# Expositiones in Psalmos 10.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ Δαυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/10.1-3

Ἀλλὰ τούτων ἁπάντων ἀθλιώτερος ὁ ἐν κακίᾳ ζῶν, τὸ ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ φῶς σβέσας, καὶ αἰχμάλωτος ἐκδοθείς. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. Ἄλλος, Πάντας τοὺς ἐχθροὺς αὐτοῦ ἐκφυσᾷ, λέγων ἐν καρδίᾳ αὐτοῦ· Οὐ περιτραπήσομαι εἰς γενεὰν καὶ γενεάν. Οὐ γὰρ ἔσομαι ἐν κακώσει. Εἶδες τὴν ἀπόνοιαν; εἶδες τὴν ἄφατον ἀπώλειαν; εἶδες τὸν κατὰ μικρὸν αὐξανόμενον ὄλεθρον; εἶδες τὰ παρὰ τοῖς ἀνοήτοις μακάρια, τὰ πολλῆς ἀθλιότητος γέμοντα, καὶ πῶς καταδύεται; Ἐπαινεῖται ἐν τοῖς ἁμαρτήμασιν, εὐλογεῖται ἐν ταῖς ἀδικίαις. Πρῶτον βάραθρον τοῦτο, καὶ ἱκανὸν ἐκτραχηλίσαι τὸν μὴ προσέχοντα. Διὸ δὴ μᾶλλον τοὺς αἰτιωμένους καὶ διορθουμένους ἀποδέχεσθαι χρὴ, ἢ τοὺς ἐπαινοῦντας καὶ ἐπ' ὀλέθρῳ κολακεύοντας. Τοὺς γὰρ βλᾶκας οὗτοι διαφθείρουσι, καὶ πρὸς μείζονα ὠθοῦσι κακίαν· καθάπερ καὶ τοῦτον τὸν ἁμαρτωλὸν ἐμφυσήσαντες, ἐπαιδοτρίβησαν εἰς ἄνοιαν. Διὸ καὶ Παῦλος Κορινθίοις τοῦτο αὐτὸ λέγει ἐπὶ τῷ πορνούσαντι· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Πολλὰ τὸν ἁμαρτάνοντα πενθεῖν, οὐκ ἐπαινεῖν δεῖ. Εἶδες διεστραμμένην κακίαν, ὅτι μὴ μόνον οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ εὐφημεῖται; Ἐντεῦθεν ἀπὸ τῆς οἰκείας ἀνοίας καὶ τῶν ἐπαίνων ἐπέτεινε τὴν πονηρίαν, ἐπελάθετο τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῶν κριμάτων αὐτοῦ· ἐντεῦθεν ἐπελάθετο καὶ τῆς οἰκείας φύσεως. Ὁ γὰρ τῶν κριμάτων ἐπιλανθανόμενος τοῦ Θεοῦ, καὶ ἑαυτὸν λοιπὸν ἀγνοεῖ τῷ χρόνῳ. Ὅρα γοῦν οἷα λογίζεται· Οὐ μὴ σαλευθῶ εἰς γενεὰν καὶ γενεὰν, ἀλλ' ἔσομαι ἄνευ κακοῦ. Τί ταύτης ἀνοητότερον τῆς διανοίας, ἄνθρωπον ὄντα, καὶ ἐπίκηρον, καὶ τοῖς προσκαίροις συμπεπλεγμένον πράγμασι, καὶ μυρίαις μεταβολαῖς ὑποκείμενον, τοιαῦτα φαντάζεσθαι; Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τῆς ἀνοίας. Ὅταν γὰρ ἀνόητος ἀνὴρ πολλῆς ἀπολαύῃ τῆς εὐημερίας, καὶ τῶν ἐχθρῶν κρατῇ, καὶ ἐπαινῆται καὶ θαυμάζηται, πάντων ἀθλιώτερος γίνεται. Τῷ γὰρ μὴ προσδοκᾷν μεταβολὴν, οὔτε τὰς εὐημερίας σωφρόνως φέρει, εἴς τε δυσημερίαν ἐμπεσὼν, ἀγύμναστος καὶ ἀμελέτητος ὢν, ταράττεται καὶ θορυβεῖται. Ἀλλ' οὐχ ὁ Ἰὼβ οὕτως· ἀλλὰ καὶ ἐν τῇ εὐημερίᾳ καθ' ἑκάστην ἡμέραν δυσημερίαν ἤλπιζε· διὸ καὶ ἔλεγε· Φόβος γὰρ, ὃν ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή. Διὸ καὶ ἕτερος ἔλεγε· Μνήσθητι καιροῦ λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείας καὶ ἐνδείας ἐν ἡμέρᾳ πλούτου. Ἀλλ' οὗτος καθάπαξ διαφθαρεὶς, οὐ τὰ ἀνθρώπινα ἐπισκέπτεται, ἀλλ' ἀκίνητα αὐτῷ εἶναι νομίζει διὰ τῆς εὐπραγίας· ὅπερ ἐσχάτης ἀνοίας καὶ διαφθορᾶς ὑπόθεσις, καὶ ἐξωλείας ἐστὶν ἀφορμή. Μὴ δὴ μακάριζε τοὺς πλουτοῦντας, τοὺς τῶν ἐχθρῶν περιγινομένους, τοὺς ἐπαινουμένους ἐπὶ τούτοις. Μεγάλα γὰρ ταῦτα βάραθρα καὶ κρημνοὶ τοῖς οὐ προσέχουσι, πρὸς αὐτὸν καταῤῥίπτοντα τῆς ἀσεβείας τὸν πυθμένα. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας, καὶ δόλου. Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Ἄλλος, Ἀνωφελές. Ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον. Ἄλλος, Ἐνεδρεύων παρὰ τὰς αὐλάς. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν. Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. Ἄλλος, Ὡς ἐν τῷ περιφράγματι αὐτοῦ. Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν. Ἄλλος, Ἐν ἑλκυσμῷ αὐτοῦ. Ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν. Ἄλλος, Ἐν τῇ σαγήνῃ. Κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. Ἄλλος, Ὁ δὲ θλασθεὶς καμφθήσεται, ἐπιπεσόντος αὐτοῦ μετὰ τῶν ἰσχυρῶν αὐτοῦ τοῖς ἀσθενέσιν. Εἶδες καὶ θηρίον αὐτὸν γενόμενον; Καθάπερ γὰρ θηρίον ὑπογράφων ὁ Προφήτης, οὕτω περὶ αὐτοῦ διαλέγεται, τοὺς δόλους, τὰς ἐνέδρας, τὰς ἐπιβουλὰς ἐκπομπεύων. Τί τούτου γένοιτ' ἂν ἀθλιώτερον, τί δὲ πενέστερον, ὅταν τῶν τοῦ πένητος δέηται χρημάτων; Τοῦτον οὖν, εἰπέ μοι, πλούσιον φήσομεν; Οὐκοῦν καὶ τὸν κλέπτην, καὶ τὸν τοιχωρύχον. Ἄπαγε, φησί. Τί γὰρ εἰ καὶ μὴ διορύττει δικαστήρια; τί γὰρ εἰ καὶ μὴ νυκτὸς ἔπεισιν, ἀλλὰ μετὰ δόλου κατασβεννὺς τὸ φῶς τοῦ δικάζοντος; Τί γὰρ εἰ μὴ καθευδόντων ἐπέρχεται, ἀλλ' ἐγρηγορότων ἁπάντων; Οὗτος γὰρ ἰταμώτερος. Ἐπεὶ καὶ τῶν λῃστῶν τοὺς μεθ' ἡμέραν κλέπτοντας μᾶλλον κολάζουσιν οἱ νόμοι. Εἶδες πενίαν; εἶδες ὠμότητα; Πενίαν, ὅτι τῶν τοῦ πένητος ἐπιθυμεῖ· ὠμότητα, ὅτι οὐδὲ τῇ συμφορᾷ ἐπικλᾶται, ἀλλ' ἢν ἐλεεῖν δεῖ καὶ διορθοῦσθαι πενίαν, ταύτην ἐπιτρίβει. Ἀλλ' ὅμως οὐκ ἀτιμώρητα ταῦτα ἐργάζεται· ἀλλ' ὅταν κρατήσῃ, ὅταν δόξῃ περιγενέσθαι, ὅταν ἀχείρωτος εἶναι νομίσῃ, τότε ἀπολεῖται· ἵνα καὶ τοῦ Θεοῦ τὸ εὐμήχανον φαίνηται, καὶ τῶν πενήτων ἡ ὑπομονὴ, καὶ τούτου τὸ ἀδιόρθωτον, καὶ τῆς τοῦ Θεοῦ μακροθυμίας ἡ ἀνεξικακία. Διὰ τοῦτο οὐ παρὰ πόδας ἡ δίκη ἕπεται, τοῦ Θεοῦ διὰ τῆς μακροθυμίας καλοῦντος αὐτὸν εἰς μετάνοιαν· ἀλλ' ὅταν μηδὲν ἀπὸ τῆς μακροθυμίας κερδάνῃ, τότε αὐτὸν ἀπὸ τῆς τιμωρίας νουθετεῖ. Οὗτοι μὲν γὰρ ἀδικηθέντες, οὐδὲν ἐβλάβησαν· ἀλλὰ καὶ βελτίους ἐγένοντο καὶ λαμπρότεροι ἀπὸ τῆς θλίψεως· ὁ δὲ Θεὸς τὴν μακροθυμίαν τὴν ἑαυτοῦ ἐπεδείξατο, ἀνασχόμενος καὶ ἀνεξικακήσας, μετὰ δὲ τῆς μακροθυμίας καὶ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον· ὅτι ὅταν ἑαυτοῦ ᾖ δυνατώτερος, τότε αὐτοῦ περιγίνεται· οὗτος δὲ ἀδιόρθωτος μείνας, τὴν ἐσχάτην δίδωσι δίκην. Οὐ μικρὸς δὲ οὗτος σωφρονισμὸς τοῖς εὐημεροῦσι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
