# Expositiones in Psalmos 1.1-52

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜΘʹ ΨΑΛΜΟΝ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/1.1-52

Κατὰ μὲν ἀναγωγὴν τὸ τῆς Καινῆς Διαθήκης ᾆσμα καινὸν εἴρηται. Πάντα γὰρ τότε γέγονε καινά. Διαθήκη· Διαθήσομαι ὑμῖν διαθήκην, φησὶ, καινήν. Κτίσις· Εἴ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις. Ἄνθρωπος· Ἀπεκδυσάμενοι, φησὶ, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Διὰ τὴν καινὴν τοίνυν ζωὴν, καὶ τὰ ἄλλα πάντα, Διαθήκη Καινὴ λέγεται, καὶ ᾆσμα καινὸν τὸ ταύτης ᾄδειν νῦν ὁ προφήτης προτρέπει. Κατὰ δὲ ἱστορίαν, ὃ ἐπὶ νίκαις, ὃ ἐπὶ κατορθώμασιν, ὃ ἐπὶ τροπαίοις ἔμελλον ᾄδειν, λαμπρὸν καὶ ἐπίσημον. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Ὁρᾷς πῶς πρὸ τῶν ῥημάτων τὴν διὰ τοῦ βίου καὶ τῶν ἔργων εὐχαριστίαν ἐπιζητεῖ, καὶ τούτους εἰς τὸν χορὸν ἄγει τῶν ὑμνούντων; Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων εὐχαριστεῖν μόνον, ἂν μὴ καὶ ἡ διὰ τῆς πράξεως ἀρετὴ συμβαίνῃ. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Καὶ ἕτερόν τι ἐνταῦθα παιδεύει. Δείκνυσι γὰρ, ὅτι ὁμοῦ καὶ μετὰ συμφωνίας ἁπάσης δεῖ τὰς εὐφημίας ἀναφέρειν. Ἐκκλησία γὰρ συστήματος καὶ συνόδου ἐστὶν ὄνομα. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν. Πρὸ τῶν ἰδικῶν εὐεργεσιῶν τίθησι τὴν καθολικὴν, μονονουχὶ τοῦτο, δι' ὧν ἐπήγαγε, παραινῶν καὶ λέγων· Εὐχαρίστει τῷ Θεῷ, ὅτι οὐκ ὄντα σε παρήγαγε, καὶ ψυχὴν ἐνέπνευσεν. Οὐ μικρὸν γὰρ καὶ τοῦτο εὐεργεσίας μέρος. Ἐνταῦθα δὲ καὶ πλέον τι δείκνυσιν. Οὐ γὰρ ἁπλῶς τὴν δημιουργίαν, ἀλλὰ τὴν οἰκειότητα ἐμφαίνει τῷ οὕτως εἰπεῖν· καὶ εὐχαριστεῖν παρακελεύεται, οὐχ ὅτι ἐποίησεν αὐτὸν, ἀλλ' ὅτι καὶ οἰκεῖον λαόν. Ὁρᾷς πῶς ἑνῶν αὐτὸν τῷ Θεῷ καὶ συνάπτων οὐχ ἁπλῶς εὐχαριστεῖν βούλεται, ἀλλὰ μετὰ ἡδονῆς, μετὰ εὐφροσύνης, καὶ διαθερμαινόμενον τὴν διάνοιαν; Ταῦτα γὰρ πάντα διὰ τοῦ, Εὐφρανθήτω, ᾐνίξατο. Τὴν διάθεσιν οὖν ζητεῖ τοῦ εὐχαριστοῦντος, ἵνα ἐκκαίηται τῷ πόθῳ, ἵνα διεγείρηται τῷ φίλτρῳ, ἵνα ὅλος ἀνακέηται τῷ ὑμνουμένῳ Θεῷ· καθάπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ δηλῶν ἔλεγεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Καὶ πάλιν, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ὡς ἐν γῇ διψάδι, εἶπε. Βουλόμενος γὰρ τὴν διάθεσιν τῆς ἑαυτοῦ παραστῆσαι ψυχῆς καὶ τὸν πόθον, γῇ παραβάλλει διψάδι, ἐλάφῳ διψώσῃ. Καὶ διὰ ῥημάτων δὲ πάλιν τὸν αὐτὸν πόθον ἐνδείκνυται, λέγων· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαὶ, ὥσπερ καὶ ἡ Παύλου στενάζουσα ἐποίει τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας. Καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Ὁρᾷς ὅτι τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ἐνταῦθα αἰνίττεται, τὴν οἰκείωσιν, τὸ ἐξαίρετον αὐτοῦ εἶναι λαόν; Διὰ δὴ τοῦτο καὶ ἐπήγαγε τὸ, Ἐπὶ τῷ βασιλεῖ αὐτῶν, τοῦτο δηλῶν. Οὐ γὰρ δὴ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἦν βασιλεὺς, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ. Ὅρα πάλιν καὶ ταύτην τὴν συμφωνίαν διαλάμπουσαν. Διὰ γὰρ τοῦτο χοροὶ, ἵνα κοινῇ πάντες καὶ ὁμοθυμαδὸν ἀναφέρωσι τὰς εὐφημίας. Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων, Μὴ καταλιμπάνοντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Καὶ αὐτὴ δὲ ἡ εὐχὴ τοῦτο αἰνίττεται, ἀπὸ τοῦ κοινοῦ πάντων ἀναφερομένη· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· τῷ πληθυντικῷ ὀνόματι κεχρημένους. Οὕτω καὶ τὸ παλαιὸν ἐπαιδεύοντο μετὰ συμφωνίας ψάλλειν καὶ ᾄδειν τῷ Θεῷ, πανταχόθεν εἰς ἀγάπην ἀλειφόμενοι καὶ ὁμόνοιαν· Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
