# Expositiones in Psalmos 1.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ἄλλος, Τί μέγα τὸ ὄνομά σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-5

Ἐν τῷ πρὸ τούτου ψαλμῷ ἔλεγεν· Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· ἐνταῦθα τὴν ὑπόσχεσιν πληροῖ, ὕμνον ἀναφέρων αὐτῷ. Καὶ ἐν ἐκείνῳ μὲν, ὡς ἐξ ἑνός ἐστι προσώπου τὰ λεγόμενα· Κύριε γὰρ ὁ Θεός μου, φησὶν, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ἐνταῦθα δὲ, ὡς ἐκ πολλῶν. Κύριε γὰρ, φησὶν, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου. Ἀλλὰ παρέχετε σιγὴν, καὶ μετὰ ἀκριβείας ἀκούετε. Εἰ γὰρ ἐν θεάτρῳ χορῶν ᾀδόντων σατανικῶν, πολλὴ γίνεται ἡσυχία, ὥστε τὰ ὀλέθρια ἐκεῖνα δέξασθαι μέλη· καὶ ταῦτα τοῦ μὲν χοροῦ ἐκ μίμων καὶ ὀρχηστῶν συνισταμένου ἀνδρῶν, χοροστατοῦντος δὲ παρ' αὐτοῖς βεβήλου τινὸς καὶ κιθαρῳδοῦ, τοῦ δὲ μέλους σατανικοῦ καὶ ὀλεθρίου τυγχάνοντος, ᾀδομένου δὲ μιαροῦ καὶ πονηροῦ δαίμονος· ἐνταῦθα, ἔνθα ὁ μὲν χορὸς ἐξ ἁγίων ἀνδρῶν, ὁ δὲ χοροστάτης ἐστὶν ὁ Προφήτης, τὸ δὲ μέλος οὐχὶ ἐκ σατανικῆς ἐνεργείας, ἀλλ' ἐκ πνευματικῆς χάριτος. ὁ δὲ ᾀδόμενος, οὐχὶ δαίμων, ἀλλὰ Θεός· πῶς οὐ πολλὴν δεῖ παρέχειν τὴν ἡσυχίαν, καὶ μετὰ φρίκης ἀκούειν; Καὶ γὰρ συγχορευταὶ γεγόναμεν τῶν ἄνω δυνάμεων. Καὶ γὰρ καὶ οἱ ἄνω χοροὶ, καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ τοῦτο ἔργον ἔχουσι, τὸ διηνεκῶς ὑμνεῖν τὸν Θεόν. Ἐκ τούτων τῶν χορῶν καὶ ἐπὶ τῆς γῆς ἐφάνησαν μετὰ τῶν ἀγραυλούντων ποιμένων ᾄδοντες. Ἀκούσωμεν τοίνυν καὶ ταύτης τῆς ᾠδῆς. Οἱ μὲν οὖν βασιλέα ὑμνοῦντες τὸν ἐπὶ γῆς, περὶ ἀρχῆς αὐτῷ διαλέγονται, περὶ τῶν τροπαίων, περὶ τῆς νίκης, καὶ τὰ ἔθνη λέγουσι τὰ ἡττηθέντα, πορθητὰς καλοῦντες αὐτοὺς, καὶ βαρβάρων νικητὰς, καὶ ὅσα τοιαῦτα. Τοιαύτην τινὰ ᾠδὴν καὶ ὁ μακάριος οὗτος ᾄδει. Νίκην γὰρ διηγεῖται καὶ τρόπαιον, καὶ πολέμων κατάλυσιν, οὐχὶ τοιούτων, ἀλλὰ πολλῷ χαλεπωτέρων. Καὶ ὅρα πῶς ἄρχεται· Κύριε, ὁ Κύριος ἡμῶν. Τῶν μὲν γὰρ ἄλλων τῶν οὐ πιστευόντων εἰς αὐτὸν, ἑνὶ τρόπῳ Κύριός ἐστιν, ἡμῶν δὲ διπλῷ· τῷ τε ἐξ οὐκ ὄντων ποιῆσαι, τῷ τε γνωσθῆναι παρ' ἡμῶν. Καὶ ὅρα πῶς ἐκ προοιμίων τίθησι τὸ κεφάλαιον τῆς εὐεργεσίας. Ἂν γὰρ μάθῃς πῶς σου Κύριος γέγονεν, ὅτι ἀπηλλοτριωμένους καὶ νεκρούς τινας καὶ νεκρωθέντας ᾠκειώσατο καὶ ἐζωοποίησεν, ὄψει καλῶς ὅτι τὸ κεφάλαιον τῆς εὐεργεσίας τοῦτο. Τοῦτο τοίνυν ἐκπληττόμενος ὁ Προφήτης, φησίν· Ὡς θαυμαστὸν τὸ ὄνομά σου. τουτέστι, σφόδρα θαυμαστόν. Πόσον δὲ θαυμαστὸν, οὐκ εἶπεν· οὐδὲ γὰρ μετρῆσαι ἴσχυσεν, ἀλλὰ τὴν ἐπίτασιν παρέστησε καὶ τὴν ὑπερβολήν. Ποῦ οἱ τὴν οὐσίαν περιεργαζόμενοι τοῦ Θεοῦ; Εἰ γὰρ τὸ ὄνομα αὐτοῦ εἰπὼν, οὕτως ἐθαύμασεν, ὡς ἐκπλαγῆναι· τίνα ἂν σχοῖεν ἐκεῖνοι συγγνώμην, οἱ τὴν οὐσίαν αὐτοῦ λέγοντες εἰδέναι, τοῦ Προφήτου μηδὲ πόσον ἐστὶ θαυμαστὸν τὸ ὄνομα δυναμένου μαθεῖν; Ὡς θαυμαστὸν τὸ ὄνομά σου. Ἐν γὰρ τῷ ὀνόματι τούτῳ θάνατος ἐλύθη, δαίμονες ἐδέθησαν, οὐρανὸς ἀνεῴχθη, παραδείσου θύραι ἀνεπετάσθησαν, Πνεῦμα κατεπέμφθη, οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ, υἱοὶ, οἱ ἀλλότριοι, κληρονόμοι, οἱ ἄνθρωποι, ἄγγελοι. Τί λέγω, ἄγγελοι; Θεὸς ἄνθρωπος γέγονε, καὶ ἄνθρωπος Θεός· ὁ οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ τῆς γῆς· ἡ γῆ ἐδέξατο τὸν ἐπὶ τῶν Χερουβεὶμ καθήμενον μετὰ τῆς στρατιᾶς ἀγγελικῆς. Τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, ὁ θάνατος κατεπόθη. Ταῦτα πάντα ἐννοῶν καὶ τὰ τούτων πλείονα ὁ Προφήτης ἀνεβόα, λέγων· Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ποῦ νῦν οἱ Ἰουδαίων παῖδες, οἱ πρὸς τὴν ἀλήθειαν ἀναισχυντοῦντες; Ἡδέως γὰρ αὐτοὺς ἂν ἐροίμην, περὶ τίνος ταῦτα λέγονται. Περὶ τοῦ παντοκράτορος, φήσουσιν. Ἀλλ' οὐκ ἦν αὐτοῦ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ. Καὶ μαρτυρεῖ Ἡσαΐας λέγων· Δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὲ οἱ θεραπεύοντες αὐτὸν αἴτιοι τοῦ βλασφημεῖσθαι αὐτὸν ἐγίνοντο, ποῦ ἦν θαυμαστόν; Ὅτι μὲν γὰρ τῇ φύσει θαυμαστὸν, δῆλον· παρὰ δὲ ἀνθρώποις τότε οὐ θαυμαστὸν τοῖς πλείοσιν, ἀλλὰ καὶ εὐκαταφρόνητον. Ἀλλ' οὐχὶ νῦν οὕτως· ἀλλ' ὅτε ὁ μονογενὴς Υἱὸς παρεγένετο, πανταχοῦ τὸ ὄνομα αὐτοῦ θαυμαστὸν μετὰ τοῦ Χριστοῦ. Ἀπὸ ἀνατολῶν ἡλίου, φησὶ, μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Καὶ ἄλλος· Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον. Καὶ πάλιν· Ἥξουσι λέγοντες· Ψευδῆ οἱ πατέρες ἡμῶν ἐκτήσαντο εἴδωλα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
