Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΚΓʹ ΨΑΛΜΟΝ. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-30
Not analysed yet
Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι μέγας ὁ ἀπὸ τῆς αἰχμαλωσίας καρπὸς, καὶ ἱκανὸς πρὸς φιλοσοφίαν ἐναγαγεῖν τοὺς προσέχοντας. Ἴδε γὰρ οἱ πρὸς εἴδωλα τρέχοντες, καὶ τοῦ Θεοῦ καταφρονοῦντες, καὶ πρὸς ἀσέβειαν ἐξοκείλαντες, τί λέγουσι νῦν μετὰ τὴν αἰχμαλωσίαν, καὶ πῶς τὴν ἑαυτῶν σωτηρίαν ἀνατιθέασι τῷ Θεῷ; Καὶ ὁ Προφήτης δὲ καθάπερ χοροστάτης ἄριστος τὰ αὐτὰ συνεχῶς αὐτοῖς παρακελεύεται λέγειν. Μετὰ γοῦν τὸ πρῶτος εἰπεῖν, καὶ ἐκείνοις παρεγγυᾷ ὥσπερ μαθηταῖς διδάσκαλος λέγειν· Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Καὶ γὰρ ἦσαν ἄοπλοι καὶ γυμνοὶ, καὶ αἰχμάλωτοι καὶ δοῦλοι, καὶ ἄρτι τῶν κακῶν ἀπηλλαγμένοι, καὶ πόλιν ἀτείχιστον ἔχοντες, μᾶλλον δὲ οὐδὲ πόλιν, καὶ πᾶσι μετὰ τὴν ἐπάνοδον προέκειντο θήρα ἕτοιμος· ἀλλ' ἀντὶ τείχους καὶ πύργου ὁ Θεὸς αὐτοῖς γέγονε. Τοῦτο καὶ ἡμεῖς νῦν λέγωμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Τί γὰρ ἂν οὐκ ἐποίησεν ὁ ἐχθρὸς ἡμῶν διάβολος, εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν; Ἄκουσον τῷ Σίμωνι τί φησιν ὁ Χριστός· Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον, καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου; Πονηρὸν γὰρ τὸ θηρίον καὶ ἀκόρεστον, καὶ εἰ μὴ συνεχῶς ἐχαλινοῦτο, πάντα ἂν ἀνέτρεψε καὶ συνέχεεν. Εἰ γὰρ ἐπὶ τοῦ μακαρίου Ἰὼβ μικράν τινα λαβὼν ἐπιτροπὴν, πρόῤῥιζον αὐτοῦ τὴν οἰκίαν ἀνέσπασε, τὸ σῶμα αὐτοῦ διελωβήσατο, τοσαύτην τραγῳδίαν εἰργάσατο, τὴν οὐσίαν διέφθειρε, τοὺς παῖδας κατέχωσε, τὴν σάρκα σκώληκας ἐπιζέσαι ἐποίησε, τὴν γυναῖκα ἐπέστησε, τοὺς φίλους, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας τοιαῦτα εἰπεῖν παρεσκεύασεν, εἰ μὴ μυρίοις κατείχετο χαλινοῖς, πῶς οὐκ ἂν ἅπαντας ἐλυμήνατο; Διὰ τοῦτο καὶ οὗτος λέγει· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Καὶ γὰρ σφόδρα ὀλίγοι ἦσαν, καὶ εὐτελεῖς, καὶ πολλοὶ αὐτοῖς ἐνεπέθεντο ἐπανελθοῦσι. Κἀν τούτῳ δὲ τοῦ Θεοῦ ἡ σοφία ἐδείκνυτο, τῷ μὴ ἀθρόον αὐτοῖς δοῦναι τὴν ἀσφάλειαν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Τοῦτο δὲ ἐποίει τηρῶν αὐτοὺς ἐν τῇ θεογνωσίᾳ, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας προσγινομένην αὐτοῖς διόρθωσιν οὐκ ἀφεὶς διαῤῥυῆναι. Ἐπειδὴ γὰρ εἴωθεν ἡ τῶν κακῶν ἀπαλλαγὴ ῥᾳθυμοτέρους ποιεῖν, καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν ἀφίησιν αὐτοὺς συνεχῶς πειράζεσθαι, ἵν' ἔχωσι διηνεκῆ γυμνασίαν φιλοσοφίας τοὺς πειρασμούς. Διά τοι τοῦτο οὔτε ἐν συμφοραῖς ἀφίησιν ἀεὶ τοὺς ἀνθρώπους, ἵνα μὴ ἀποκάμωσιν, οὔτε ἐν ἀνέσει, ἵνα μὴ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ ταῖς ἐναλλαγαῖς ποικίλλει τὴν σωτηρίαν αὐτῶν. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Εἶδες πῶς παρίστησι τὸ θηριῶδες τῶν ἐπιόντων; Καὶ γὰρ εἰσὶν καὶ ἄνθρωποι τοιοῦτοι, θηρίων ὠμότητα ἐπιδεικνύμενοι, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερον τοῖς ὁμοφύλοις κεχρημένοι. Τὸ μὲν γὰρ θηρίον ἅπαξ ἐμπεσὸν τὸν θυμὸν ἀφῆκε, καὶ ἀνεχώρησεν, ἢ διακρουσθὲν οὐκ ἔτι ἐπῆλθεν· ἄνθρωποι δὲ πολλάκις ἀποτυχόντες, πολλάκις ἐπιτίθενται, αὐτῶν ἐπιθυμοῦντες ἀπογεύσασθαι τῶν σαρκῶν. Τοιοῦτον ὁ θυμὸς, λογισμὸν οὐκ ἔχων· οὕτω ζεῖ τὸ πάθος καὶ ἀνακαχλάζει. Πῶς οὖν ἂν σβεσθείη τὸ νόσημα; Ἂν τὰ καθ' ἑαυτοὺς λογισώμεθα, εἰ θάνατον ἐννοήσωμεν καὶ τοὺς καθ' ἑκάστην ἀπιόντας ἡμέραν, εἰ τὴν φύσιν αὐτὴν διασκεψώμεθα, ὅτι γῆ καὶ σποδός ἐσμεν. Εἰ δὲ τὸ κάλλος τῆς ὄψεως ἔτι ἀπατᾷ σου τὴν διάνοιαν, βάδισον πρὸς τὰ μνήματα καὶ τὰς θήκας τῶν πατέρων, καὶ ἴδε τοὺς κειμένους, πῶς εἰσιν εἰς χοῦν διαλελυμένοι, καὶ πολλὴν ἐκ τῆς ὄψεως ἀφορμὴν εἰς τὸ συστέλλεσθαι δέξῃ. Ἀλλὰ μὴ καταγνῷς βαρύτητα τοῦ λόγου. Καθάπερ γὰρ οἱ πυρέττοντες, ἐπειδὰν ἀπαλλαγῶσι τῶν νοσημάτων, ἀέρος δέονται καθαροῦ· οὕτω δὴ καὶ οἱ μαινόμενοι τοῖς πάθεσιν, ἂν εἰς τὰ μνήματα παραγένωνται, ὥσπερ ὑγιεινοῦ τινος χωρίου ἐπιλαβόμενοι, πολλὰ τῶν νοσημάτων ἐξορίζουσι. Καὶ γὰρ ἀρκεῖ τῆς λάρνακος ἡ ὄψις καὶ τὸν σφόδρα ἀπονενοημένον κατενεγκεῖν. Ἀπὸ τούτων παράπεμψον τὴν διάνοιαν εἰς τὴν μέλλουσαν ἡμέραν τὴν φοβερὰν, εἰς τὰ βασανιστήρια ἐκεῖνα καὶ τὰς εὐθύνας, εἰς τὰς κολάσεις τὰς οὐκ ἐχούσας παραμυθίαν, ἔνθα οὐδείς σοι παραστήσεται· τούτοις πᾶσι κατέπᾳδε τὰ πάθη. Σκόπει δὲ καὶ τῶν ἀνθρώπων τοὺς ἐν τῷ παρόντι βίῳ ἀπὸ πλούτου πρὸς πενίαν μεταπίπτοντας, ἀπὸ δόξης εἰς ἀτιμίαν· καὶ εἰ βούλει ὀργίζεσθαι, μὴ τῷ συγγενεῖ, ἀλλὰ τῷ πονηρῷ δαίμονι· ἔχεις ἔνθα ἀναλώσεις τὸ πάθος· ἐκείνῳ μηδέποτε καταλλαγῇς, ἐκείνῳ ἀνάλωσον τὴν ὀργὴν καὶ δαπάνησον, ἐκείνῳ στῆσον παγίδα, μηδέποτε ἐμπλησθῇς αὐτῷ πολεμῶν. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Χείμαῤῥον ἐνταῦθα καὶ ὕδωρ τὴν ἄφατον τῶν πολεμίων λέγει· ὕδωρ γάρ ἐστιν ἀτάκτως φερόμενον, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τῆς βίας παρασῦρον τὸ προστυγχάνον. Οὐ τὴν φορὰν δέ φησιν ἐνταῦθα τῶν κακῶν, ἀλλὰ καὶ τὴν πάροδον.