Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΡΛϛʹ ΨΑΛΜΟΝ. Ὑπὲρ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-39
Not analysed yet
Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως, πολὺς ὁ ἔρως τῆς ἐπανόδου. Ἕως μὲν γὰρ εἶχον τὰ ἀγαθὰ ἐν χερσὶν, ἀκκιζόμενοι καὶ ὑβρίζοντες διετέλουν· ἐπειδὴ δὲ ἐξεβλήθησαν αὐτῶν, τότε λοιπὸν ἐν ἐπιθυμίᾳ κατέστησαν. Διὰ γὰρ τοῦτο αὐτοὺς καὶ ἐξέβαλεν, ἵνα αὐτοὺς εἰς πόθον ἀναγάγῃ μείζονα. Καὶ τοῦτο πολλαχοῦ ποιεῖν ὁ Θεὸς εἴωθεν. Ὅταν γὰρ ἐντρυφῶντες αὐτοῦ τοῖς ἀγαθοῖς μὴ αἰσθανώμεθα, ἐν ἐρημίᾳ αὐτῶν ἡμᾶς καθίστησιν, ὥστε τῇ στερήσει σωφρονισθέντας ζητῆσαι πάλιν τὴν ἀπόλαυσιν. Τίνος δὲ ἕνεκεν παρὰ τοὺς ποταμοὺς ἐκάθηντο; Ἅτε αἰχμάλωτοι ὄντες, καὶ ἀπὸ πολεμίας εἰλημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ἕτερος, Κιθάρας ἡμῶν. Ἄλλος, Λύρας. Καὶ τίνος ἕνεκεν τὰ ὄργανα ἐπήγοντο εἰς αἰχμαλωσίαν ἀπιόντες, καὶ οὐ μέλλοντες αὐτοῖς χρῆσθαι; ᾨκονόμητο καὶ τοῦτο ὑπὸ Θεοῦ, ὥστε καὶ ἐπὶ τῆς ἀλλοτρίας ἔχειν ὑπομνήματα τῆς πολιτείας τῆς προτέρας, καὶ μᾶλλον αὐτοὺς δάκνεσθαι ὁρῶντας τὰ σύμβολα τῆς θρησκείας ἐκείνης. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Οὐ μικρὰ καὶ ἐντεῦθεν ἐκέρδαινον ἐν τῷ τοὺς βαρβάρους ἐπικεῖσθαι, καὶ τῶν ᾀσμάτων ἐπιθυμεῖν ἀκούειν τῶν παρ' αὐτῶν. Ὅρα δὲ κἀντεῦθεν πόσην ἀπὸ τῆς αἰχμαλωσίας ἐδέξαντο τὴν διόρθωσιν. Οἱ γὰρ ἐξορχησάμενοι, καὶ τῆς οἰκείας ἀποσκιρτήσαντες λατρείας, καὶ παντὶ τρόπῳ τὰ νόμιμα καταπατήσαντες, τοσαύτῃ ἀκριβείᾳ κέχρηνται ἐπὶ τῆς ἀλλοτρίας, ὡς καὶ τῶν βαρβάρων ἐπικειμένων, καὶ ἀπειλούντων, καὶ πανταχόθεν περιστοιχιζόντων αὐτοὺς, καὶ ἐπιθυμούντων ἀκοῦσαι, μηδὲ οὕτως χαρίσασθαι αὐτῶν τῇ ἐπιθυμίᾳ, ἀλλὰ προτιμῆσαι τὸν νόμον, καὶ διατηρῆσαι μετὰ ἀκριβείας. Τὸ δὲ, Οἱ ἀπαγαγόντες, ἕτερος εἶπεν, Οἱ καταλαζονευόμενοι ἡμῶν, μονονουχὶ τοῦτο δηλῶν· Οἱ πρὸ τούτου ἐπεμβαίνοντες, καὶ κατεξανιστάμενοι, οὕτω τῷ χρόνῳ γεγόνασι πρᾶοι καὶ ἐπιεικεῖς καὶ ἥμεροι, ὡς καὶ τῶν ᾠδῶν ἐπιθυμεῖν ἀκούειν τῶν ἡμετέρων. Ἀλλ' ὅμως οὐκ ἐνέδωκαν οὗτοι. Εἶδες πῶς ἰσχυροὺς ἡ θλίψις ἐργάζεται; πῶς κατανενυγμένους ποιεῖ; πῶς συντρίβει τὴν διάνοιαν; Καὶ γὰρ ἔκλαιον, καὶ τὸν νόμον διετήρουν, καὶ οἱ τῶν προφητῶν δακρυόντων γελῶντες, καὶ κωμῳδοῦντες, καὶ χλευάζοντες, οὗτοι νῦν μηδενὸς ὑπομιμνήσκοντος αὐτοὺς πρὸς δάκρυα ἐτρέποντο, καὶ ἐθρήνουν. Ἐκ τούτου καὶ οἱ πολέμιοι τὰ μεγάλα ἐκέρδαινον. Καὶ γὰρ ἑώρων αὐτοὺς οὐ τῇ αἰχμαλωσίᾳ πιεζομένους, οὐδὲ τὴν δουλείαν θρηνοῦντας, οὐδὲ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν, ἀλλὰ τὸ τῆς οἰκείας ἐκπεσεῖν λατρείας. Διὰ τοῦτο προστίθησιν· Ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Καὶ γὰρ οὐχ ἁπλῶς θρηνοῦσιν, ἀλλ' ἔργον τοῦτο ποιοῦνται. Διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγεν, Ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, δηλονότι, διὰ τοῦτο συνηδρεύσαμεν, ὥστε κινῆσαι θρήνους καὶ ὀλολυγάς. Τίνος δὲ ἕνεκεν οὐκ ἐφεῖτο ᾄδειν ἐπὶ τῆς ἀλλοτρίας; Ὅτι οὐκ ἔδει βέβηλα ὦτα ἀκούειν τῶν ἀποῤῥήτων ἐκείνων. Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, Τουτέστιν, οὐκ ἐφεῖται ἡμῖν ᾄδειν. Εἰ γὰρ καὶ τῆς πατρίδος ἐξεπέσομεν, ἀλλὰ τὸν νόμον μένομεν διατηροῦντες, καὶ τὴν ἀκρίβειαν αὐτοῦ διαφυλάττοντες. Ὥστε κἂν τῶν σωμάτων κρατῆτε, τῆς γνώμης οὐ περιέσεσθε. Εἶδες φιλόσοφον ψυχὴν γινομένην ἀπὸ τῆς θλίψεως, καὶ ὑψηλοτέραν τῶν δεινῶν; Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου. Ὅρα κἀντεῦθεν πολλὴν τὴν μεταβολήν. Καὶ γὰρ οἱ καθ' ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι τῆς πόλεως ἐκπεσοῦνται, καὶ οὐ φροντίζοντες, ἑαυτοῖς ἐπαρῶνται νῦν, εἰ ἐπιλάθωνται αὐτῆς. Τί δέ ἐστιν, Ἐπιλησθείη ἡ δεξιά μου; Ἡ ἰσχύς μου, φησὶν, ἡ δύναμίς μου ἐπιλάθοιτό μου, καὶ γενοίμην ἄφωνος ἀπὸ τοῦ μεγέθους τῶν κακῶν, Ἐὰν μή σου μνησθῶ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τί ἐστιν, Ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλήμ; Οὐχ ἁπλῶς σου μνημονεύσω, φησὶν, ἐν τοῖς ἄλλοις, ἀλλὰ καὶ ἐν τοῖς ὕμνοις, καὶ ἐν ταῖς ᾠδαῖς. Τὸ δὲ, Προανατάξωμαι, προανακρούσωμαί ἐστι· σφόδρα ποθούντων ῥῆμα φθεγγόμενοι, μᾶλλον δὲ ἐρώντων, καὶ ἐκκαιομένων περὶ αὐτήν. Ἀκούωμεν πάντες ταῦτα, καὶ παιδευώμεθα. Καθάπερ γὰρ οὗτοι ἐκπεσόντες, τότε ζητοῦσιν αὐτήν· οὕτω καὶ ἡμῶν πολλοὶ τοῦτο πείσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῆς ἄνω Ἱερουσαλὴμ ἐκπίπτοντες. Ἀλλ' οὗτοι μὲν ἐκπεσόντες ἐλπίδας ἔσχον ἐπανόδου, ἡμᾶς δὲ ἐκπεσόντας οὐκ ἔνι πάλιν ἐπανελθεῖν. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησὶ, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Διὸ δὴ ἀκριβέστερον δεῖ τοῖς καθ' ἡμᾶς αὐτοὺς προσέχειν, καὶ τὸν παρόντα βίον οὕτως οἰκονομεῖν, ὥστε μὴ γενέσθαι αἰχμαλώτους μηδὲ ἀλλοτρίους, μηδὲ ξένους τῆς μητροπόλεως ἐκείνης. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, Ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς. Ἕτερος, Τοῖς υἱοῖς Ἐδώμ. Καὶ τοῦτο τὸ ῥῆμα ἐκκαιομένων περὶ τὴν πόλιν. Ὃ δὲ λέγουσι, τοῦτό ἐστιν· Ἀπαίτησον δίκην τοὺς οὐ βουληθέντας στῆναι μέχρι τῆς ἁλώσεως, μηδὲ κορεσθέντας τῇ κατασκαφῇ, ἀλλ' ἐφισταμένους καὶ λέγοντας· Κατασκάπτετε ἕως ἂν ᾖ θεμέλιος ἐν αὐτῇ. Ἐπεθύμουν γὰρ μηδὲ τὰ βάθρα αὐτὰ μεῖναι τῆς πόλεως, ἀλλὰ καὶ τοὺς θεμελίους αὐτῆς ἀνασπασθῆναι.