# Expositiones in Psalmos 1.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΚϛʹ ΨΑΛΜΟΝ. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν ἐγείρεσθε μετὰ τὸ καθῆσθαι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-33

Οὗτος ὁ ψαλμὸς εἰς τὴν κατάστασιν τῶν πραγμάτων τῶν μετὰ τὴν ἐπάνοδον εἴρηται. Ἐπειδὴ γὰρ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, καὶ ἐκ τῆς βαρβάρου χώρας ἐπανελθόντες, ἐρείπιον δὲ καταλαβόντες τὴν πόλιν, καὶ τὰ τείχη μετὰ τῶν πύργων ἐῤῥιμμένα χαμαὶ ἐπεχείρουν ἐγείρειν, πολλοὶ δὲ πολλαχόθεν ἐπιτιθέμενοι διεκώλυον τὸ ἔργον, φθονοῦντες τῇ τῶν Ἰουδαίων εὐημερίᾳ, καὶ δεδοικότες αὐτῶν τὴν εὐπραγίαν· εἶτα τούτων γινομένων ὁ χρόνος ἐτρίβετο, καὶ τοσοῦτος ἐτρίβη χρόνος, ὡς ὑπὲρ τὰ τεσσαράκοντα ἔτη ἀναλωθῆναι ἐν τῇ τοῦ ναοῦ οἰκοδομῇ· ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι δηλοῦντες ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· οὐ περὶ τῆς προτέρας λέγοντες οἰκοδομῆς τῆς τοῦ Σολομῶντος, ἀλλὰ περὶ ταύτης τῆς ὕστερον, τῆς μετὰ τὴν τῶν Περσῶν ἀπαλλαγήν. Ἐπεὶ οὖν πολὺς ἐτρίβετο χρόνος, καὶ τοῦ ναοῦ καὶ τῆς πόλεως καὶ τῶν τειχῶν οἰκοδομουμένων (ἡ γὰρ τῆς πόλεως οἰκοδομία καὶ πολλῷ πλείονα ἀνάλωσε), παιδεύων αὐτοὺς πάλιν ἐπὶ τὸν Θεὸν καταφεύγειν ὁ Προφήτης, ταῦτα διεξέρχεται, δεικνὺς ὅτι πάντα εἰκῇ καὶ μάτην γίνεται, ἐὰν μὴ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπάσωνται. Οὐ γὰρ δὴ μόνον τὸ αἰχμαλωσίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ τὸ ἀναστῆσαι τεῖχος ἀπαλλαγέντας ἀδύνατον ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς. Καὶ τί λέγω τειχῶν ἀνάστασιν καὶ πόλεως οἰκοδομήν; Ἀλλ' οὐδὲ γενομένην αὐτὴν, καὶ ἀπαρτισθεῖσαν φυλάξαι τις δύναιτ' ἂν, ἐκείνης ἠρημωμένος τῆς συμμαχίας. Ταῦτα δὲ ἔλεγε, διὰ πάντων αὐτοὺς πάλιν ἐπὶ τὴν αὐτοῦ πείθων καταφεύγειν ῥοπὴν, ὥστε μὴ τῇ ἀνέσει γίνεσθαι ῥᾳθυμοτέρους. Διὰ γὰρ τοῦτο οὐδὲ ἀθρόον ἔδωκεν αὐτοῖς τὰ ἀγαθὰ, ἀλλὰ ἠρέμα καὶ κατὰ μικρὸν, ἵνα μὴ πρὸς τὴν προτέραν παλινδρομήσωσι πονηρίαν τῇ ταχίστῃ τῶν κακῶν ἀπαλλαγῇ. Ἀλλὰ καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν συνεχῶς αὐτοὺς ὑπεμίμνησκεν ἐν τῇ τῶν πολεμίων ἐφόδῳ διηνεκῶς ἀφυπνίζων αὐτῶν τὴν ῥᾳθυμίαν. Εἴρηται μὲν οὖν καθολικῶς ὁ λόγος, τὴν ἀρχὴν δὲ ἀπὸ τῆς ὑποθέσεως ταύτης εἴληφε. Δεῖ γὰρ αὐτὸν ἐφ' ἅπασιν ἁρμόζειν, οὐχ ἵνα αὐτοὶ ῥᾳθυμῶμεν, οὐδὲ ἵνα ὕπτιοι κείμεθα, ἀλλ' ἵνα τὰ παρ' ἑαυτῶν εἰσφέροντες, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτωμεν, τῆς ἐλπίδος τῆς ἐκείνου διαπαντὸς ἐν ἅπασιν ἐκκρεμάμενοι. Ὥσπερ γὰρ οὐκ ἔνι, τοῦ Θεοῦ μὴ βοηθοῦντος, εἰς τέλος τὰ πράγματα ἀγαγεῖν· οὕτως, ἂν ὁ Θεὸς βοηθῇ, ἀργοῦντας αὐτοὺς καὶ ἀναπεπτωκότας οὐκ ἔνι τοῦ τέλους ἐπιτυχεῖν. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι. Ἕτερος δὲ ἑρμηνευτής φησι, Βραδύνουσι καθῆσθαι. Ἄλλος, Χρονίζουσι τοῦ καθῆσθαι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· κἂν ἀγρυπνῆτε, κἂν ὑπὸ τὴν ἕω διεγείρησθε, κἂν βραδύνητε πρὸς τὸ ἀναπαύεσθαι, τὸν πάντα καιρὸν εἰς πόνον καὶ ταλαιπωρίαν δαπανῶντες, ἂν μὴ τῆς ἐκεῖθεν ἀπολαύσητε ῥοπῆς, τὰ ἀνθρώπινα πάντα οἰχήσεται, καὶ τῆς σπουδῆς ταύτης οὐδὲν ἔσται πλέον. Οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Τοῦτο λέγει, δεικνὺς ὅτι ἐπίπονον ἔζων βίον, ὁπλῖται καὶ οἰκοδόμοι γινόμενοι. Τῇ μιᾷ μὲν γὰρ, φησὶ, χειρὶ κόφινον ἐβάσταζον ἢ λίθον, τῇ δὲ μιᾷ μάχαιραν, εἰς τὸ οἰκοδομεῖν καὶ πολεμεῖν ἑαυτοὺς διαιροῦντες, καὶ μετὰ ἀσπίδων τοὺς χάλικας συνεφόρουν. Ἐπειδὴ γὰρ ἄτειχος ἦν ἡ πόλις καὶ γεγυμνωμένη, τὰς ἀθρόους καὶ παρ' ἐλπίδα τῶν πολεμίων ἐφόδους καθ' ἑκάστην ὑποπτεύοντες ὥραν, ὡπλισμένοι τὰ τείχη ὕφαινον, καὶ ξίφη, καὶ ἀσπίδες, καὶ μάχαιραι παρέκειντο, καὶ πόῤῥωθεν σκοποί τινες τὴν ἄδηλον αὐτῶν ἀπαγγέλλοντες ἔφοδον, καὶ σαλπίζοντες, εἴποτε ᾔσθοντο αὐτοὺς πόῤῥωθεν ἐπιόντας. Ἀλλὰ κἂν ταῦτα ποιῆτε, φησὶ, καὶ ἄρτον ὀδύνης ἐσθίητε, πάντα εἰκῇ καὶ μάτην ἔσται, ἂν μὴ τὴν ἄνωθεν ἐπισπάσησθε συμμαχίαν. Εἰ δὲ ἐκεῖνοι, πόλιν ἵνα ἀναστήσωσι καὶ τείχη, τοσαύτης ἐδέοντο τῆς ἄνωθεν συμμαχίας· πολλῷ μᾶλλον ἡμεῖς τὴν ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδεύοντες ὁδόν. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί. Ποία αὕτη ἀκολουθία; Πολλὴ μὲν καὶ συνημμένη τοῖς προτέροις. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· ἐὰν μὴ τὰ παρ' ἑαυτοῦ ὁ Θεὸς παράσχῃ, πάντα εἰκῇ· ὅταν δὲ τὰ παρ' ἑαυτοῦ παράσχῃ, τότε καὶ ὕπνος ἡδὺς, τότε καὶ ἄνεσις, καὶ ζωὴ κινδύνων ἀπηλλαγμένη, καὶ ἀσφαλείας γέμουσα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
