# Expositiones in Psalmos 1.1-41

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-41

Τί λέγεις; μετὰ τὸ δοκιμάσαι οἶδεν ὁ Θεὸς, πρὸ δὲ δοκιμάσαι οὐκ οἶδεν; Οὐχὶ, μὴ γένοιτο. Πῶς γὰρ, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; ἀλλὰ τὸ, Ἐδοκίμασάς με, Ἀκριβῶς ἐπίστασαί με, ἐστίν. Ὥσπερ γὰρ ὁ Ἀπόστολος, ὅταν λέγῃ, ὅτι ἐρευνᾷ τὰς καρδίας, οὐκ ἄγνοιαν ἐμφαίνων, ἀλλὰ τὴν ἀκριβῆ εἴδησιν, λέγει· οὕτω δὴ καὶ οὗτος λέγων, Ἐδοκίμασάς με, τὴν γνῶσιν τὴν σαφεστάτην δηλοῖ, τουτέστιν, Ἀκριβῶς ἐπίστασαί με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Καθέδραν καὶ ἔγερσιν τὸν βίον ἅπαντά φησιν· ἐν γὰρ τούτοις ἡμῖν ὁ βίος· τὰς πράξεις, τὰς ἐνεργείας, τὰς εἰσόδους, τὰς ἐξόδους. Εἶτα ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ἐδοκίμασάς με, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι ἀπὸ δοκιμῆς οἶδεν, ἢ ἀπὸ πείρας πραγμάτων, διὰ τὸ εἰπεῖν, Ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, ὅρα πῶς αὐτὸ διορθοῦται διὰ τῆς ἐπαγωγῆς, ἧς ἐπήγαγε λέγων, Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι οὐχὶ δοκιμασίᾳ οἶδεν, οὐδὲ δεῖται τοῦ δοκιμάσαι, ἀλλὰ προγνωστικῇ δυνάμει πάντα ἐπίσταται. Ὁ γὰρ λογισμοὺς εἰδὼς ἐν τῷ νῷ κειμένους, οὐ δεῖται τῆς διὰ τῶν ἔργων δοκιμασίας. Ἄλλως δὲ οὐδὲ κινουμένους μόνον ἐν τῷ νοῒ οἶδεν, ἀλλὰ καὶ πρὶν ἢ κινηθῆναι· καὶ οὐδὲ ἁπλῶς πρὶν ἢ κινηθῆναι, ἀλλὰ καὶ πρὸ πολλοῦ τοῦ χρόνου. Διὸ ταῦτα δηλῶσαι βουλόμενος, ἐπήγαγε τὸ, Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Εἰ τοίνυν οἶδεν ὁ Θεὸς καὶ τοὺς διαλογισμοὺς, τίνος ἕνεκεν ἐπάγει τὴν διὰ τῶν ἔργων δοκιμήν; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ' ἵνα τοὺς ὑπομένοντας δοκίμους ἐργάσηται. Ἐπεὶ καὶ τὸν Ἰὼβ ᾔδει πρὸ τῆς πείρας· διὸ καὶ ἐμαρτύρει λέγων· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβής. Ἀλλ' ἐπήγαγε τὴν πεῖραν, ὥστε ἐκεῖνόν τε καρτερικώτερον ἐργάσασθαι, καὶ τοῦ διαβόλου τὴν πονηρίαν ἐλέγξαι, καὶ τοὺς ἄλλους σπουδαιοτέρους διὰ τοῦ παραδείγματος ποιῆσαι. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τοῦ Ἰὼβ τοῦτο πεποίηκεν, ὅπου γε καὶ ἐπὶ τῶν ἁμαρτωλῶν τὸ αὐτὸ ἐργάζεται; Τοὺς γὰρ Νινευΐτας ᾔδει σαφῶς οὐκ ἀξίους ὄντας ἀπολέσαι, ἀλλὰ διὰ τῆς μετανοίας βελτίους ἐσομένους· ἀλλ' ὅμως ἐπάγει καὶ τὴν διὰ τῶν πραγμάτων πεῖραν· καὶ πανταχοῦ πολλὰς ἀποδείξεις παρέχεται τῆς αὑτοῦ κηδεμονίας καὶ τῆς φιλανθρωπίας, οὐκ ἀρκούμενος τῇ αὑτοῦ γνώσει. Διὰ τοῦτο καὶ ὁ Μονογενὴς ἔλεγεν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Ἐπειδὴ γὰρ πολλοὶ παχύτεροι τὴν γνώμην ὄντες, καὶ ἀναίσθητοι, πολλὰ τοιαῦτα φθέγγονται, ὅτι τὸν δεῖνα ἐξελέξατο, καὶ τὸν δεῖνα ἐφίλησε, καὶ τὸν δεῖνα ἐμίσησε, διὰ τοῦτο ὁ μὲν πονηρὸς, ὁ δὲ φαῦλος ἐγένετο· ἀπὸ τῶν πραγμάτων πείθει, τὴν ἑκάστου τούτων διορθούμενος γνώμην, καὶ παράγων εἰς μέσον τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ ἀποφαίνεται μὲν, καὶ πρὸ τῶν πραγμάτων, ὅτι ἐνάρετος ὁ δεῖνα, ἵνα μάθωσιν αὐτοῦ τὴν προγνωστικὴν δύναμιν· ἐπάγει δὲ καὶ τὴν διὰ τῶν πραγμάτων πληροφορίαν, ἵνα μή τις τῶν ἀνοήτων εἴπῃ, ὅτι διὰ τὴν πρόῤῥησιν ὁ δεῖνα τοιοῦτος ἦν. Ὅρα γοῦν καὶ ὁ Παῦλος πῶς τοῦτο δηλοῖ, λέγων· Μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Οὐδὲν γὰρ δεῖται ἀναμεῖναι τῶν ἔργων τὸ τέλος, ἀλλὰ καὶ πρὸ τούτων οἶδεν αὐτὸς τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον ἐσόμενον. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Ὥσπερ καθέδραν καὶ ἔγερσιν τὰς πράξεις λέγει ἀπὸ τῆς κοινῆς συνηθείας· καὶ γὰρ πολλάκις καὶ ἡμεῖς λέγομεν, Οἶδεν ὁ δεῖνα, πῶς κάθηται, πῶς ἐγείρεται, τὴν ἀκριβῆ αὐτοῦ γνῶσιν μαρτυροῦντες· οὕτω τρίβον καὶ σχοῖνον ἐνταῦθα τὴν ζωὴν αὐτοῦ πᾶσαν λέγει. Διὸ καὶ ἐπάγει· Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Καὶ τὸ Ἐξιχνίασας δὲ, οὐ ζητοῦντός ἐστιν, οὐδὲ ἐρευνῶντος, ἀλλ' ἀκριβῶς ἐπισταμένου. Καὶ τοῦτο δεικνὺς ἐπήγαγε, Προεῖδες· τουτέστι, Πρὶν ἢ γενέσθαι οἶδας πάσας τὰς πράξεις τὰς πονηρὰς καὶ τὰς ἀγαθάς. Ὅτι οὐκ ἔστι δόλος, ἐν γλώσσῃ μου. Ἄλλος, Ἑτερολογία. Τοῦτο μέγιστον τεκμήριον ἀρετῆς, τοῦτο κεφάλαιον τῶν ἀγαθῶν, τοῦτο ὃ μάλιστα ὁ Χριστὸς ἐπιζητεῖ λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τὸ ἄκακον, τὸ ἄδολον, τὸ ἄπλαστον καὶ ἀφελὲς αἰνιττόμενος. Διὸ καὶ ἰδιώτας ἐξελέξατο, καὶ ἔλεγεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, ὅτι ἀπέκρυψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ὅρα· οὐκ εἶπεν, ὅτι Ἐδεξάμην, καὶ ἀπέβαλον τὸν δόλον· ἀλλ', ὅτι Οὐδὲ ἐγένετό ποτε, οὐδὲ ἐπέβη τῆς γλώττης τῆς ἐμῆς τουτὶ τὸ νόσημα, ἀλλ' ἄβατος ἡ πονηρία ἀπ' ἐμοῦ αὕτη γέγονεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ ἀρχαῖα. Οὐ τοὺς λογισμοὺς μόνον οἶδας, φησὶν, οὐδὲ τὰς πράξεις μου, οὐδὲ τὰς ὁδούς μου, ἀλλὰ πάντα τὰ γενόμενα καὶ ἐσόμενα. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ἀπὸ τῆς προγνωστικῆς δυνάμεως ἐπὶ τὴν δημιουργικὴν μετέβη, καὶ ἀπὸ τῆς δημιουργικῆς πάλιν ἐπὶ τὴν προγνωστικήν. Οὐ γὰρ δὴ μόνον οὐκ ὄντας ἐποίησεν, ἀλλὰ καὶ γενομένους διακρατεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
