# Expositiones in Psalmos 2.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-20

Πάλιν ὁ πλεονέκτης καὶ βάσκανος τὰ αὐτὰ πείσεται. Ὁ δὲ τούτων ἀπηλλαγμένος τὰ ἐναντία. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σπέρμα οἶδε πολλάκις ἡ Γραφὴ λέγειν οὐ τὸ κατὰ φύσεως ἀκολουθίαν τικτόμενον, ἀλλὰ τὸ κατὰ κοινωνίαν ἀρετῆς. Διὸ καὶ Παῦλος ἑρμηνεύων τὸ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι σπέρμα Ἀβραὰμ, πάντες τέκνα· ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ πάλιν, Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη. Ὅτι γὰρ οὐ περὶ Ἰουδαίων εἴρηται, τὰ πράγματα δηλοῖ· οἱ γὰρ αὐτοὶ κατάρας γέμοντες, πῶς ἂν ἄλλοις εὐλογίας γένοιντο αἴτιοι; ἀλλὰ περὶ τῆς Ἐκκλησίας φησὶ, τῆς κατὰ τὴν κοινωνίαν τῆς πίστεως σπέρμα χρηματιζούσης αὐτῷ. Τοιοῦτοι τοίνυν οἱ ἐνάρετοι, καὶ τὸν Θεὸν φοβουμένων παῖδες Δυνατὸν ἐν τῇ γῇ τὸ σπέρμα αὐτοῦ. Διὰ τί εἶπεν, Ἐν τῇ γῇ; Ἵνα δείξῃ, ὅτι καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ πρὸ τῆς πείρας τῶν ἀγαθῶν τῶν ἐκεῖ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, ἐν ἑαυτῇ τὴν ἀμοιβὴν ἡ ἀρετὴ κέκτηται καὶ πρὸ τῶν ἐπάθλων. Ὅτι γὰρ ὁ τοιοῦτος σπέρμα δυνατὸν ἔσχε, καὶ ὁ ἀρετὴν περιβεβλημένος πάντων ἐστὶ δυνατώτερος, ἐδίδαξαν οἱ ἀπόστολοι, ἔδειξαν οἱ προφῆται. Ὁμοίως καὶ ὁ Κύριος περὶ τούτων ἐμφαίνων, φησίν· Ὅστις ἀκούει μου τοὺς λόγους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Πόσαι δήμων ἐπαναστάσεις, πόσοι τυράννων θυμοὶ, πόσα ξίφη, πόσα δόρατα, πόσα βέλη, πόσαι κάμινοι, πόσοι θηρίων ὀδόντες, πόσοι κρημνοὶ, πόσα πελάγη, πόσαι ἐπιβουλαὶ, πόσαι συκοφαντίαι, πόσα μηχανήματα κατὰ τῶν ἀποστόλων ᾔρετο. ἀλλ' ὅμως οὐδὲν αὐτοὺς ὑπεσκέλισεν, ἀλλὰ πάντων ὑψηλότεροι τούτων ἐγένοντο, ὑπὲρ τοὺς καλάμους τῶν ἐπιβουλευόντων πετόμενοι, καὶ τοὺς ἐπιβουλεύοντας εἰς τὴν ἑαυτῶν μετατιθέντες τάξιν. Οὐδὲν γὰρ ἀρετῆς δυνατώτερον· αὕτη καὶ πέτρας στεῤῥοτέρα, καὶ ἀδάμαντος ἰσχυροτέρα· ὥσπερ οὖν κακίας οὐδὲν εὐτελέστερον, οὐδὲ ἀσθενέστερον, κἂν μυρία τις ᾖ περιβεβλημένος χρήματα, κἂν πολλὴν ἔξωθεν ἔχων δυναστείαν. Εἰ δὲ ἐν τῇ γῇ τοσαύτη ἡ ἰσχὺς, ἐννόησον, ἐν τοῖς οὐρανοῖς πόσης ἀπολαύσονται τῆς δυνάμεως οἱ τοιοῦτοι. Γενεὰ εὐθέων εὐλογηθήσεται. Εἶδες αὐτὴν διαλάμπουσαν, καὶ μυρίους κήρυκας καὶ ἐπαινέτας ἔχουσαν καὶ θαυμαστάς; Ἀλλ' οὐχ ἁπλῶς τοὺς τυχόντας, ἀλλὰ τοὺς συνετούς. Οὐδὲ γὰρ δυνήσεταί τις αὐτὴν συνιδεῖν τῶν χαμαιζήλων ἀνθρώπων, ἀλλ' οὗτοι μάλιστα αὐτὴν ἐπαινέσονται, οὗτοι θαυμάσονται, καὶ ἀνακηρύξουσιν, οἱ μὴ διεστραμμένην ἔχοντες τὴν διάνοιαν. Ἐννόησον οὖν ἡλίκον ἐστὶ τὸ κτῆμα, ὥστε μηδὲ τῶν ἀγγέλων ἀποδέειν, μηδὲ τῶν ἀποστόλων, μηδὲ τῶν μεγάλων καὶ θαυμαστῶν· καὶ γὰρ εἰ τοὺς ἐγκωμιάζοντας αὐτὴν τοιούτους εἶναι χρὴ, σκόπει καὶ λογίζου ἡλίκην αὐτὴν εἶναι εἰκός. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Πάλιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ διαβαίνει. Οἶδε γὰρ καὶ πλοῦτον καλεῖν ἡ Γραφὴ τὸν ἐν τοῖς ἔργοις τοῖς ἀγαθοῖς· ὡς ὅταν λέγῃ· Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς. Οὗτος γὰρ ἀληθὴς ὁ πλοῦτος, ὡς ὅ γε ἕτερος ὄνομα πλούτου ψιλὸν, πράγματος ἔρημον. Εἰ δὲ καὶ τοῦτον λέγει τις, οὐδὲ οὕτως ἀποστησόμεθα τοῦ λόγου. Τί γὰρ ἂν ἦν καὶ ἐν χρήμασι τῶν ἀποστόλων πλουσιώτερον, οἷς καθάπερ ἐκ πηγῶν ἅπαντα ἔῤῥει; Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον καὶ ἐτίθουν τὰς τιμὰς παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὁρᾷς πλούτου φιλοτιμίαν; Τὰ πάντων ἐκέκτηντο, τῆς φροντίδος αὐτῶν ἀπηλλαγμένοι, καὶ ὥσπερ οἰκονόμοι μᾶλλον αὐτῶν ὄντες ἢ δεσπόται. Οἱ γὰρ ἔχοντες, τοῦ ἔχειν ἀφιστάμενοι, οὕτως αὐτὰ τοῖς ἀποστόλοις ἐκόμιζον, αὐτοὶ μὲν αὐτὰ ἐξαργυρίζοντες καὶ χρήματα ποιοῦντες, τὴν δὲ διανομὴν ἐπιτρέποντες ἐν τῇ ἐξουσίᾳ τῇ ἐκείνων γίνεσθαι. Διὰ τοῦτο ἔλεγεν ὁ Παῦλος· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἐν τοσούτῳ πλούτῳ ὄντες, ὑψηλότεροι τῆς περιουσίας ἦσαν· καὶ γὰρ τὸ πλῆθος αὐτοὺς οὐ κατεῖχε τῶν χρημάτων. Τοῦτο μάλιστα πλοῦτος, τὸ μὴ δεῖσθαι πλούτου. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐνταῦθα λοιπὸν οὐδὲ ἑρμηνείας δεῖται. Εἶχον μὲν γὰρ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ. Εἵπετο καὶ αὕτη κατὰ τὸν θεῖον λόγον τὸν λέγοντα· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί γὰρ ἐκείνων σεμνότερον; Ὡς ἀγγέλους τοῦ Θεοῦ ἐδέχοντο, τὰ χρήματα φέροντες, παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν· λοιπὸν καὶ αὐτῶν τῶν τὸ διάδημα περικειμένων λαμπρότεροι ὑπῆρχον. Ποῖος μὲν μετὰ τοσαύτης εἰσῄει βασιλεὺς περιφανείας, μεθ' ὅσης ὁ Παῦλος ἐθαυμάζετο πανταχοῦ φθεγγόμενος, καὶ λύων θανάτους, καὶ ἐλαύνων νοσήματα, δραπετεύειν ποιῶν δαίμονας, καὶ διὰ τῶν ἱματίων τῶν ἑαυτοῦ τοιαῦτα ἐργαζόμενος; Οὗτος τὴν γῆν οὐρανὸν ἐποίει, καὶ πρὸς τὴν ἀρετὴν ἅπαντας ἐχειραγώγει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
