# Expositiones in Psalmos 1.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-4

Ἔδει μὲν οὕτως ἀκριβῶς τῶν Γραφῶν καὶ τῶν ἱστοριῶν εἰδέναι τὴν γνῶσιν, ὡς μὴ δεῖσθαι ἡμᾶς μακροτέρου λόγου πρὸς τὴν τούτων διδασκαλίαν· ἐπειδὴ δὲ οἱ μὲν ὑπὲρ βιωτικῶν πραγμάτων ἀσχολούμενοι, οἱ δὲ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδιδόντες, ἀνήκοοι τούτων εἰσὶν, ἀνάγκη πρὸς τὸ μῆκος τὸν λόγον ἐξαγαγεῖν, τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ λέγοντας. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας. Τίς οὖν ἐστιν ἡ ὑπόθεσις; Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ. Ἄλλος· Ψαλμὸς ὑπὲρ ἀγνοίας τῷ Δαυΐδ. Ἄλλος· Ἀγνόημα τῷ Δαυΐδ· καὶ ἀντὶ τοῦ «Χουσὶ,» Αἰθίοπός φησιν Ἀλλὰ καὶ οὕτως ἀσαφῆ τὰ εἰρημένα, τῷ τὴν ἱστορίαν ὑμᾶς ἀγνοεῖν. Ἐπειδὴ δὲ οὐκ ἐγκαλεῖν δεῖ μόνον, ἀλλὰ καὶ διδάσκειν, ἀναγκαῖον ἅψασθαι τοῦ διηγήματος. Τίς οὖν ὁ Χουσὶ οὗτος ὁ υἱὸς Ἰεμενεῖ, καὶ τίνες οἱ λόγοι αὐτοῦ, ὑπὲρ ὧν ᾖσε τῷ Θεῷ τὴν ᾠδὴν ταύτην ὁ Δαυῒδ, ἐντεῦθεν ἤδη λεκτέον, εἰς ἀρχὴν ἀνάγοντα τὸν λόγον. Ἀβεσσαλὼμ υἱὸς ἐγένετο τῷ Δαυῒδ, νέος ἀκόλαστος καὶ διεφθαρμένος· οὗτος ἐπανέστη ποτὲ τῷ πατρί· καὶ τῆς βασιλείας αὐτὸν, καὶ τῆς οἰκίας, καὶ τῆς πατρίδος ἐκβαλὼν, αὐτὸς ἀντ' ἐκείνου κατέσχεν ἅπαντα, καὶ οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὐ τὴν ἡλικίαν, οὐ τὰ προλαβόντα ᾐδεῖτο· ἀλλ' οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου. Καὶ γὰρ πάντα ἀνετρέπετο τότε, φύσεως ὅροι, ἀνθρώπων αἰδὼς, ἡ πρὸς Θεὸν εὐλάβεια, φιλανθρωπία καὶ ἔλεος, τροφείων ἀμοιβαὶ, καὶ ἡ πρὸς τὸ γῆρας αἰδώς. Εἰ γὰρ καὶ μὴ ὡς πατέρα αἰδεσθῆναι ἠβούλετο, ὡς γεγηρακότα ἐχρῆν· εἰ δὲ καὶ τῆς πολιᾶς ἠμέλει, ὡς εὐεργέτην αἰσχύνεσθαι· εἰ δὲ μηδ' οὕτως, ὡς μηδὲν ἠδικηκότα· ἀλλ' ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδῶ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε. Καὶ ὁ μὲν μακάριος οὗτος, καὶ γεννησάμενος, καὶ ἀναθρεψάμενος. ἀλήτης καὶ φυγὰς κατὰ τὴν ἔρημον ἐπλανᾶτο, καθάπερ μετανάστης, ἐν ὑπερορίᾳ, καὶ τοῖς ἐντεῦθεν πιεζόμενος κακοῖς· ἐκεῖνος δὲ ἐνετρύφα τοῖς τοῦ πατρὸς ἀγαθοῖς. Τῶν τοίνυν πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ' ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τοῦ Δαυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ· καὶ ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσατο τέφραν, ἀνῴμωξε πικρὸν καὶ ἐλεεινόν· καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν. Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος, οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς· διὰ τοῦτο, τῆς ἀρχῆς μεταπεσούσης, τὴν φιλίαν οὐ μετέβαλεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ Δαυῒδ ταῦτα ποιοῦντα, φησὶ πρὸς αὐτόν· Φίλου μὲν καὶ ταῦτα καὶ γνησίως πρὸς ἡμᾶς διακειμένου· ὀνήσει δὲ οὐδὲν ἡμᾶς, ἀλλὰ δεῖ τι βουλεύσασθαι καὶ σκοπῆσαι, ὅπως ἂν λυθῇ τὰ καταλαβόντα δεινὰ, καὶ ἀπαλλαγήν τινα εὕροιμεν τῶν συμφορῶν. Ταῦτα εἰπὼν, εἰσηγεῖται γνώμην ἐκείνῳ τοιαύτην· Ἀπελθὼν πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον. Ὁ δὲ Ἀχιτόφελ οὗτος τοῦ τυράννου τότε ἐκράτει, δεινὸς μὲν ὢν τὰ πολεμικὰ, δεινὸς δὲ καὶ στρατηγῆσαι ἐν πολέμῳ καὶ μάχῃ· διὸ καὶ τοῦ τυράννου μᾶλλον αὐτὸν ὁ Δαυῒδ ἐδεδοίκει· οὕτως ἦν δεινὸς ἐν ταῖς γνώμαις ὁ ἀνήρ. Ταῦτα ἀκούσας ἐκεῖνος ἐπείσθη, καὶ οὐδὲν μικρόψυχον ἐλογίσατο, οὐδὲ ἄνανδρον, οὐδὲ εἶπε· Τί δὲ ἂν ἁλῶ; τί δὲ ἂν ἀποκαλυφθῇ μοι τὸ προσωπεῖον; τί δὲ ἂν φωραθῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως; δεινὸς ὁ Ἀχιτόφελ· ἴσως καὶ τοῦτο ἐλέγξει, καὶ ποιήσει κατάφωρον, καὶ ἀπολοῦμαι εἰκῆ καὶ μάτην. Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐπεπήδησε τοῦ τυράννου, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους. Ταῦτά μοι εἴρηται, οὐχ ἵνα ἐπαινέσωμεν μόνον, ἀλλ' ἵνα καὶ τὰ ἀλγεινὰ, καὶ ὅσα πέπονθεν ὁ Δαυῒδ καταμάθωμεν, καὶ ὅσα ἕτερα ἀπὸ τῆς ἱστορίας δυνατὸν καρπώσασθαι κέρδη, καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν. Ἰδοὺ γὰρ, ὃ συνεχῶς ἐπιζητεῖται παρὰ τῶν πολλῶν, διὰ τί δίκαιοι θλίβονται, πονηροὶ δέ εἰσιν ἐν ἀνέσει, τοῦτο ἐνταῦθα ἔστιν εὑρεῖν. Ὁ μὲν γὰρ δίκαιος ἐν συμφοραῖς ἦν· ὁ δὲ μιαρὸς, καὶ πατραλοίας, καὶ τῆς φύσεως αὐτῆς ἐχθρὸς καὶ πολέμιος, ἐν εὐπραγίᾳ καὶ βασιλικαῖς αὐλαῖς· ἀλλ' οὔτε ἐκεῖνος ἐντεῦθεν ἐκέρδαινέ τι, οὔτε ὁ ἅγιος οὗτος ἐβλάπτετο· ἀλλ' ὁ μὲν ἐγίνετο μείζοσι θλίψεσιν ὑπεύθυνος· ὁ δὲ λαμπρότερον διέλαμπε, καθάπερ χρυσὸς ἐν καμίνῳ, τῇ θλίψει καθαρώτερος γινόμενος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
