγοι οἱ μὴ ὀκνοῦντες. Ἀλλ' οὐχ οἱ Ἰουδαῖοι οὕτως· οὗ τί γένοιτ' ἂν χαλεπώτερον, ὅταν καὶ ἐκείνων φαίνωνται ῥᾳθυμότεροι οἱ Χριστιανοί; Πόθεν δὲ οὗτοι οὕτως; Πάλιν λέγω· ἀπὸ τῆς αἰχμαλωσίας ἐγένοντο βελτίους. Ἐντεῦθεν οἱ πρὸ τούτου ναυτιῶντες, καὶ τὸν μὲν ναὸν ἀφιέντες, καὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, ὄρεσι δὲ καὶ νάπαις καὶ βουνοῖς ἑαυτοὺς διδόντες καὶ πολλῇ τῇ ἀσεβείᾳ, τὴν ἐπιθυμίαν ἔστησαν τῆς λατρείας ἐκείνης, καὶ πρὸς τὴν ἐπαγγελίαν αὐτὴν διαθερμαίνονται, καὶ ὀρθοῦνται, καὶ ἵστανται, καὶ γάννυνται τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐν λιμῷ κατέστησαν καὶ δίψει, οὐ λιμῷ ἄρτου, καὶ δίψει ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον Κυρίου, κολασθέντες τῇ τιμωρίᾳ ταύτῃ μετὰ πλείονος τῆς ἐπιθυμίας ταῦτα ἐπιζητοῦσιν, ὧν πρώην ἐξέπεσον. Οὕτω καὶ τὸ ἔδαφος αὐτὸ περιέπλεκον λέγοντες, ὅτι Εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι· καὶ πάλιν, Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πάλιν, Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμονιεὶμ, ἀπὸ ὄρους μικροῦ· καὶ πάλιν· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου. Τί ἐμνήσθης, εἰπέ μοι; Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ. Τουτέστιν, ὅτι Διηρχόμην τὰς χορείας, τὰς πανηγύρεις, τὴν λατρείαν ἐκείνην. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἕτερος, Εὐφράνθην εἰπόντων μοι· Εἰς τὸν οἶκον Κυρίου ἤλθομεν Ἔστησαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Εἶδες ἡδονῆς ὑπερβολήν; Ὡς τῶν πραγμάτων ἀπολαύοντες αὐτῶν, καὶ πρὸς τὰ ῥήματα αὐτὰ ἔχαιρον, πολλῷ τῷ πόθῳ περιπλεκόμενοι τὸν εὐκτήριον οἶκον καὶ τὴν πόλιν. Οὕτως ὁ Θεὸς ἀεὶ ποιεῖν εἴωθεν. Ὅταν γὰρ ἔχοντες τὰ ἀγαθὰ μὴ αἰσθανώμεθα, ἐκβάλλει αὐτὰ τῶν χειρῶν τῶν ἡμετέρων, ἵν' ὅπερ οὐκ ἐποίησεν ἡ ἀπόλαυσις, τοῦτο ποιήσῃ ἡ στέρησις· ὅπερ οὖν καὶ αὐτοὶ πεπόνθασιν ἀντεχόμενοι τῆς πόλεως, ἀντεχόμενοι τοῦ ναοῦ, εἰδότες αὐτῷ χάριν πολλὴν ὑπὲρ ὧν τὴν πατρίδα ἀπέλαβον. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Ἕτερος, Τὴν ᾠκοδομημένην ὡς πόλιν. Ἢ τοίνυν κατὰ τοὺς Ἑβδομήκοντα τοῦτό ἐστιν, ὅτι οἰκοδομηθήσεται ἡ Ἱερουσαλὴμ ὡς πόλις, τὸν πρὸ τοῦ οἰκοδομηθῆναι χρόνον δηλοῦντος τοῦ λόγου· ἢ κατὰ τὸν ἕτερον ἑρμηνευτὴν, Ἀπελάβομεν τὴν Ἱερουσαλὴμ, Τὴν ᾠκοδομημένην ὡς πόλιν, τὰ μετὰ τὴν αἰχμαλωσίαν γενόμενα ἐμφαίνοντα. Ἐπειδὴ γὰρ τότε ἐρημία πολλὴ πανταχοῦ τῆς πόλεως ἦν καὶ ἐρείπια, τῶν πύργων καταβεβλημένων, τῶν τειχῶν ἐῤῥιμμένων, καὶ λείψανα μόνον ἔμενε τῆς ἀρχαίας πατρίδος, ἐπανελθόντες, καὶ ἰδόντες τὴν ἐρημίαν, ἀνακαλοῦνται τὴν παλαιὰν ἐκείνην εὐημερίαν, καὶ τὰ ἐγκώμια αὐτῆς διηγοῦνται, λέγοντες, ὅτι Ἡ λαμπρὰ καὶ περιφανὴς, καὶ ἔχουσα ἐκκλησίαν, καὶ ἄρχοντας, καὶ βασιλεῖς, καὶ ἀρχιερεῖς, καὶ πολλῷ κομῶσα τῷ κόσμῳ, τὸ κατηφὲς τοῦτο σχῆμα περιβέβληται νῦν. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Τότε γὰρ οὔπω πόλις ἦν. Δῆλον καὶ ἐξ οὗ ἐπάγει, λέγων· Ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Τὸ γὰρ συγκεκροτημένον αὐτῆς λέγει τῶν οἰκοδομῶν, καὶ τὸ ἀσφαλὲς, καὶ τὸ πεπυκνωμένον, καὶ ὅτι οὐδὲν ἔρημον εἶχε κατὰ τὸ μέσον, ἀλλὰ πάντοθεν ἦν πεπυκνωμένη, ἀπηρτισμένη, συγκεκροτημένη, συνεχής τις οὖσα καὶ συνημμένη οὕτω πρὸ τῆς αἰχμαλωσίας. Διὸ καί τις ἑρμηνευτής φησι, τοῦτο δηλῶν, Συνάφειαν ἔχουσα. Εἶτα μετὰ τοῦτο καὶ ἕτερον ἐγκώμιον αὐτῆς φησιν· Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Τούτῳ γὰρ μάλιστα ἐκοσμεῖτο ἡ πόλις· οὐχ οὕτω τῷ μεγέθει καὶ τοῖς οἰκοδομήμασιν, ὡς τῷ πάντας ἐκεῖ συλλέγεσθαι, εἴτε βουλή τις, εἴτε ἐκκλησία ἐγίνετο, εἴτε περί τινων σκέψις ἦν προκειμένη. Ἐπειδὴ γὰρ ὁ ναὸς αὐτόθι ἦν, καὶ ἡ ἁγιαστία πᾶσα ἐπετελεῖτο, καὶ ἱερεῖς, καὶ Λευῖται, καὶ τὸ ἀνάκτορον, καὶ τὰ ἄδυτα, καὶ τὰ προπύλαια, καὶ θυσίαι, καὶ βωμὸς, καὶ ἑορταὶ, καὶ πανηγύρεις, καὶ εὐχαὶ, καὶ ἀκροάσεις, καὶ ἁπλῶς εἰπεῖν τῆς πολιτείας τὸ σχῆμα ἐκεῖ συγκεκροτημένον ἦν, ἔδει τὰς φυλὰς ἐκεῖ συλλέγεσθαι μάλιστα τρίτον τοῦ ἐνιαυτοῦ ἐν ταῖς ἐπισήμοις καὶ δημοτελέσιν ἑορταῖς, ἐν τῷ Πάσχα, ἐν τῇ Πεντηκοστῇ, ἐν τῇ Σκηνοπηγίᾳ. Οὐ γὰρ ἐξῆν ἀλλαχοῦ. Λέγων τοίνυν αὐτῆς τὸ ἐγκώμιον, φησίν· Ἐκεῖ ἀνέβησαν αἱ φυλαί. Καὶ ἕτερος, Ἐκεῖ ἀνέβησαν σκῆπτρα. Καὶ οὐχ ἁπλῶς, Φυλαὶ, ἀλλὰ, Φυλαὶ Κυρίου. Πᾶσαι αἱ φυλαὶ ἦσαν Κυρίου, ἀλλ' οὐκ ἐξῆν αὐταῖς οὐδὲ οὕτως ἐν τῇ οἰκείᾳ πατρίδι ταῦτα ἐπιτελεῖν, ἀλλὰ τούτῳ τετίμητο ἡ μητρόπολις, πάντας συνάγουσα καὶ ἕλκουσα πρὸς ἑαυτήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
