# Expositiones in Psalmos 2.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων. Ἄλλος, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Ἄλλος, Ὑπὲρ νεοτήτων ᾆσμα. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι, ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ἄλλος, Ἐν θλίψεσιν εὑρισκόμενος. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-12

Καὶ οὐχ ἁπλῶς τέθεικε τὸ, Ὁ Ὕψιστος. Ὁ οὖν οὕτως ὑψηλὸς, ὁ μηδενὶ τόπῳ περιεχόμενος, ἡ ἄφραστος οὐσία, κατηξίωσε σκήνωμα αὐτοῦ καλέσαι τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντοθεν αὐτὴν συνέχει. Τοῦτο γὰρ ἔστιν, Ἐν μέσῳ αὐτῆς, ὡς καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι. Πάντοθεν αὐτὴν συγκροτεῖ· διὰ τοῦτο οὐ μόνον οὐδὲν πείσεται δεινὸν, ἀλλ' οὐδὲ σαλευθήσεται. Καὶ τὸ αἴτιον, ὅτι ταχίστης ἀπολαύει τῆς συμμαχίας, ἑτοίμου καὶ παρεσκευασμένης οὔσης· τοῦτο γάρ ἐστι τὸ Πρωΐ· οὐ μελλούσης, οὐδὲ βραδυνούσης, ἀλλὰ νεαρᾶς ἀεὶ καὶ ἀκμαζούσης, καὶ ἐν καιρῷ τῷ προσήκοντι. Ἐταράχθησαν ἔθνη. Ἄλλος, Συνήχθησαν ἔθνη. Ἔκλιναν βασιλεῖαι. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Δείκνυσιν αὐτοῦ τῆς βοηθείας ἐνταῦθα τὴν δύναμιν. Οὐ γὰρ δὴ τῶν τυχόντων ἐπιόντων, ἀλλὰ βασιλέων, ἐθνῶν πάντοθεν συνιόντων, κυκλούντων, πολιορκούντων πόλιν μίαν, οὐ μόνον οὐδὲν ἔπαθεν ὑπ' αὐτῶν δεινὸν, ἀλλὰ καὶ περιεγένετο, καὶ ἐκράτησε, καὶ περιέτρεψε τοὺς ἐπιόντας. Τοῦτο γάρ ἐστι τὸ, Ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος· ὡς ἂν εἴποι τις, Αὐτοβοεὶ τὰς πόλεις εἷλε. Παχὺ μὲν τὸ ῥῆμα, καὶ ἀνθρωπινώτερον τὸ εἰρημένον. Οὐδὲ γὰρ φωνῇ καὶ βοῇ ὁ Θεὸς νικᾷ, ἀλλὰ νεύματι μόνῳ καὶ βουλήματι. Ἀλλ' ὅμως ἀπὸ τῶν παχυτέρων αὐτὸν ἀνάγων, τῶν ἄλλων ὑψηλοτέραν ἐπενόησε λέξιν. Ἐπειδὴ γὰρ ἀεὶ ὁπλιζόμενον αὐτὸν εἰσάγει, δεικνὺς ὅτι πάντα ἐκεῖνα μεταφορικῶς εἴρηται, καὶ τροπικώτερον, καὶ συγκαταβατικώτερον (ὁ γὰρ Θεὸς οὐδενὸς τούτων δεῖται), ἐπήγαγεν, Ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐσαλεύθη ἡ γῆ· δεικνὺς, ὅτι οὐ μόνον πόλεις, καὶ ἔθνη, καὶ χώρας, ἀλλὰ καὶ αὐτὸ τὸ στοιχεῖον διασείει. Οἶδε δὲ καὶ γῆν τὰ πλήθη καλεῖν, ὡς ὅταν λέγῃ· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν. Ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Τῶν δυνάμεων, Σαβαὼθ εἶπεν. Ὅρα πῶς ἀπὸ τῆς γῆς ἀνάγει τὸν λόγον ἐπὶ τὸν οὐρανὸν, εἰς τοὺς ἀπείρους τῶν ἀγγέλων δήμους, εἰς τὰ ἔθνη τῶν ἀρχαγγέλων, εἰς τὰς δυνάμεις τὰς ἄνω. Τί γάρ μοι λέγεις στρατόπεδα, καὶ βαρβάρους, καὶ ἀνθρώπους ἀπολλυμένους; φησίν. Ἐννόησον αὐτοῦ τὴν ἰσχὺν, ἀπὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας, ὅσα στρατόπεδα τῶν ἀοράτων δυνάμεων ὑφ' ἑαυτῷ τεταγμένα ἔχει. Καὶ καλῶς δυνάμεις ἐκάλεσε, τὴν ἰσχὺν αὐτῶν ἐνδεικνύμενος· ὅπερ καὶ ἀλλαχοῦ φησι· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Καὶ γὰρ εἷς ἄγγελός ποτε ἐξελθὼν, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε. Τί οὖν εἰ δυνατὸς μέν ἐστιν, οὐ βούλεται δὲ ἡμῖν χεῖρα ὀρέξαι; Ἀλλὰ μηδὲ τοῦτο δείσῃς, φησί· διὰ τοῦτο ἐπήγαγεν, Ἀντιλήπτωρ ἡμῶν. Οὐκοῦν καὶ βούλεται καὶ δύναται· μὴ τοίνυν φοβοῦ. Τί οὖν εἰ ἡμεῖς ἀνάξιοι; Ἀλλὰ πατρῴαν πρὸς αὐτὸν ἔχομεν φιλανθρωπίαν. Διὸ καὶ τοῦτο προστιθεὶς ἔλεγεν, Ὁ Θεὸς Ἰακὼβ, ὡσανεὶ ἔλεγεν· Ἀεὶ τοῦτο τὸ ἔθος αὐτῷ, φησὶν, ἄνωθεν, καὶ ἐξ ἀρχῆς. Διάψαλμα. Ἄλλος, Ἀεί. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον (ἄλλος λέγει, Συνέκλασε), καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἄλλος, Καὶ ἁμάξας ἐμπρήσει ἐν πυρί. Εἰπὼν περὶ τῆς γῆς, περὶ τῆς θαλάσσης, περὶ τῶν ὀρῶν, περὶ τῆς πνευματικῆς χορηγίας τῆς εἰς αὐτοὺς γεγενημένης, περὶ τῆς συμμαχίας, πάλιν ἐκτείνει τὴν ὑπόθεσιν πρὸς τοὺς θεατὰς, ἐπὶ τὰ τρόπαια αὐτοὺς καλῶν ἐξ ἡδονῆς πολλῆς, καὶ τῆς πρὸς τὸν Δεσπότην διαθέσεως, καὶ τὰς νίκας ἀναγορεύων, ἃς ὑπὲρ αὐτῶν εἰργάσατο. Καὶ καλῶς εἶπε, Τέρατα, οὐκ εἶπε, νίκας καὶ τρόπαια. Οὐ γὰρ κατὰ ἀκολουθίαν ἐγίνετο τὰ γινόμενα, οὐδὲ ὅπλοις καὶ δυνάμει σωμάτων τὰ τῆς μάχης ἐκρίνετο, ἀλλὰ Θεοῦ νεύματι, τῶν πραγμάτων δηλούντων, ὅτι αὐτὸς ἦν ὁ στρατηγῶν. Ἐπειδὴ γὰρ οἱ ἀσθενεῖς τοὺς δυνατοὺς ἐνίκων, οἱ ὀλίγοι τοὺς πολλοὺς, οἱ κεκρατημένοι τοὺς κρατοῦντας, καὶ παρ' ἐλπίδα τὰ πράγματα ἐγίνετο, εἰκότως αὐτὰ τέρατα καλεῖ, ἅτε παραδόξως συμβαίνοντα, καὶ πανταχοῦ τῆς γῆς ἐκτεταμένα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
