# Expositiones in Psalmos 2.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΒʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-21

Ὁρᾷς πῶς κατέστειλε τὰ Ἰουδαϊκὰ, καὶ ἔπαυσε, καὶ πανταχοῦ τῆς οἰκουμένης τῆς Ἐκκλησίας τὴν πολιτείαν ἐξέτεινε, καὶ λατρείαν προανεκήρυξεν; Ὁ γὰρ ταῦτα λέγων προφήτης μετὰ τὴν ἐπάνοδόν ἐστι τὴν ἐκ Βαβυλῶνος· καὶ διὰ τοῦτο ταῦτα προεφήτευσε τότε, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ἐκεῖνον λέγει τὸν συγκλεισμὸν καὶ ἐκείνην τὴν ἐρήμωσιν τὴν ἐν Βαβυλῶνι. Μετὰ γὰρ τὸ λυθῆναι ἐκεῖνα, καὶ ἐπὶ τὴν προτέραν αὐτοὺς ἐπανελθεῖν πολιτείαν, ταῦτα ὁ ἄγγελός φησι, δηλῶν τὴν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν, μεθ' ἣν οὐκ ἔσται λοιπὸν τῆς ἐρημίας ἐκείνης μεταβολή τις. Διεδέξατο γὰρ τὰ τῆς Ἐκκλησίας πράγματα. Διό φησιν, ὅτι Μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, τουτέστιν, εὐλογημένον, διὰ τοῦ βίου αὐτῶν αἰνούμενον· ὥσπερ καὶ ἐνταῦθα ἔλεγεν, Εὐλογημένον τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος. Ὁρᾷς πάλιν τὰ ἔθνη δεχόμενα αὐτοῦ τὴν λατρείαν, καὶ οὐχ ἁπλῶς ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πάντα τὰ κατὰ τὴν οἰκουμένην; Τί ταύτης τῆς προφητείας σαφέστερον; Πῶς δὲ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη; Ὅτι μεγαλύνομεν αὐτὸν, οὐ προστιθέντες αὐτῷ ὕψος; Ἄπαγε· ἀλλὰ τοῖς δόγμασι, τῇ λατρείᾳ, τῇ προσκυνήσει, τοῖς ἄλλοις ἅπασιν, οὐδὲν ταπεινὸν ἐννοοῦντες, καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ὑψηλότερα πολλῷ καὶ μείζονα. Τοιαύτη γὰρ αὕτη ἡ πολιτεία· ὅσον οὐρανὸς τῆς γῆς ὑψηλότερος, τοσοῦτον αὕτη τῆς παλαιᾶς. Διό φησιν· Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος. Καὶ γὰρ μετὰ τοῦ ὑψοῦν αὐτὸν διὰ τῆς λατρείας, κἀκεῖνο ἴσμεν, ὅτι καὶ ταῦτα συγκατάβασίς ἐστιν. Ὥστε κἂν τῶν ἐν τῇ παλαιᾷ ὑψηλότερα, ἀλλὰ τῆς ἀξίας αὐτοῦ καταδεέστερα. Καὶ ταῦτα Παῦλος δηλῶν, καὶ ἑκατέρας τῆς γνώσεως τῆς τε νῦν κατεχούσης, τῆς τε τότε ἐσομένης ἐν τῷ μέλλοντι τὸ διάφορον παριστὰς ἔλεγεν· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Καὶ, Βλέπομεν ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι τοσοῦτον ἀφέστηκεν ἡ γνῶσις αὕτη τῆς τότε, ὅσον τὸ νήπιον τοῦ ἐλθόντος ἀνδρὸς εἰς ἡλικίαν τελείαν. Ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ αἴνου καὶ ὕψους διελέχθη τοῦ διὰ τῆς πολιτείας τῆς ἀνθρωπίνης γενομένου, καὶ παρῄνεσεν οὕτως ὑψοῦν τὸν Θεὸν, οὕτως αἰνεῖν, οὕτω μεγαλύνειν, εἰς μείζονα προτρεπόμενος ἀρετὴν, δείκνυσι ποῦ τοῦτο γίνεται μάλιστα. Ποῦ τοίνυν τοῦτο γίνεται; Ἐν τοῖς οὐρανοῖς. Ἐκεῖ γάρ ἐστιν ἡ δόξα αὐτοῦ. Μάλιστα γὰρ ἄγγελοι δοξάζουσιν αὐτὸν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ὑπακοῆς τῶν διακονουμένων ἀνθρώπων δοξάζουσι, μετὰ ἀκριβείας τὰ θελήματα αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ ἀνύοντες. Διό φησι· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Διὸ καὶ ἐν τοῖς Εὐαγγελίοις ἐκέλευεν ὁ Χριστὸς εὔχεσθαι, καὶ λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τουτέστιν, ὥσπερ ἄγγελοι αὐτὸν ἁγιάζουσι, πονηρίας μὲν πάσης ἀπηλλαγμένοι, ἀρετὴν δὲ μετιόντες μετὰ ἀκριβείας· οὕτω δὴ καταξιωθείημεν καὶ ἡμεῖς αὐτὸν ἁγιάζειν. Τοῦτο καὶ οὗτος δηλῶν, ἐπήγαγεν· Ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Μὴ γὰρ δὴ μόνον ἐν τῇ γῇ ἴδῃς τὰ κτίσματα ταῦτα τὰ ὁρώμενα, μηδὲ τὴν κατὰ τὸν οὐρανὸν εὐταξίαν, ἀλλ' ἀνάβηθι τῷ νῷ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοερὰ, ἐπὶ τὰ κάλλη τῶν οὐσιῶν ἐκείνων, ἐπὶ τὴν φαιδρότητα τῆς πολιτείας ἐκείνης· καὶ τότε εἴσῃ πῶς ἐν τοῖς οὐρανοῖς ἡ δόξα αὐτοῦ. Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν; Ἆρα οὐ δοκεῖ μέγα εἶναι τὸ εἰρημένον; Ἀλλ' ὅταν ἐννοήσῃς περὶ τίνος εἴρηται, σφόδρα ἔσται καταδεές. Οὕτως, ὅπερ ἔλεγον, οὐ χρὴ μέχρι τῶν ῥημάτων ἵστασθαι, ἀλλ' ἀναβαίνειν τῇ διανοίᾳ. Πῶς γὰρ ἐν οὐρανοῖς κατοικεῖ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὁ πανταχοῦ παρὼν, ὁ λέγων· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· Ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· ὁ κατέχων τὸν γῦρον τῆς γῆς; Ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους αὐτῷ ἦν ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, κατὰ μικρὸν ἀνάγων αὐτῶν τὴν διάνοιαν, καὶ πτερῶν τὴν γνώμην, καὶ ἀναβιβάζων ἠρέμα. Διὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· ἀλλὰ πρότερον εἰπὼν, Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; τότε ἐπήγαγεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· εἶπε δὲ ἐκεῖνο δηλῶν, τίνος ἕνεκεν τὸ δεύτερον εἶπε. Διὰ γὰρ τὴν ἀσθένειαν τὴν Ἰουδαϊκὴν τὴν πρὸς τὰ εἴδωλα ἐπτοημένην, καὶ θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκεκλεισμένους. Διὰ δὴ τοῦτο κατὰ μικρὸν τὴν σύγκρισιν ποιεῖται, καίτοι ἀσυγκρίτως ἁπάντων ὁ Θεὸς ὑπερέχει· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅπερ ἔφθην εἰπὼν (οὐ γὰρ παύσομαι συνεχῶς τὸ αὐτὸ λέγων), ῥυθμίζει τὸν λόγον. Οὐ γὰρ ἐζήτει, ὅπως ἄξιόν τι τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως, ἀλλ' ὅπως ἐκείνοις χωρητὸν γένηται. Διὰ δὴ τοῦτο κατὰ μικρὸν αὐτοὺς ἀνάγει, καὶ ὅμως οὐδὲ οὕτως ἐναπομένει τῇ ταπεινότητι, ἀλλὰ διανοίγνυσι πάλιν ὑψηλότερα νοήματα ἕτερα. Ἐπειδὴ γὰρ εἶπεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, πάλιν ἐπὶ τὸ ὑψηλότερον ἄγων τὸν λόγον, φησίν· Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· δεικνὺς ὅτι πανταχοῦ ἐστι, κἀκεῖ καὶ ἐνταῦθα. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος, πόῤῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν, καὶ πᾶσι παριστάμενος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
