Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΛΑʹ ΨΑΛΜΟΝ. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-36
Not analysed yet
Ἀλλαχοῦ μὲν ἀπὸ τῆς μνήμης τῶν προγόνων μόνον ἀξιοῦσι σώζεσθαι· ἐνταῦθα δὲ καὶ τὰ κατορθώματα λέγουσι, καὶ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, ἐπιείκειαν, ταπεινοφροσύνην, πραότητα, ἐν ᾧ μάλιστα ἐθαυμάζετο καὶ Μωϋσῆς. Ἦν γὰρ πραότατος, φησὶ, πάντων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς. Ἀλλά τινες τῶν αἱρετικῶν ἐπιλαμβανόμενοι τῆς πολιτείας αὐτοῦ, καὶ τοῦ εἰρημένου, φασί· Τί λέγεις; πραότατος ἐκεῖνος ὁ λὰξ ἐναφεὶς τῷ Αἰγυπτίῳ, καὶ ἀνελών; ὁ τοὺς Ἰουδαίους ἐμφυλίων ἐμπλήσας αἱμάτων καὶ πολέμων; ὁ συγγενικοὺς κελεύσας ἐργάσασθαι φόνους; ὁ τὴν γῆν εὐχῇ διελὼν, καὶ κεραυνοὺς ἄνωθεν ἐνεγκὼν, καὶ τοὺς μὲν καταποντίσας, τοὺς δὲ καταφλέξας; οὗτος εἰ πρᾶος ἦν, τίς ὀργίλος καὶ σκληρός; Παῦσαι, μὴ περιττὰ φθέγγου. Ὅτι πρᾶος ἦν, καὶ πάντων ἀνθρώπων πραότατος, καὶ λέγω, καὶ οὐκ ἀποστήσομαι ταῦτα λέγων, καὶ εἰ βούλεσθε οὐχ ἑτέρωθεν, ἀλλ' ἀπ' αὐτῶν τούτων τῶν εἰρημένων δεῖξαι πειράσομαι αὐτοῦ τὴν πραότητα. Καίτοι γε ἐνῆν λέγειν τὰ περὶ τῆς ἀδελφῆς εἰρημένα αὐτῷ πρὸς τὸν Θεὸν, τὴν ἱκετηρίαν, ἣν ὑπὲρ τοῦ ἔθνους ἀνέθηκε, πάντα τὰ ῥήματα ἐκεῖνα τὰ ἀποστολικὰ, καὶ τῶν οὐρανῶν ἄξια, τὴν ἐπιείκειαν μεθ' ἧς τῷ δήμῳ διελέγετο. Ἐνῆν καὶ ταῦτα λέγειν, καὶ ἕτερα τούτων πλείονα ἀπαριθμεῖν· ἀλλ' εἰ βούλεσθε, ταῦτα παρέντες, φέρε ἀπ' αὐτῶν τούτων τῶν ἔμπροσθεν εἰρημένων παρὰ τῶν ἐχθρῶν δείξωμεν, ὅτι πραότατος ἦν, ἀφ' ὧν βαρὺν καὶ σκληρὸν καὶ ὀργίλον αὐτὸν εἶναι νομίζουσί τινες. Πῶς οὖν δείξομεν; Εἰ πρότερον διακρίναιμεν, καὶ ὁρισαίμεθα, τί ποτέ ἐστι πραότης, καὶ τί τραχύτης. Οὐδὲ γὰρ τὸ πλήττειν, τραχύτητος ἁπλῶς, οὐδὲ τὸ φείδεσθαι, πραότητος· ἀλλὰ πρᾶος ἐκεῖνός ἐστιν, ὁ τὰ εἰς ἑαυτὸν πλημμελήματα φέρειν δυνάμενος, καὶ ὁ τοῖς ἀδικουμένοις ἀμύνων, καὶ σφοδρὸς ἔκδικος τῶν ἐπηρεαζομένων γινόμενος· ὡς ὅ γε μὴ τοιοῦτος, νωθὴς, καὶ ὑπνηλὸς, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, οὐ πρᾶος, οὐδὲ ἐπιεικής. Τὸ παρορᾷν ἀδικουμένους, τὸ μὴ ἀλγεῖν ὑπὲρ τῶν ἀδικουμένων, μηδὲ θυμοῦσθαι τοῖς ἐπηρεάζουσιν, οὐκ ἀρετῆς, ἀλλὰ κακίας· οὐκ ἄρα πραότητος, ἀλλὰ νωθείας. Ὥστε αὐτὸ δὴ τοῦτο δείκνυσιν αὐτοῦ τὴν πραότητα, καὶ ὅτι οὕτως ἦν θερμὸς, ὡς καὶ προπηδᾷν, ἐν οἷς ἑτέρους ἀδικουμένους ἑώρα, κατέχειν οὐ δυνάμενος τὴν ὑπὲρ τοῦ δικαίου ἀγανάκτησιν· ἡνίκα γοῦν αὐτὸς κακῶς ἔπασχεν, οὔτε ἠμύνατο, οὔτε ἐπεξῄει, ἀλλ' ἔμεινε φιλοσοφῶν διηνεκῶς. Εἰ δὲ τραχὺς ἦν, καὶ ὀργίλος, οὐκ ἂν ὑπὲρ ἑτέρων ὁ οὕτω ζέων καὶ διαθερμαινόμενος, ὑπὲρ τῶν αὐτοῦ ἂν κατεδέξατο ἡσυχάσαι, ἀλλὰ πολὺ μᾶλλον τότε ἂν ἐξηγριώθη. Ἴστε γὰρ, ὅτι μᾶλλον ἐπὶ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις ἀλγοῦμεν. Ἐκεῖνος δὲ τῶν μὲν ἄλλων πασχόντων κακῶς, αὐτῶν οὐκ ἔλαττον τῶν πασχόντων ἠμύνετο· τὰ δὲ εἰς αὐτὸν γινόμενα πλημμελήματα μετὰ πολλῆς παρέτρεχε τῆς καρτερίας, ἐν ἑκατέροις ἄκρος ὢν, καὶ τῷ μὲν τὸ μισοπόνηρον, τῷ δὲ τὸ μακρόθυμον ἐπιδεικνύμενος. Ἀλλὰ τί ποιεῖν ἐχρῆν, εἰπέ μοι; περιορᾷν τὴν ἀδικίαν γινομένην, καὶ εἰς τὸ πλῆθος ἐκβαῖνον τὸ κακόν; Ἀλλ' οὐκ ἦν τοῦτο δημαγωγοῦ, οὐδὲ μακροθύμου τινὸς καὶ ἀνεξικάκου, ἀλλὰ νωθροῦ καὶ ἀναπεπτωκότος. Σὺ δὲ ἰατρῷ μὲν οὐκ ἐγκαλεῖς τὴν σηπεδόνα βαδίζουσαν κατὰ παντὸς τοῦ σώματος προαναστέλλοντι τῇ τομῇ, ἐκεῖνον δὲ τραχύτατον εἶναι φῂς, τὸν νόσον πολλῷ σηπεδόνος χαλεπωτέραν κατὰ παντὸς ῥέουσαν τοῦ δήμου βουληθέντα ἀναχαιτίσαι πληγῇ τραχυτέρᾳ; Ἀλλὰ ταῦτα ἀγνώμονος δικαστοῦ. Τὸν γὰρ προστάτην δήμου τοσούτου, καὶ ἔθνος οὕτω σκληρὸν ἄγοντα, καὶ τραχὺ καὶ δυσήνιον, ἐν προοιμίοις ἀναστέλλειν ἐχρῆν, καὶ ἐκ προθύρων ἀνακόπτειν, ὥστε μὴ περαιτέρω προβαίνειν τὸ δεινόν. Ἀλλὰ κατέδυσε, φησὶ, Δαθὰν, καὶ Ἀβειρών. Τί λέγεις; καὶ ἔδει περιιδεῖν ἱερωσύνην πατουμένην, καὶ Θεοῦ νόμους ἀνατρεπομένους, καὶ τὸ συνέχον ἅπαντα διαλυόμενον, λέγω δὴ τὸ τῆς ἱερωσύνης ἀξίωμα, καὶ πᾶσι βατὰ ποιῆσαι τὰ ἄδυτα, καὶ ἀπὸ τῆς περὶ τούτους ῥᾳθυμίας προθεῖναι τοῖς βουλομένοις τοὺς ἱεροὺς καταπατεῖν περιβόλους, καὶ πάντα ἄνω καὶ κάτω γίνεσθαι; Ἀλλὰ ταῦτα μάλιστα πραότητος οὐκ ἦν, ἀλλὰ ἀπανθρωπίας καὶ ὠμότητος, τὸ περιιδεῖν τοσοῦτον κακὸν αὐξόμενον, καὶ φειδόμενον διακοσίων, ἀπολέσαι μυριάδας τοσαύτας. Εἰπὲ γάρ μοι, ὅτε ἐκέλευσε σφάξαι τοὺς προσήκοντας, τί ποιῆσαι ἐχρῆν, ὀργιζομένου Θεοῦ, τῆς ἀσεβείας αὐξομένης, οὐδενὸς ὄντος τοῦ δυναμένου τῆς ὀργῆς αὐτοὺς ἐξαρπάσαι; ἀφεῖναι τὴν ἐκ τῶν οὐρανῶν πληγὴν ἐπὶ τὰς φυλὰς ἁπάσας ἐνεχθῆναι, καὶ πανωλεθρίᾳ παραδοῦναι τὸ γένος, καὶ μετὰ τῆς κολάσεως περιιδεῖν καὶ τὴν ἁμαρτίαν ἀνίατον γινομένην; ἢ τιμωρίᾳ καὶ φόνῳ σωμάτων ὀλίγων τό τε ἁμάρτημα ἀνελεῖν, τήν τε ὀργὴν ἀναχαιτίσαι, τόν τε Θεὸν ἵλεω καταστῆσαι τοῖς τὰ τοιαῦτα πεπλημμεληκόσιν; Ἂν οὕτως ἐξετάζῃς τὰ τοῦ δικαίου, ὄψει μάλιστα ἐντεῦθεν ὄντα αὐτὸν πραότατον.