# Expositiones in Psalmos 2-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛϛʹ ΨΑΛΜΟΝ. Ὑπὲρ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2-3

Οὗτοι δὲ ἦσαν Ἀράβιοι, οἱ συνεπιθέμενοι τοῖς Ἰουδαίοις τότε μετὰ τῶν Βαβυλωνίων, ὧν καὶ συνεχῶς μέμνηται ὁ προφήτης, καὶ σφόδρα αὐτῶν κατηγορεῖ, ὅτι καὶ δικαίας συγγενείας ἔχοντες πρὸς αὐτοὺς, τῶν πολεμίων ἐγένοντο πικρότεροι. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Ἕτερος, Ἡ προνενομευμένη. Ἕτερος, Ἡ διαρπασθησομένη. Ἐνταῦθα δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, οὐκ ἐν τῇ τῶν κακῶν ἀπαλλαγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν πολεμησάντων ἐπιβουλῇ, προλέγει τὰ συμβησόμενα τῇ Βαβυλῶνι κακὰ ὁ προφήτης, καὶ ἀθλίαν αὐτὴν ἀπὸ τῶν καταληψομένων κακῶν καλεῖ, κἀν τούτῳ παιδεύων τοὺς Ἰουδαίους, καὶ δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν πανταχοῦ τῆς γῆς ἐκτεταμένην. Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Ἄλλος, Ὃ προεποίησας ἡμῖν. Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Ταῦτα εἰ καὶ πολλοῦ γέμει θυμοῦ καὶ πολλῆς κολάσεως καὶ τιμωρίας, ὅμως τοῦ πάθους τῶν αἰχμαλωτισθέντων ἐστι τὰ ῥήματα, πολλὴν ἀπαιτούντων τὴν τιμωρίαν, καὶ ξένην τινὰ καὶ παράδοξον κόλασιν. Πολλὰ γὰρ οἱ προφῆται οὐκ οἴκοθεν φθέγγονται, ἀλλὰ τὰ ἑτέρων πάθη διηγούμενοι, καὶ εἰς μέσον φέροντες. Ἂν μὲν γὰρ τὴν αὐτοῦ γνώμην ζητῇς, ἀκούσῃ λέγοντος, Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, καὶ τὴν παρὰ τῶν νόμων δεδομένην αὐτῷ συμμετρίαν ὑπερβαίνοντος. Ὅταν δὲ τὰ ἑτέρων διηγῆται πάθη, τὸν θυμὸν ὑπογράφει, τὴν ὀδύνην· ὃ δὴ καὶ νῦν πεποίηκε, τὴν ἐπιθυμίαν τὴν τῶν Ἰουδαίων εἰς μέσον ἄγων, οἳ καὶ μέχρι τῆς ἀώρου ἡλικίας τὴν ὀργὴν ἐξέτεινον. Ἀλλ' οὐ τὰ τῆς Καινῆς τοιαῦτα· ἀλλὰ καὶ ποτίζειν καὶ τρέφειν τοὺς ἐχθροὺς κελευόμεθα, εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς. Τοῦτο δὲ ποιοῦμεν διὰ τὴν ὡρισμένην νομοθεσίαν. Ποίαν δὲ ταύτην; Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, φησὶ, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πολλὴν τοίνυν ἐπιδειξώμεθα τὴν σπουδὴν καὶ μετὰ περιουσίας ἅπασαν φυλάξωμεν, ἅτε λοιπὸν ὡς ἐν οὐρανῷ πολιτευόμενοι ἐπὶ γῆς, καὶ μετὰ ἀγγέλων χορεύοντες. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
