# Expositiones in Psalmos 1.1-50

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜΖʹ ΨΑΛΜΟΝ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-50

Οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐνοικοῦντας ἀποτείνει τὸν λόγον, ὃ διὰ παντὸς τοῦ βιβλίου ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ποιῶν. Παραινεῖ δὲ συνεχῶς καὶ συμβουλεύει, ὥστε τὰς ὑπὲρ τῶν εὐεργεσιῶν εὐχαριστίας ἀναφέρειν τῷ Θεῷ, καὶ μήτε οἰκοδομήμασι, μήτε ἀσφαλείᾳ περιβόλων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ θαῤῥεῖν. Τοῦτο δὴ προκατασκευάσας, ἐπάγει, καὶ λέγει· Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Τί ἐστι, Τοὺς μοχλοὺς ἐνίσχυσεν; Ἐν ἀσφαλείᾳ σε, φησὶ, κατέστησεν, ἀχείρωτον ἐποίησεν. Εὐλόγησε τοὺς υἱούς σου, τουτέστιν, εἰς πλῆθος ἐπιδοῦναι ἐποίησεν. Ἓν μὲν τοῦτο εἶδος εὐεργεσίας· ἕτερον δὲ τὸ καὶ Ἐν σοί. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐ διεσπαρμένους, οὐδὲ διεσκορπισμένους, ἀλλὰ συναχθέντας, καὶ ἐν σοὶ ὄντας ἐπιδοῦναι ἐποίησεν. Εἶτα καὶ ἄλλο προνοίας εἶδος δεικνὺς λέγει· Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Ἔστι γὰρ καὶ ἐν ἀσφαλείᾳ εἶναι, καὶ πολλοὺς εἶναι, καὶ πολεμεῖσθαι· ἀλλ' ἐνταῦθα καὶ ταύτης ἀπηλλαγμένους δείκνυσι τῆς ἐπιβουλῆς, τῷ οὕτως εἰπεῖν, καὶ δεῖξαι οὐ τὴν πόλιν μόνον ἀπαλλαγεῖσαν τῶν ἐπιβουλευόντων, ἀλλὰ καὶ αὐτὰς τὰς ἐσχατιάς. Εἶδες πόσας εὐεργεσίας ἀπαριθμεῖ; Καὶ πρώτην καὶ μείζονα πάντων, τῷ εἰπεῖν, Τὸν Θεόν σου. Διὰ γὰρ τοῦ ῥήματος τούτου πάντα ταῦτα λέγει, ὅτι ᾠκειώσατό σε, ὅτι κληρονόμον σε ἐποίησεν ἑαυτοῦ, ὅτι κοινὸς ὢν ἁπάντων Δεσπότης, ἐξαιρέτως σός ἐστιν· ὅπερ κεφάλαιον πρῶτον τῶν ἀγαθῶν. Δεύτερον, ὅτι ἐν ἀσφαλείᾳ τὴν πόλιν κατέστησε. Τρίτον, ὅτι πολλοὺς αὐτοὺς εἶναι ἐποίησε. Τέταρτον, ὅτι πολέμων ἀπήλλαξε καὶ ταραχῆς οὐχὶ τὴν πόλιν μόνην, ἀλλὰ καὶ τὸ ἔθνος ἅπαν· ὅτι οὐχ ἑνὶ καιρῷ καὶ δευτέρῳ καὶ τρίτῳ, ἀλλὰ διηνεκῶς τοῦτο ἐποίει· οὐ γὰρ εἶπεν, Ὁ θεὶς, ἀλλ', Ὁ τιθείς. Εἰ δέ ποτε καὶ πόλεμοι συνέβαινον, οὐκ αὐτοῦ ἐγκαταλιμπάνοντος, ἀλλ' αὐτῶν ἀποπηδώντων· ὡς τό γε αὐτοῦ ἔργον τοῦτο ἦν διηνεκὲς, τὸ τειχίζειν, τὸ ἀσφαλίζεσθαι, τὸ ποιεῖν ἀπηλλάχθαι πάσης ταραχῆς καὶ πολέμου. Εἶτα καὶ ἑτέραν μετ' ἐκείνης λέγει εὐεργεσίαν, τὴν εὐετηρίαν καὶ εὐθηνίαν τῶν ἀπὸ γῆς καρπῶν, πάλιν καὶ ἐνταῦθα παιδεύων αὐτοὺς μὴ τῇ γῇ, μηδὲ τῇ φύσει τῶν ἀέρων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ τὸ πᾶν λογίζεσθαι. Ποίαν δὲ ταύτην; Ἣν ἐπήγαγε λέγων, Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ὅρα· οὐκ εἶπεν ἁπλῶς, Πυρὸν, ἀλλὰ, Στέαρ πυροῦ, πολλὴν ἐνδεικνύμενος τὴν εὐημερίαν. Στέαρ γὰρ πυροῦ τὸ λιπαρὸν τοῦ καρποῦ δηλοῖ. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ δῶρα, δόκιμα καὶ εὐθαλῆ. Τὸν κάλλιστον οὖν πυρὸν ἐνταῦθα λέγει ἐμπιπλᾷν μετὰ δαψιλείας. Τοῦτο γὰρ δηλῶν οὐκ εἶπε, Διδοὺς, ἀλλ', Ἐμπιπλῶν σε. Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ. Ὅπερ αὐτῷ σύνηθές ἐστιν ἀπὸ τῶν ἰδικῶν ἐπὶ τὰ κοινὰ μεταφέρειν τὸν λόγον, καὶ πάλιν ἀπὸ τῶν κοινῶν ἐπὶ τὰ ἰδιάζοντα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ἐπειδὴ γὰρ εἶπεν, Αἴνει τὸν Θεόν σου, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ τῶν Ἰουδαίων μόνων Θεὸν εἶναι, δείκνυσι πῶς κοινὸς τῆς οἰκουμένης ἐστὶ, καὶ πανταχοῦ τῆς γῆς ἡ πρόνοια αὐτοῦ τέταται, ἀπὸ τῶν ἰδιαζόντων ἐπὶ τὸ κοινὸν ἐξάγων τὸν λόγον καὶ τὴν καθόλου πρόνοιαν. Διὸ καὶ εἰπὼν, Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἐπήγαγεν, Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Τοῦτο δὲ εἶπε, δεικνὺς ὅτι οὐ μόνον τῆς ἡμετέρας κήδεται, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. Λόγον δὲ ἐνταῦθα τὸ πρόσταγμά φησι, τὴν ἐνέργειαν τὴν προνοητικήν. Εἶτα τὴν εὐκολίαν παριστὰς, οὐ τῷ ὀνόματι τοῦ λόγου, ἀλλὰ καὶ τῇ προσηγορίᾳ τοῦ δρόμου ταύτην παρίστησι. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ τὸ τάχος προσέθηκεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὅπερ ἂν ἐπιτάξῃ, μετὰ πολλῆς γίνεται τῆς ταχυτῆτος. Ἐπιτάττει γὰρ πανταχοῦ τῆς οἰκουμένης. Τί δὲ ἐπιτάττει; Ταῦτα τὰ συνέχοντα τὴν ζωὴν τὴν ἡμετέραν, λέγω δὴ τὰ περὶ τῆς τῶν ἀέρων οἰκονομίας, καὶ τῶν τροπῶν καὶ τῶν μεταβολῶν. Διὸ καὶ ἐπάγει λέγων· Διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον· ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος. Τοῦτο ἕτερος ἑρμηνευτὴς, Δρόσον πεπηγμένην. Ὁ δὲ Ἑβραῖος, Χεφὸρ χαέφηρ. Βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς. Κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται· Ἕτερος δέ φησι, Κατὰ πρόσωπον καύματος αὐτοῦ τίς ὑποστήσεται; Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Ἐνταῦθά μοι τὸ ἄμαχον καὶ ἀπέραντον αὐτοῦ τῆς δυνάμεως παρίστησιν, ὅτι καὶ οὐκ οὔσας παράγει τὰς οὐσίας, καὶ γενομένας μετατίθησι, καὶ πρὸς ὃ βούλεται μεταῤῥυθμίζει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
