Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΛΖʹ ΨΑΛΜΟΝ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-40
Not analysed yet
Πολλάκις ὑμῖν περὶ τούτου διελέχθην. Διόπερ αὐτὸ παρελθόντες, ἐπὶ τὸ ἐχόμενον αὐτοῦ ἥξομεν. Τί δὲ τοῦτό ἐστι, Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι; Ὅπερ ἕτερος εἶπεν ἑρμηνευτὴς, Παῤῥησίᾳ, ὁ Θεὸς, ᾄσω σε. Ἄλλος, Ἔναντι θεῶν μελῳδήσω σοι. Ἂν μὲν οὖν τοὺς ἐν οὐρανοῖς ἀγγέλους λέγῃ, τοιοῦτόν ἐστι τὸ λεγόμενον, ὅτι Μετὰ ἀγγέλων ᾄδειν βιάσομαι, καὶ φιλονεικήσω τὴν ἅμιλλαν πρὸς αὐτοὺς θέσθαι, καὶ συγχορεῦσαι ταῖς ἄνω δυνάμεσιν. Εἰ γὰρ καὶ τῇ φύσει διέστηκα, ἀλλ' ὅμως τῇ προθυμίᾳ ἁμιλλήσομαι μετ' ἐκείνων στῆναι. Εἰ δὲ κατὰ τὴν ἑτέρων ἔκδοσιν ἐκλάβωμεν τὸ εἰρημένον, δοκεῖ μοι περὶ τῶν ἱερέων τοῦτο εἰπεῖν. Ἔθος γὰρ τῇ Γραφῇ καὶ ἄγγελον καλεῖν τὸν ἱερέα καὶ θεόν· νῦν μὲν λέγουσα· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· νῦν δὲ, Χείλη ἱερέων φυλάξεται κρίσιν, καὶ ἐκ στόματος αὐτοῦ ζητήσουσι δικαιοσύνην, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Ἂν τοίνυν τοῦτο ἐκλαβεῖν ᾖ, ἐκεῖνο νοεῖν δεῖ, ὅτι Μετὰ τῶν ἱερέων, παρόντων αὐτῶν, μετὰ τῆς προσηκούσης εὐταξίας καταρχομένων ἐκείνων προηγουμένων ἕψομαι, καὶ ἀκολουθήσω, καὶ ᾄσω σοι· Ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου. Εἶδες εὐχαριστίαν πολλήν; εἶδες προσοχὴν ἐπιτεταμένην; Οὐ καθάπερ ἔνιοι τῶν χαύνων καὶ διαλελυμένων, πρὶν ἢ μὲν λαβεῖν σφοδροί τινές εἰσι, μετὰ δὲ τὸ λαβεῖν ἀναπεπτωκότες· ἀλλ' οὗτος καὶ πρὶν ἢ λαβεῖν ἐπίκειται, καὶ μετὰ τὸ λαβεῖν μένει διηνεκῶς εὐχαριστῶν. Ἐντεῦθεν δὲ δείκνυται, ὅτι καθαρὰν καὶ ἀρίστην ἐποιεῖτο τὴν εὐχὴν, ἐκ τοῦ ἀκουσθῆναι παρὰ τοῦ Θεοῦ. Τοῦτο γὰρ μάλιστα ἀκούεσθαι ποιεῖ, ὅταν κατὰ γνώμην αὐτῷ ἡ εὐχὴ γένηται. Ὥστε καὶ τοῦ ἀκουσθῆναι ἡμεῖς κύριοι. Ὅταν γὰρ ταῦτα αἰτῶμεν, ἃ τὸν Θεὸν ἄξιον δοῦναι, ὅταν μετὰ προθυμίας, ὅταν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν παρέχωμεν, ἀκούει καλούμενος, καὶ τὸ αἰτούμενον πληροῖ. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ τὸ δύνασθαι ἐπιβαίνειν ναοῦ, καὶ ἐπιβαίνοντα μετὰ καθαροῦ συνειδότος προσκυνεῖν. Οὐ γὰρ δὴ τὸ κάμψαι γόνατα, οὐδὲ τὸ εἰσελθεῖν τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλὰ τὸ μετὰ διανοίας θερμῆς καὶ γνώμης συντεταμένης, τὸ μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ ἔνδον εἶναι· ὥσπερ οὐδὲ μικρὸν ἀξίωμα τὸ προσκυνεῖν τὸν ἐπὶ πάντων Θεὸν, ὡς χρὴ προσκυνεῖν. Εἰ γὰρ ἐπὶ τῶν βασιλέων ἐν ἀξιώματος τοῦτο κεῖται μέρει, πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ. Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου. Τί ἐστι τοῦτο; Εὐχαριστήσω σοι, φησὶν, ὅτι πολλῆς ἀπέλαυσα τῆς κηδεμονίας. Οὐ γὰρ ἀπὸ τῶν οἰκείων κατορθωμάτων ἔλαβον τὸ ἀπολαβεῖν τὴν πατρίδα, καὶ τὸν ναὸν ἰδεῖν, ἀλλ' ἀπὸ τοῦ ἐλέους σου καὶ τῆς φιλανθρωπίας σου. Ἐπὶ τούτοις σε προσκυνήσω, ἐπὶ τούτοις ἐξομολογήσομαί σοι, ὅτι ἄξιον ὄντα κολάσεως καὶ τιμωρίας, καὶ διηνεκῶς ἐν ἀλλοτρίᾳ διατρίβειν ὄντα δίκαιον, ταχέως ἐπανήγαγες. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐ διὰ τὰς εὐεργεσίας εὐχαριστήσω μόνον, ἀλλὰ καὶ δι' αὐτὴν τὴν δόξαν τὴν ἄφατον, καὶ τὴν μεγαλωσύνην τὴν ἄπειρον, καὶ τὴν φύσιν τὴν ἄῤῥητον. Ἐμεγάλυνας γὰρ, φησὶν, ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου· τουτέστι, διὰ τῶν εὐεργεσιῶν, διὰ τῶν στοιχείων, διὰ τῶν ἐν οὐρανοῖς, διὰ τῶν ἐν γῇ, διὰ τῶν κολάσεων, διὰ τῶν εἰς τοὺς πολεμίους, διὰ τῶν εἰς τοὺς οἰκείους. Οὐκ ἔστι γὰρ οὐδὲν μέρος τῆς κτίσεως τῆς ἄνω, τῆς κάτω, ὃ μὴ φωνὴν ἀφίησι σάλπιγγος λαμπροτέραν, ἀνακηρύττουσαν τοῦ ὀνόματός σου τὴν μεγαλωσύνην. Κἂν ἀγγέλους τοίνυν εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν δαίμονας καὶ τὰ ἀναίσθητα στοιχεῖα, κἂν λίθους, κἂν σπέρματα, κἂν ἥλιον, κἂν σελήνην, κἂν γῆν, κἂν πελάγη, κἂν νηκτὰ, κἂν πετεινὰ, κἂν λίμνας, κἂν πηγὰς, κἂν ποταμοὺς, διὰ πάντων μέγα τὸ ὄνομά σου δείκνυται. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου, εἶπεν· Ἐμεγάλυνας γὰρ ὑπὲρ πάντα τὰ ὀνόματά σου τὴν ῥῆσίν σου. Ἄλλος, Τὸ λόγιόν σου, Ἐν ᾗ ἂν ἡμέρα ἐπικαλέσομαί σε, ταχὺ ἐπάκουσόν μου. Ἄλλος, Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπεκαλεσάμην σε, ἐπηκουσάς μου. Τοῦτο γὰρ καὶ ὁ Θεὸς ἐπηγγείλατο, λέγων· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσῃ με, εἰσακούσομαί σου, καὶ ἐρῶ, Ἰδοὺ λαλοῦντός σου πάρειμι. Καὶ αὐτὸς δὲ τοῦτο αἰτεῖ. Τοιαῦται γὰρ αἱ ὀδυνώμεναι ψυχαί· ταχίστην βούλονται τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἰδεῖν. Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. Ἄλλος, Συν έστης τῇ ψυχῇ μου δυνάμεις. Καὶ γὰρ τὸ πρότερον, ἀντὶ τοῦ, Εἰσάκουσόν μου, Ἐπήκουσάς μου, ἕτερος ἔφη. Τί οὖν ἐστι τὸ εἰρημένον; Μετέωρα λέγεται τὰ ὑψηλὰ, παρὰ τὸ αἴρεσθαι, καὶ μετεωρισμοὶ θαλάττης τὰ κύματα αὐτῆς καὶ τὰ ὑψώματα, παρὰ τὸ αἴρεσθαι. Τὸ τοίνυν, Πολυωρήσεις, ἐστὶν, Ἐπαρεῖς με, ὑψώσεις με. Τοῦτο καὶ ἀλλαχοῦ τέθεικε, λέγων· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων· τουτέστιν, Ἐπῆρας, ὕψωσας. Οὕτω καὶ τὸ, Πολυωρήσεις με, εἶπεν, ἵνα δηλώσῃ, ὅτι Ἐμπλήσεις με εὐφροσύνης πολλῆς, καὶ μετέωρον ἐργάσῃ μου τὴν ψυχὴν, καὶ τὸ πάντων μεῖζον, οὐκ ἀφήσεις μου τὸν μετεωρισμὸν τοῦτον καὶ τὴν εὐφροσύνην ταύτην σαθρὰν γενέσθαι, ἀλλὰ δυνατὴν καὶ ἰσχυρὰν, βεβαίαν τε καὶ ἀκίνητον. Τοῦτο γάρ ἐστι τὸ, Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου.