# Expositiones in Psalmos 2.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Μϛʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-13

Τὸ μὲν οὖν ἔργον ἅπαν τοῦ Χριστοῦ γέγονε· τὸν γὰρ χαλεπὸν τοῦτον αὐτὸς κατέλυσε πόλεμον, δήσας τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας. Φιλάνθρωπος δὲ ὢν, τοὺς οὐδὲν πονήσαντας, τούτους ποιεῖ τῆς νίκης καὶ τῶν τροπαίων ἀπολαύειν, καὶ τὴν ἐπινίκιον παρασκευάζει ἀναφέρειν φωνὴν, καθάπερ τοὺς κατωρθωκότας αὐτοὺς καὶ κρατήσαντας. Διὸ καὶ βοῶμεν ἅπαντες, οὐκ ἄσημόν τινα φωνὴν, ἀλλὰ καὶ σφόδρα εὔσημον· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Καὶ πάλιν, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Τοῦτο γὰρ ἐν τῷ ψαλμῷ τούτῳ εἴρηται. Καὶ πάλιν ἀλλαχοῦ· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώ ποις. Ἀνήνεγκάν ποτε καὶ Ἰουδαῖοι ἐπινίκιον φωνὴν, ὅτε τῶν Αἰγυπτίων τὸ στρατόπεδον κατεποντίζετο, λέγοντες· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἀλλ' ἡ ἡμετέρα πολλῷ μείζων, οὐκ Αἰγυπτίων, ἀλλὰ τῶν δαιμόνων καταποντισθέντων· οὐ τοῦ Φαραὼ ἀλλὰ τοῦ διαβόλου νικηθέντος· οὐ τῶν ὅπλων ληφθέντων τῶν αἰσθητῶν, ἀλλὰ τῆς κακίας ἀναιρεθείσης· οὐκ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀλλ' ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας· οὐκ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐξιόντων, ἀλλ' εἰς τὸν οὐρανὸν μεθορμιζομένων· οὐ μάννα ἐσθιόντων, ἀλλὰ σῶμα σιτουμένων δεσποτικόν· οὐχ ὕδωρ πινόντων ἀπὸ πέτρας, ἀλλ' αἷμα ἀπὸ πλευρᾶς. Διὰ τοῦτό φησι· Κροτήσατε χεῖρας, ὅτι λίθων ἀπαλλαγέντες καὶ ξύλων, ὑπερέβητε τοὺς οὐρανοὺς, καὶ τοὺς οὐρανοὺς τῶν οὐρανῶν, καὶ πρὸς αὐτὸν ἔστητε τὸν θρόνον τὸν βασιλικόν. Ἀλαλάξατε τοίνυν τῷ Θεῷ, τουτέστιν, Ἐκείνῳ τὴν εὐχαριστίαν ἀνενέγκατε, ἐκείνῳ τὴν νίκην, ἐκείνῳ τὸ τρόπαιον. Οὐκ ἀνθρώπινος ὁ πόλεμος οὐδὲ αἰσθητὴ ἡ μάχη, οὐδὲ ὑπέρ τινος τῶν βιωτικῶν ὁ ἀγὼν, ἀλλ' ὑπὲρ τῶν οὐρανῶν αὐτῶν, καὶ τῶν ἐν οὐρανοῖς. Αὐτὸς τὸν πόλεμον ἐστρατήγησε τοῦτον, καὶ ἡμῖν τῆς νίκης μετέδωκεν. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ποῦ νῦν εἰσιν οἱ τοῦ Μονογενοῦς τὴν δόξαν καθαιροῦντες; Ἰδοὺ βασιλεὺς μέγας ὁ Υἱὸς λέγεται, ὃ περὶ τοῦ Πατρὸς εἴρηται· Μὴ ὀμόσῃς γὰρ, φησὶ, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος αὐτοῦ ἐστι· μήτε εἰς τὰ Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ βασιλέως. Καὶ ἀλλαχοῦ πάλιν· Θεὸς ἰσχυρὸς, ἐξουσιαστής· ὅπερ ἐστὶ βασιλεύς. Ὅταν τοίνυν ἀκούσῃς ὅτι ἀνεσκολοπίσθη σου ὁ Δεσπότης, ὅτι ἐκρεμάσθη ἐν τῷ σταυρῷ, ὅτι ἐτάφη, ὅτι κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, μὴ καταπέσῃς, μηδὲ ἀδημονήσῃς· ὕψιστος γάρ ἐστι, καὶ ὕψιστος φύσει. Τὸ δὲ ὑψηλὸν φύσει οὐκ ἄν ποτε μετασταίη τοῦ ὕψους, οὐδ' ἂν γένοιτο ταπεινόν· ἀλλὰ καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ μένει τὸ ὕψος καὶ διαδείκνυται. Ἐπεὶ καὶ ἀποθανὼν, τότε μάλιστα τὴν κατὰ τοῦ θανάτου ἰσχὺν ἔδειξε. Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, φησὶ, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν· οὕτω δὴ καὶ τὸ ὕψος αὐτοῦ ἐν τῇ ταπεινότητι ἐφάνη. Ὅρα γοῦν αὐτὸν ἐν τῷ ᾅδῃ ὄντα, καὶ τὰ ὑψηλὰ ἅπαντα σείοντα. Ὁ γὰρ ἥλιος τότε τὰς ἀκτῖνας ἀπέστρεψε, πέτραι ἐσχίζοντο, τὸ καταπέτασμα ἐῤῥήγνυτο, ἐκλονεῖτο ἡ γῆ, Ἰούδας ἀπήγχετο, Πιλάτος καὶ ἡ τούτου γυνὴ ἐδειματοῦτο, αὐτὸς ὁ δικάζων ἀπελογεῖτο. Ὅταν τοίνυν ἀκούσῃς, ὅτι ἐδέθη καὶ ἐμαστιγώθη, μὴ συγχυθῇς· ἀλλ' ὅρα αὐτὸν καὶ ἐν τῷ δεσμῷ τὴν ἰσχὺν ἐπιδεικνύμενον. Εἶπε, Τίνα ζητεῖτε; καὶ πάντας ἔῤῥιψεν ὑπτίους. Εἶδες πῶς φοβερὸς, φωνῇ μόνῃ καὶ νεύματι τοσαῦτα ἐργαζόμενος; Ὅταν οὖν ἴδῃς αὐτὸν νεκρὸν, ἐννόησον τὸν λίθον αἰρόμενον, τοὺς ἀγγέλους τοὺς μετὰ φόβου παραμένοντας τῷ τάφῳ, τὸν ᾅδην λυόμενον, τὸν θάνατον τηκόμενον, τοὺς δεσμώτας ἀπολύοντα· καὶ τότε ὄψει αὐτοῦ τὸ φοβερόν. Εἰ δὲ ἐν τῷ καιρῷ τῆς ἀτιμίας τοσαῦτα ἐπεδείξατο, ἐν οὐρανῷ, ἐν γῇ, ἐν ᾅδῃ, τίνα οὐκ ἐπιδείξηται ἐν τῷ καιρῷ τῆς μελλούσης παρουσίας; Ἄκουσον τῶν δαιμόνων ἐν τῷ καιρῷ τῆς ταπεινώσεως τί λέγουσι, τῶν ἀφριζόντων, τῶν δεσμὰ διαλυόντων, τῶν ἄβατον ποιούντων τὴν ὁδόν· Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς; Εἰ τοίνυν ταῦτα τότε, ὅταν παραγένηται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλεύωνται, καὶ ὁ ἥλιος μεταστραφῇ εἰς σκότος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς, τί ἐροῦσι; Διὰ τοῦτό φησιν· Ὕψιστος, φοβερός. Μᾶλλον δὲ, τί ἄν τις ἄξιον εἴποι, τὴν ἡμέραν ἐκείνην διηγούμενος, ὅταν πέμπῃ τοὺς ἀγγέλους πανταχοῦ τῆς οἰκουμένης, ὅταν πάντα σείηται, ὅταν ἡ γῆ κλονῆται τὴν παρακαταθήκην τῶν νεκρῶν ἀποδιδοῦσα, ὅταν τὰ μυρία σώματα ἐγείρηται, ὅταν ὁ οὐρανὸς συστέλληται, καθάπερ τι καταπέτασμα συστελλόμενον· ὅταν τὸ βῆμα τιθῆται τὸ φοβερὸν, ὅταν οἱ ποταμοὶ τοῦ πυρὸς ἕλκωνται, ὅταν αἱ βίβλοι ἀνοίγωνται, ὅταν ἑκάστῳ τὰ ἐν σκότῳ πεπραγμένα εἰς μέσον ἄγῃ· ὅταν αἱ ἀφόρητοι κολάσεις ἐκεῖναι καὶ τιμωρίαι, ὅταν αἱ ἀπειληφόροι δυνάμεις, ὅταν αἱ ῥομφαῖαι ἐσπασμέναι, ὅταν αἱ πρὸς τὴν γέενναν ἀπαγωγαί· ὅταν πάντα τὰ ἀξιώματα λύηται, καὶ βασιλέων, καὶ στρατηγῶν, καὶ ὑπάτων, καὶ ὑπάρχων· ὅταν τοσοῦτος δῆμος ἀγγέλων παρῇ, ὅταν τάγματα μαρτύρων, προφητῶν, ἀποστόλων, ἱερέων, μοναχῶν, ὅταν τὰ ἔπαθλα ἐκεῖνα τὰ ἀπόῤῥητα, ὅταν βραβεῖα, ὅταν οἱ στέφανοι, ὅταν τὰ ἀγαθὰ τὰ ὑπερβαίνοντα τὸν νοῦν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
