# Expositiones in Psalmos 1.1-32

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΚΕʹ ΨΑΛΜΟΝ. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Ἕτερος ἑρμηνευτής φησιν, Ὅταν ἐπιστρέψῃ Κύριος τὴν αἰχμαλωσίαν, ἐσόμεθα παρακεκλημένοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-32

Τὸ τῆς αἰχμαλωσίας ὄνομα ἁπλοῦν μέν ἐστιν κατὰ τὴν προφοράν· ἔχει δὲ πολλὰς ἐννοίας. Ἔστι γὰρ καὶ καλὴ αἰχμαλωσία, ὡς ὅταν λέγῃ Παῦλος, Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς Χριστόν· ἔστι καὶ κακὴ, ὡς ὅταν λέγῃ· Αἰχμαλωτεύοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις. Ἔστιν ἡ νοητὴ, περὶ ἧς φησι· Κηρῦξαι αἰχμαλώτοις ἄφεσιν. Ἔστιν ἡ αἰσθητὴ, ἡ παρὰ τῶν πολεμίων. Χαλεπωτέρα δὲ ἡ προτέρα. Οἱ μὲν γὰρ νόμῳ πολέμου τινὰς λαβόντες, καὶ φείδονται πολλάκις τῶν εἰλημμένων· κἂν ἐπιτάξωσι ὑδροφορεῖν, ξυλοκοπεῖν, καὶ ἱπποφορβοὺς ποιήσωσιν, οὐδὲν εἰς τὴν ψυχὴν παρέβλαψαν· ὁ δὲ ὑπὸ τῆς ἁμαρτίας ληφθεὶς αἰχμάλωτος, ἀφειδῆ καὶ βάρβαρον δέσποιναν κτᾶται, εἰς τὰ ἀτιμότατα αὐτὸν τῶν ἔργων καταφέρουσαν. Οὐ γὰρ οἶδε φείδεσθαι, οὐδὲ ἐλεεῖν αὕτη ἡ τυραννίς. Ἄκουσον γοῦν πῶς τὸν ἄθλιον καὶ ταλαίπωρον Ἰούδαν λαβοῦσα αἰχμάλωτον οὐκ ἐφείσατο, ἀλλ' ἐποίησεν ἱερόσυλον, προδότην, καὶ μετὰ τὸ τὴν ἁμαρτίαν ἀνῦσαι, εἰς τὸ θέατρον αὐτὸν ἤγαγε τῶν Ἰουδαίων, καὶ ἀπεκάλυψε τὸ πλημμέλημα, καὶ οὐδὲ οὕτως ἀφῆκε καρπώσασθαι τὸ ἐκ τῆς μετανοίας κέρδος, ἀλλὰ προαπήγαγε τῆς μετανοίας, ἐπὶ βρόχον ἀγαγοῦσα. Τύραννος γάρ ἐστι χαλεπὴ, πονηρὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ καταισχύνουσα τοὺς ὑπακούοντας. Διὸ, παρακαλῶ, φεύγωμεν μετὰ πολλῆς τῆς σπουδῆς τὴν δεσποτείαν αὐτῆς, καὶ πολεμῶμεν αὐτῇ, καὶ μηδέποτε καταλλαττώμεθα, καὶ ἐλευθερωθέντες μένωμεν ἐπὶ τῆς ἐλευθερίας. Εἰ γὰρ οὗτοι βαρβάρων ἀπαλλαγέντες ἐγένοντο παρακεκλημένοι, πολλῷ μᾶλλον ἡμᾶς ἁμαρτίας ἐλευθερωθέντας χαίρειν δεῖ καὶ σκιρτᾷν, καὶ ἀθάνατον ταύτην διατηρεῖν τὴν ἡδονὴν, ἀλλὰ μὴ λυμαίνεσθαι μηδὲ θολοῦν αὐτὴν πάλιν τοῖς αὐτοῖς ἐπιχειροῦντας κακοῖς. Ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Τοῦτο μὲν οἱ ἄλλοι ἑρμηνευταί φασιν· Ὡσεὶ ἐνυπνιαζόμενοι. Ὁ δὲ Ἑβραῖος, Χαωλεμίμ. Τί δέ ἐστι, Παρακεκλημένοι; Ἀναπαύσεως ἐπλήσθημεν, φησὶν, εὐφροσύνης, ἡδονῆς. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν. Οὐ μικρὰ συντελεῖ πρὸς βελτίω μεταβολὴν τὸ χαίρειν ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αἰχμαλωσίας. Καὶ τίς οὐ χαίρει, φησὶν, ἐπὶ τούτῳ; Οἱ πατέρες οἱ τούτων, ὅτε ἀπηλλάγησαν τῆς Αἰγύπτου, καὶ ἐκ τῆς δουλείας ἐκείνης πρὸς ἐλευθερίαν μετέστησαν, ὑπὸ ἐσχάτης ἀγνωμοσύνης ἐν αὐτοῖς ἐγόγγυζον τοῖς ἀγαθοῖς, ἐδυσχέραινον, ἐχαλέπαινον, ἀλύοντες διετέλουν. Ἀλλ' οὐχ ἡμεῖς, φησίν· ἀλλὰ χαίρομεν καὶ σκιρτῶμεν. Λέγουσι δὲ καὶ τὴν αἰτίαν τῆς χαρᾶς. Οὐ μόνον, φησὶ, διὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν χαίρομεν, ἀλλ' ὅτι καὶ ἐντεῦθεν πάντες εἴσονται τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν περὶ ἡμᾶς. Τότε γὰρ, φησὶν, ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν. Οὐχ ἁπλῶς ὁ διπλασιασμὸς πρόκειται, ἀλλ' ἕνεκα τοῦ ἐμφῆναι τὴν πολλὴν αὐτῶν ἢν ἔσχον χαράν. Τὸ μὲν γὰρ τῶν ἐθνῶν ἐστι ῥῆμα, τὸ δὲ αὐτῶν πάλιν. Καὶ ὅρα. Οὐκ εἶπον, ἔσωσεν ἡμᾶς· οὐδὲ, ἀπήλλαξεν ἡμᾶς· ἀλλ', Ἐμεγάλυνε, τὸ παράδοξον τὸ θαύματος γέμον διὰ τῆς προσηγορίας τοῦ μεγαλῦναι παραστῆσαι βουλόμενοι. Ὁρᾷς, ὅτι ὅπερ συνεχῶς ἔλεγον, διὰ τοῦ ἔθνους τούτου ἡ οἰκουμένη ἐπαιδεύετο, καὶ ἀπαγομένων αὐτῶν καὶ ἐπαναγομένων; Ἡ γὰρ ἄνοδος ἀντὶ κήρυκος ἐγένετο. Καὶ γὰρ αὐτῶν ἡ φήμη περιῄει πανταχοῦ, κατάδηλον πᾶσι ποιοῦσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ὅτι μεγάλα καὶ παράδοξα ὡς ἀληθῶς ἦσαν τὰ περὶ αὐτοὺς γεγενημένα θαύματα. Αὐτὸς γὰρ αὐτοὺς ὁ κατέχων Κῦρος ἀφῆκεν, οὐδενὸς δεηθέντος, ἀλλὰ τοῦ Θεοῦ τὴν ἐκείνου διάνοιαν μαλάξαντος· καὶ οὐκ ἀφῆκεν ἁπλῶς, ἀλλὰ καὶ μετὰ δώρων καὶ ξενίων. Ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Πῶς ἀρχόμενος τοῦ ψαλμοῦ, Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, εἶπεν· ἐνταῦθα δὲ, Ἐπίστρεψον; Ὡς περὶ μέλλοντος διαλεγόμενος. Μάλιστα γὰρ ὁ ἕτερος ἑρμηνευτὴς εἰς τοῦτο ἡμᾶς προσάγει, οὐκ εἰπὼν, Ἐν τῷ ἐπιστρέψαι· ἀλλ', Ὅταν ἐπιστρέψῃ· ὅτι ἀρχὴν τότε τὸ πρᾶγμα ἐλάμβανεν, καὶ οὐκ ἐν προοιμίοις τὸ πᾶν κατωρθώθη, ἀλλὰ πολλαὶ γεγόνασιν αὐτῶν ἀναβάσεις· καὶ γὰρ πρώτη, καὶ δευτέρα, καὶ τρίτη γέγονε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
