Ancient Greek · ~15 min
ΕΙΣ ΤΟΝ ΡΜϛʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-49
Not analysed yet
Ἀνωτέρω ἐν μὲν τῷ τεσσαρακοστῷ τετάρτῳ καὶ ἑκατοστῷ ψαλμῷ ἔλεγε, Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ πολλὰ περὶ τῆς δόξης αὐτοῦ διαλέγεται· ἐνταῦθα δὲ δείκνυσι καὶ αὐτὸ τὸ αἰνεῖν ὅτι καλὸν, καὶ μυρίων ἀγαθῶν αἴτιον ὁ ψαλμός. Ἀφίστησι γὰρ τὴν διάνοιαν τῆς γῆς, καὶ πτεροῖ τὴν ψυχὴν, κουφίζει καὶ μεταρσίους ποιεῖ. Διὸ καὶ Παῦλος λέγει, ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἕτερος, Ἀλληλούϊα, ὅτι καλὸν ᾠδὴ τῷ Θεῷ. Τί ἐστι, Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις; Εὐπρόσδεκτος γένοιτο, φησίν. Οὐ γὰρ ἀρκεῖ τὸ ψάλλειν ἁπλῶς πρὸς τὸ ἡδυνθῆναι τῷ Θεῷ τὴν αἴνεσιν, ἀλλὰ δεῖ καὶ τοῦ βίου καὶ τῆς προσευχῆς καὶ τῆς ἀκριβείας τοῦ ᾄδοντος. Δοκεῖ δέ μοι οὗτος ὁ ψαλμὸς εἶναι τῆς ἐπανόδου. Καὶ δείκνυσι διὰ τῆς ἐπαγωγῆς. Ἐπάγει γὰρ λέγων Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος· τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Εἰ γὰρ καὶ Κῦρος αὐτοὺς ἀφῆκεν, ἀλλ' οὐ τῆς ἐκείνου γνώμης, ἀλλὰ τῆς τοῦ Θεοῦ ῥοπῆς τὸ πᾶν ἐγίνετο. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ, Οἰκοδομῶν, Οἰκοδομήσει. Τὰς δὲ διασπορὰς, Τοὺς ἐξωσμένους εἶπε. Τί δή ποτε; Ὅτι οὐκ ἀθρόον ἀνήχθησαν πάντες, ἀλλὰ μετὰ τὴν ἐπάνοδον κατὰ μικρὸν συνήγοντο. Ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ἄλλος, Τὰ κατεαγμένα αὐτῶν. Ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παῤῥησίαν οὐκ εἶχεν εἰπεῖν, προβάλλεται πάλιν τὴν συμφορὰν, καὶ τὸ τῷ Θεῷ σύνηθες. Ἔργον γὰρ αὐτῷ, τὸ τοὺς τεταπεινωμένους παρακαλεῖν, καὶ ἴδιον αὐτοῦ τοῦτο· ὥσπερ ὅταν λέγῃ καὶ Παῦλος, Ὁ ζωοποιῶν τοὺς νεκρούς· καὶ πάλιν, Ὁ καλῶν τὰ μὴ ὄντα, ὡς ὄντα, τὸ ἴδιον αὐτοῦ λέγων ἔργον· οὕτω δὴ καὶ ἐνταῦθα οὗτος, Ὁ ἰώμενος τοὺς συντετριμμένους, λέγει, δεικνὺς ὅτι κἂν ἀνάξιοι ὦμεν, ἐπειδὴ ἔργον αὐτοῦ ἐσμεν, τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐγκαταλείψει, τὸ εἰωθὸς αὐτῷ οὐκ ἀφήσει. Οὕτω καὶ Παῦλος, Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς. Καὶ πάλιν· Ὁ διδοὺς τοῖς ὀλιγοψύχοις μακροθυμίαν. Καὶ ὁ αὐτὸς οὗτος προφήτης ἀλλαχοῦ, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ὅταν τοίνυν βουληθῇς παρακλήσεως ἀπολαῦσαι, ταπεινοῦ σαυτὸν, σύντριψόν σου τὴν διάνοιαν. Τοῦτο μὲν οὖν περὶ τῆς βουλήσεως αὐτοῦ, περὶ τῆς χρηστότητος καὶ τῆς φιλανθρωπίας, ὅτι ἔργον αὐτοῦ τοῦτο, τὸ τοὺς ἐν συμφοραῖς παραμυθεῖσθαι· τὸ δὲ ἑξῆς περὶ τῆς δυνάμεως. Ὁ ἀριθμῶν πλήθη ἄστρων· τουτέστιν, ὁ εἰδώς. Ἐπειδὴ γὰρ περὶ πλήθους ἦν διασπαρέντος ὁ λόγος καὶ οὐδαμοῦ φαινομένου τέως, εἰκότως τοῦτο τὸ ὑπόδειγμα εἰς μέσον ἤγαγε, δεικνὺς διὰ τούτου, ὅτι καὶ τοὺς διεσπαρμένους δυνήσεται συναγαγεῖν. Τούς τε γὰρ συντετριμμένους ἔθος αὐτῷ διορθοῦν καὶ παραμυθεῖσθαι, τά τε ἄπειρα πλήθη τῶν ἀστέρων μετὰ ἀκριβείας ἐπίσταται. Οὐκοῦν καὶ ἡμᾶς, οἷς ἐπηγγείλατο κατὰ τὸ πλῆθος ἐκείνων ἔσεσθαι, μετὰ ἀκριβείας συνάξει. Καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Ἄλλος, Τοῖς πᾶσιν ὀνόματα καλῶν. Ἕτερος, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει. Ἡγοῦμαι τοῦτο περὶ τῶν Ἰσραηλιτῶν εἰρῆσθαι, καὶ ταὐτὸ λέγειν τὸν προφήτην, ὅπερ καὶ Ἡσαΐας μετὰ ταῦτα· Μὴ φοβοῦ, Ἰσραήλ· ἐκ τῶν σκοπιῶν τῆς γῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μοι εἶ. Τί ἐστι, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει; Οὐδεὶς αὐτῶν, φησὶν, ἀπολεῖται, ἀλλ' ὥσπερ οἱ κατ' ὄνομα καλοῦντες, οὕτω καὶ αὐτὸς μετὰ ἀκριβείας πάντας συνάξει. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Ἐπειδὴ πρᾶγμα εἶπε μέγιστον, ὅτι τοσαύτας μυριάδας πανταχοῦ τῆς οἰκουμένης διασπαρείσας ἐπισυνάξει, περὶ τῆς δυνάμεως αὐτοῦ λοιπὸν διαλέγεται, καὶ τοὺς σφόδρα θορυβουμένους τῶν Ἰουδαίων εἰς πίστιν ἄγων. Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Μὴ ζήτει τοίνυν πῶς καὶ τίνι τρόπῳ· καὶ γὰρ ἡ μεγαλωσύνη αὐτοῦ ἄπειρος. Διὰ τοῦτο ἔλεγε, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλ' ὥσπερ ἡ μεγαλωσύνη ἄπειρος, οὕτω καὶ ἡ σύνεσις. Διὰ τοῦτο καὶ εἰπὼν, Μέγας ὁ Κύριος ἡμῶν, ἐπήγαγε· Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Καὶ ἡ γνῶσις δὲ αὐτοῦ θαυμαστή· διὸ καὶ ἔλεγεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Καὶ τὰ κρίματα δὲ αὐτοῦ πάλιν ἀνεξερεύνητα· διὸ καὶ ἔλεγε· Τὰ κρίματά σου ἄβυσσος πολλή.