Ancient Greek · ~13 min
ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 16.1
Not analysed yet
Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; Πόσης ταῦτα πενίας οὐ χαλεπώτερα; πόσης νόσου; πόσης ὀδύνης; Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν, ἀλλ' οὐδὲ ἀπεδυσπέτησεν, οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπολαμβάνω τὰς ἀμοιβὰς, ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ, πάντων γενόμενος ταπεινότερος· ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐξεδόθην. Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεσθαι. Καθάπερ καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· εἰ δέ τις εἶπε πρὸς αὐτούς· Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ (οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν ἡ προσδοκία); ἤκουσεν ἂν, ὅτι Αὕτη μεγίστη ἡμῖν ἀντίδοσις, τὸ διὰ Θεὸν ἀποθανεῖν· οὕτω καὶ αὐτὸς μεγίστην ταύτην ἡγεῖτο παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Καὶ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ' ἐκείνης. Οὕτω δὴ καὶ ἡμᾶς δεῖ, μὴ βασιλείας προσδοκίᾳ, μηδὲ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι' αὐτὸν τὸν Θεὸν πάντα πάσχειν. Ἀλλ' οὕτως εἰσὶ πολλοὶ καὶ ἔτι ἀναπεπτωκότες, καὶ νωθροὶ, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται. Καὶ ὁ μὲν Θεὸς καὶ βασιλείαν ἐπαγγελλόμενος, οὐκ ἀκούεται· ὁ δὲ διάβολος γέενναν προξενῶν, φιλεῖται. Τί ταύτης τῆς μανίας χαλεπώτερον; Καὶ τί λέγω γέενναν; Καὶ πρὸ τῆς γεέννης ἐνταῦθα ὀδύνην, καὶ αἰσχύνην, καὶ γέλωτα ἐπάγων καὶ μυρίας κολάσεις, πολλοὺς ἔχει τοὺς προστρέχοντας. Ἐννόησον γοῦν τὸν μοιχὸν, πῶς ἀθλιώτερον πάντων ζῇ, καὶ πρὸ τῆς γεέννης πάντα ὑποπτεύων, καὶ τὰς σκιὰς τρέμων, καὶ πρὸς οὐδένα ἐλευθέροις ἀντιβλέπων ὀφθαλμοῖς, ἀλλὰ πάντας δεδοικὼς, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, ξίφη βλέπων ἠκονημένα, θανάτους ἐπηρτημένους, δημίους, δικαστήρια. Τί τοιοῦτον ἡ σωφροσύνη ἔχει, κἂν μυρίους πόνους ἔχῃ; Οὐκ ἀεὶ ἐν ἡδονῇ ὁ σώφρων, ἀεὶ δὲ ἐν ὀδύνῃ ὁ μοιχὸς καὶ ἐν σκότῳ; Οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἰδεῖν, τῶν ἡττωμένων ὀργῆς, καὶ τῶν κρατούντων ὀργῆς· τῶν ἁρπαζόντων, καὶ τῶν τὰ ἑαυτῶν διδόντων διὰ τὸν Θεὸν, ἢ μᾶλλον εἰπεῖν προϊέντων. Οἱ μὲν γὰρ ἐν λιμένι κάθηνται· οἱ δὲ εἰς τὸν εὔριπον τῶν παρόντων ἐξενεχθέντες κακῶν, καθ' ἑκάστην περιέρχονται τὴν ἡμέραν. Χωρὶς δὲ τούτων ὅταν ἡλικίαν προβαίνουσαν ὁ πλεονεξίᾳ συζῶν καὶ ἀκολασίαν οὐκ ἀρκοῦσαν αὐτῷ πρὸς ἀπόλαυσιν ἔχῃ, καὶ τοῦ θανάτου τὸν φόβον ἐπικείμενον, ἐννόησον οἷα πάσχει δεινά. Ἀλλ' οὐχ ὁ ἐν ἀρετῇ· ἀλλὰ τότε μᾶλλον χαίρει καὶ εὐφραίνεται, ὅταν εἰς γῆρας ἐλάσῃ, οὐ καταμαραινομένης αὐτῷ τῆς ἀπολαύσεως, ἀλλὰ μᾶλλον ἀνθούσης. Τοῖς μὲν οὖν μοιχοῖς, καὶ ἀκολάστοις, καὶ πλεονέκταις, καὶ γαστριμάργοις ἔκπτωσις τῆς ἀπολαύσεως ἐκείνων τὸ γῆρας· τοῖς δὲ ἀρετὴν μετιοῦσιν ἐπίτασις τῆς ἀπολαύσεως τότε γίνεται. Ὥστε καὶ πρὸ τῆς γεέννης, καὶ πρὸ τῶν ἐντεῦθεν ἀνιαρῶν, ἱκανὸν καὶ τοῦτο κατασεῖσαι τὴν διάνοιαν. Ταῦτα οὖν ἐννοοῦντες, φεύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, φιλῶμεν τὸν Θεὸν, μὴ διὰ τὰ αὐτοῦ, ἀλλὰ δι' αὐτόν. Οὕτω κατὰ τὸν παρόντα βίον καὶ τὴν κατ' ἀρετὴν ὁδεύσομεν ὁδὸν, στενὴν μὲν οὖσαν τῇ φύσει, εὐρεῖαν δὲ τῇ προαιρέσει τῶν ὁδοιπόρων γινομένην· ἧς γένοιτο πάντας ἡμᾶς εἰς τὸ ἄκρον ἐλθεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.