# Expositiones in Psalmos 12.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/12.1-2

Καὶ ἐξογκοῖ τὸν λόγον, τῷ μὲν Στιλβώσει τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα τῆς τιμωρίας ἐμφαίνων· τῷ δὲ Ἐνέτεινε, τὴν ἐγγύτητα· τῷ δὲ Ἡτοίμασε, τὸ πάντως ἐσόμενον, εἰ μὴ μεταβάλοιντο· τῷ δὲ Τοῖς καιομένοις, τοὺς ὑπευθύνους ἐνδεικνύμενος, ἵνα διὰ πάντων παιδευθέντες, ἀναστείλωσι τὴν πονηρίαν. Εἰ δὲ θυμοῦ ταῦτα ἦν καὶ ὀργῆς, οὐκ ἂν, οἷς ἔμελλεν ἐπιθήσεσθαι, προεῖπεν. Ὁ γὰρ θυμὸς οὐκ ἀνέχεται τοῦτο· ἀλλὰ καὶ τοὐναντίον ποιεῖ, καὶ μάλιστα ὅταν ἐν αὐτῇ λοιπὸν ᾖ τῇ ἀκμῇ, καὶ τῇ κολάσει, καὶ τῇ κατασκευῇ τῆς τιμωρίας. Οἱ γοῦν πολέμιοι, καὶ βουλόμενοι τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐ μόνον οὐ λέγουσιν, ἀλλὰ καὶ κρυπτόμενοι ἐπιτίθενται, ὥστε μὴ μαθόντας τοὺς κολάζεσθαι μέλλοντας φυλάξασθαι. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· καὶ προλέγει, καὶ ἀναβάλλεται, καὶ φοβεῖ διὰ ῥημάτων, καὶ πάντα ποιεῖ, ὥστε μὴ ἐπαγαγεῖν ἅπερ ἀπειλεῖ. Τοῦτο καὶ ἐπὶ Νινευϊτῶν ἐποίησε. Καὶ γὰρ καὶ ἐκεῖ τόξον ἐνέτεινε, καὶ τὴν ῥομφαίαν ἐστίλβωσε, καὶ τὰ βέλη ἡτοίμασε, καὶ τὴν πληγὴν οὐκ ἐπήγαγεν. Ἢ οὐ δοκεῖ σοι τὰ ῥήματα τοῦ προφήτου τόξον εἶναι καὶ βέλος καὶ ῥομφαίαν ἠκονημένην, ὅταν λέγῃ· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῆ καταστραφήσεται; Ἀλλ' οὐκ ἀφῆκε τὸ βέλος· οὐδὲ γὰρ διὰ τοῦτο ηὐτρέπιστο ἵνα ἀφεθῇ, ἀλλ' ἵνα ἐναποτεθῇ. Οἱ μὲν γὰρ στρατιῶται διὰ τοῦτο ὁπλίζονται, ἵνα κολάσωσιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' ἵνα τῷ φόβῳ σωφρονεστέρους ποιήσας, ἀνάσχῃ τῆς τιμωρίας τὴν χεῖρα. Μὴ τοίνυν θορυβώμεθα· φιλανθρωπίας γὰρ πολλῆς ὁ τῶν ῥημάτων φόβος, καὶ ὅσῳ ἂν ἀπορητότερα λέγῃ, τοσούτῳ ἀπὸ πολλῆς ἡμερότητος ταῦτα φθέγγεται. Ἐπεὶ καὶ πατέρες, ὅταν μὴ βούλωνται κολάζειν τοὺς παῖδας, διὰ τῶν ῥημάτων τὴν ὀργὴν αἴρουσιν· οὕτω καὶ αὐτὸς, ἐπεὶ μὴ βούλεται κολάζειν, ἐξογκοῖ διὰ τῶν ῥημάτων τὸν φόβον. Λέγει καὶ γέενναν ἑτοιμάσαι, ἵνα μὴ βάλῃ εἰς γέενναν· διά τοι τοῦτο καὶ πολλοὶ λόγοι περὶ τιμωρίας τοῖς Εὐαγγελίοις ἐναπόκεινται, καὶ πλείους, ἢ οἱ περὶ βασιλείας. Ἐπειδὴ γὰρ ἐπὶ τῶν ἀναισθητοτέρων οὐχ οὕτως ἡ τῶν ἀγαθῶν ἐπαγγελία, ὡς ὁ τῶν λυπηρῶν φόβος ἐφέλκεται πρὸς ἀρετὴν, καὶ ἀπάγει τῆς κακίας· διὰ δὴ τοῦτο τούτοις πλέον ἐμφιλοχωρεῖ, καὶ συνεχῶς αὐτὰ τίθησι. Μὴ τοίνυν ἀλγῶμεν ἀκούοντες φορτικῶν ῥημάτων· πολὺ γὰρ κέρδος ἔχουσιν· ἀλλ' ἐννοοῦντες αὐτοῦ καὶ τὴν μακροθυμίαν καὶ τὴν δικαιοκρισίαν, μήτε ἀπογινώσκωμεν τῆς σωτηρίας· μακρόθυμος γάρ ἐστι· μήτε ἀθυμῶμεν· δίκαιος γάρ ἐστιν· ἐνταῦθα μὲν πολλὴν τὴν μακροθυμίαν ἐνδεικνύμενος, ἐκεῖ δὲ τοὺς μὴ κερδάναντας ἐντεῦθεν τῇ πείρᾳ τῆς κολάσεως παραδιδούς· ὅπερ ἵνα μὴ γένηται, ἀποκρουσώμεθα ἐντεῦθεν ἤδη τὴν τιμωρίαν. Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Ὁ δὲ Ἑβραῖος, ἀντὶ τοῦ Ὠδίνησεν, Ἰέβαλ, Συνέλαβε πόνον. Ἄλλος, Καὶ κυήσας. Καὶ ἔτεκεν ἀνομίαν. Ἄλλος, Ψεῦδος. Δάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἄλλος, Εἰς διαφθορὰν ἣν εἰργάσατο. Εἶπεν ὅτι παρεσκεύασται πρὸς τιμωρίαν ὁ Θεός· εἶπεν ὅτι ἐπαφίησι τὰς κολάσεις. Ἐσωφρόνισε τούτῳ τὸν ἀκροατὴν, τὴν ἄνωθεν ὀργὴν ἐπικρεμάσας. Παιδεύει λοιπὸν καὶ ἀπὸ τῶν πραγμάτων αὐτῶν, δεικνὺς, ὅτι καὶ πρὸ τῆς τιμωρίας αὐτὴ ἡ κακία κόλασις. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐνδεικνύμενος ἔλεγε· Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης ἐν ἑαυτοῖς ἀπολαμβάνοντες· καὶ ἄγει εἰς μέσον τοὺς τὰ ἔσχατα παθόντας ὑπὸ τῆς κακίας Ἐπειδὴ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν παχυτέρων τότε μάλιστα σωφρονίζεσθαι, ὅταν τοὺς πεπονθότας ἴδωσι· διὰ τοῦτο καὶ αὐτοὺς εἰς μέσον ἄγει. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ, πολλὰ περὶ γεέννης διαλεχθεὶς καὶ τοὺς ἐκεῖ βαλλομένους εἰς μέσον ἄγει· οἷον, τὸν πλούσιον τὸν ἐπὶ Λαζάρου, τὰς παρθένους τὰς μωρὰς, τὸν τὸ τάλαντον τὸ ἓν κατακρύψαντα· καὶ ἐν τῷ παρόντι βίῳ, τοὺς ἐν τῷ πύργῳ καταχωσθέντας, καὶ ὧν τὸ αἷμα Πιλάτος ἀνέμιξε ταῖς θυσίαις. Οὕτω καὶ Πέτρος πολλὰ περὶ γεέννης διαλεχθεὶς, τότε μάλιστα αὐτοὺς ἔπληξεν, ὅτε τοὺς κολασθέντας εἰς μέσον ἤγαγε, καὶ πρὸ τῶν ὀφθαλμῶν τὴν τιμωρίαν ἔδειξε τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας· ὅπερ οὖν καὶ Παῦλος ἐποίει ἐπὶ τοῦ μάγου. Καὶ ἑτέρῳ δὲ τρόπῳ κατασκευάζει τὸ τοιοῦτον, ὅτε τῶν ἐν τῇ ἐρήμῳ μέμνηται, λέγων οὕτως· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν, καὶ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πόμα πνευματικὸν ἔπιον· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, ἀλλ' ἀπώλοντο καὶ κατέπεσον. Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέγετο, γεέννης λέγω, καὶ κολάσεως, καὶ τιμωρίας, ἀπὸ τῶν παρελθόντων καὶ τὴν περὶ ἐκείνων ἀπόδειξιν φέρει, αὐτοὺς τοὺς κολασθέντας εἰς μέσον ἄγων, τοὺς ὑπὸ τῶν ὄφεων, τοὺς ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ Δαυῒδ, εἴτε περὶ τοῦ Ἀχιτόφελ, εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ λέγων. Τινὲς μὲν οὖν περὶ τοῦ Ἀχιτόφελ φασὶν εἰρῆσθαι. Οὐ γὰρ ἦν τοῦ αὐτοῦ λέγειν, Φείσασθέ μοι τοῦ παιδαρίου Ἀβεσσαλώμ· καὶ μετὰ τὸ πάθος, Τίς δῴη μοι θάνατον ἀντὶ σοῦ; καὶ ταῦτα νῦν λέγειν· ἀλλ' ἐκεῖνα μὲν ὑπὸ τῆς φύσεως κατεχόμενος ἔλεγε· νῦν δὲ ὑπὸ τοῦ Πνεύματος ἔνθους γενόμενος. Πλὴν εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ, εἴτε περὶ τοῦ Ἀχιτόφελ εἴρηται, σκοπητέον τὰ εἰρημένα· οὐ γὰρ πολύς μοι περὶ τῶν προσώπων ὁ λόγος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
