# Expositiones in Psalmos 2.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ. ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-14

Ἀνακηρύττει αὐτῆς τὸ ἀξίωμα, τὴν εὐφημίαν, τὸν στέφανον, λέγων, Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Εἶτα δεικνὺς πῶς ἐστι πόλις τοῦ βασιλέως τοῦ μεγάλου, ἐπάγει, Ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, τὴν πολλὴν πρόνοιαν ἐνδεικνύμενος, ὅτι ὅλην δι' ὅλου σώζει, οὐχ ὁλοκλήρου μόνον αὐτῆς κηδόμενος, ἀλλὰ καὶ καθ' ἑκάστην οἰκίαν ἐπιδεικνύμενος αὐτοῦ τὴν πρόνοιαν. Ἡμῖν μὲν γὰρ καὶ χωρὶς τούτου γνώριμος, τοῖς δὲ ἐχθροῖς καὶ ἐντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἔδειξε. Καὶ γὰρ ἐπὶ τοῦ Ἐζεκία νέφος βαρβάρων ἐπελθὸν, καὶ πᾶσαν αὐτὴν καθάπερ ἐν σαγήνῃ κυκλώσαντες, ἀπῆλθον τὸ πλέον αὐτῶν καταλιπόντες νεκρούς. Καὶ ἕτεροι δὲ πολλοὶ πολλάκις εἰς αὐτὴν εἰσελθόντες, αἰσχυνθέντες ἀνεχώρησαν. Ταῦτα δὲ πάντα τῇ τοῦ Θεοῦ προνοίᾳ κατωρθώθη, φησὶ, καὶ λαμπρὰν αὐτὴν ἐποίησεν. Οὐ τῷ λαμπρὰ δὲ μόνον, ἀλλὰ καὶ τῷ οὕτω λαμπρὰ γενέσθαι, μεγάλη γέγονεν. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Ἄλλος φησὶν, Ἰδοὺ οἱ βασιλεῖς συνετάξαντο. Αὐτοὶ ἰδόντες οὕτως, ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν πνεύματι βιαίῳ. Ἄλλος φησὶ, Δι' ἀνέμου βιαίου. Ἄλλος, Καύσωνος. Συντρίψεις πλοῖα Θαρσεῖς. Ἄλλος, Κατεάξεις. Ὁ δὲ Ἑβραῖός φησι, Θαρσεῖς. Ἐνταῦθα πόλεμον διηγεῖται χαλεπὸν καὶ συγκεκροτημένον πάντοθεν, καὶ νίκην λαμπροτέραν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀντιλαμβάνεται αὐτῆς καὶ πολλὴν ἐπιδείκνυσι πρόνοιαν, δείκνυσι λοιπὸν καὶ πῶς ἀντελαμβάνετο. Μυρίων γὰρ ἐθνῶν ἐπελθόντων (τοῦτο γὰρ διὰ τοῦ πλήθους τῶν βασιλέων δηλοῖ), καὶ οὐχ ἁπλῶς ἐπελθόντων, ἀλλὰ συγκεκροτημένων καὶ συντεταγμένων, τοιαῦτα γέγονε πράγματα, ὡς αὐτοὺς θαυμαστὰς γενομένους τῶν παραδόξων αὐτῶν ἀπελθεῖν. Οὕτω γὰρ ὁ πόλεμος ἐτροποῦτο, ὡς νάρκης, καὶ φρίκης ἐμπλησθέντας αὐτοὺς ἀναχωρεῖν· καὶ μετὰ πολλῆς τῆς ἀγωνίας ἀπεπήδων οἱ πολλοὶ τοὺς ὀλίγους δείσαντες, οἱ συντεταγμένοι τοὺς διῃρημένους, καὶ ὠδινούσης γυναικὸς οὐδὲν ἄμεινον διέκειντο. Ὅθεν δῆλον, ὡς οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην ὁ πόλεμος κατωρθοῦτο, ἀλλὰ Θεὸς ἦν ὁ τὴν μάχην στρατηγῶν, ὁ καὶ τὰ φρονήματα αὐτῶν οὐ μόνον καταβάλλων, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτῶν κατασείων, καὶ ὠδῖνας αὐτοῖς ἐντιθεὶς, καὶ ἄῤῥητον φόβον τινὰ αὐτοῖς ἐργαζόμενος. Καὶ ταὐτὸν γέγονεν, οἷον ἂν εἰ στόλου πολλοῦ ναυτικοῦ συνελθόντος, πνεῦμα ἐμπεσὸν χαλεπὸν συντρίψειε πάντα τὰ πλοῖα, καὶ καταδύσειε τὰς τριήρεις, καὶ πολλὴν ἀθρόον ἐμβάλοι τὴν ταραχήν. Ἐνταῦθα γάρ μοι διὰ τοῦ ὑποδείγματος τούτου τό τε εὔκολον τῆς νίκης δοκεῖ δηλοῦν, καὶ τῆς ταραχῆς τὴν ὑπερβολήν. Καὶ γὰρ ναυτικῷ χρησάμενοι στόλῳ, καὶ οὗτοι παραγενόμενοι ἐκ μακρᾶς τινος καὶ ἀλλοτρίας χώρας, ὥσπερ τινὶ πνεύματι βιαίῳ τῇ ὀργῇ τοῦ Θεοῦ πάντες ἀπώλοντο. Διὸ καὶ τὸν τόπον δηλῶν ὅθεν ἦλθον, ἐπήγαγε τὸ, Θαρσεῖς. Οὕτω γὰρ καὶ ὁ Ἑβραῖος ἐδήλωσε διὰ τῆς λέξεως, ἣν καὶ παρεθήκαμεν ὑμῶν χάριν εἰς τὴν ἀνάγνωσιν τοῦ ῥητοῦ. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ἐκεῖνο ὃ ἔμπροσθεν εἶπον, ὅτι ὥσπερ τὰ πλοῖα Θαρσεῖς ἄνεμος χαλεπὸς ἐμπεσὼν συνέτριψε πολλάκις, οὕτω δὴ τὰ πλήθη ἐκεῖνα συνετάραξεν ὁ Θεός. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς τὸ ἀνώτερον ἐξηγεῖται, τὸ, Εὐριζῶν; Οὐ γὰρ εἶπεν, εὐριζώσας, ἀλλ', Εὐριζῶν, τουτέστι, διηνεκῶς προορῶν, διηνεκῶς κηδόμενος, διηνεκῶς τειχίζων. Εἰπὼν γὰρ τὰ συμβάντα τότε, ἐπὶ τὰ παλαιὰ διηγήματα ἀνάγει τὸν λόγον, δεικνὺς ὅτι ταῦτα ἐκείνων συγγενῆ. Ἃ γὰρ εἴδομεν, φησὶν, ἐπὶ τῶν ῥημάτων, ταῦτα ἐπὶ τῶν ἔργων ἑωράκαμεν, τὰς νίκας, τὰ τρόπαια τοῦ Θεοῦ, τὴν κηδεμονίαν, τὰ παράδοξα θαύματα. Οὐ γὰρ διέλιπεν ὁ Θεὸς ἀεὶ ταῦτα ἐργαζόμενος. Ὥστε αὐτοῦ ἐστι καὶ κινδύνων ἀπαλλάττειν, καὶ πρὸς θεογνωσίαν χειραγωγεῖν. Καὶ καλῶς ὁ προφήτης ἐμνημόνευσε τῶν πρὸ πολλοῦ τοῦ χρόνου γενομένων. Ἐπεὶ γὰρ καὶ ἀπὸ τῶν παλαιῶν διηγημάτων, καὶ ἀπὸ τῶν νεαρῶν παιδεύεσθαι ἔργων, ὥστε τοὺς παχυτέρους αὐτῶν ἀπὸ τῶν γινομένων καὶ τοῖς ἤδη γεγενημένοις πιστεύειν, καὶ διπλοῦν καρποῦσθαι τὸ κέρδος, καὶ τὴν ἀκοὴν αὐτοῖς ἀντὶ ὄψεως γίνεσθαι. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ἕτερος, Εἰκάσαμεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ὁ δὲ Ἑβραῖος, Ἠχαλὰχ δεμμηνοῦ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
