# Expositiones in Psalmos 2.1-24

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΕʹ ΨΑΛΜΟΝ. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-24

Διὸ περὶ τοῦ Ἀβραὰμ διαλεγόμενος ὁ Παῦλος, ἐπειδὴ μὴ τοῦτο ἐποίησεν, ἀλλ' ἐπιτιμήσας τοῖς λογισμοῖς, πρὸς τὴν δύναμιν εἶδε τοῦ ἐπαγγειλαμένου, ὅτι τοῦτο μάλιστα ἐδόξασε τὸν Θεὸν, λέγει· Εἰς γὰρ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπηγγείλατο, δυνατός ἐστι καὶ ποιῆσαι. Τί δέ ἐστιν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν; Μέγα τι μυστήριον ἡμῖν ἐνταῦθα ἀποκαλύπτει. Ποῖον δὴ τοῦτο; Ὅτι τοῦ αὐτοῦ Πνεύματος ἡ Καινὴ καὶ ἡ Παλαιὰ, καὶ τὸ αὐτὸ Πνεῦμα, τὸ ἐν ἐκείνῃ φθεγξάμενον, καὶ ἐνταῦθα ἐλάλησε, καὶ ὅτι ἡ πίστις πάντων ἐστὶ διδάσκαλος, καὶ ταύτης ἄνευ οὐδὲ λαλῆσαί τι δυνάμεθα. Καὶ ἡμεῖς γὰρ, φησὶ, πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Ἂν γὰρ ταύτην ἀνέλῃς, οὐδὲ διανοῖξαι τὸ στόμα δυνατόν. Καὶ διὰ τί μὴ εἶπεν, Ἔχοντες δὲ τὴν αὐτὴν πίστιν, ἀλλ', Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως; Ταῦτά τε τὰ εἰρημένα δηλῶν, καὶ δεικνὺς, ὅτι τῆς τοῦ Πνεύματος χρεία χορηγίας εἰς τὸ ἀναβῆναι πρὸς τὸ ὕψος τῆς πίστεως, καὶ τῶν λογισμῶν τὴν ἀσθένειαν ἀτιμάσαι. Διὸ καὶ ἀλλαχοῦ ὁ αὐτός φησιν· Ἑκάστῳ δὲ ἡ φανέρωσις δίδοται τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ πίστις, ἄλλῳ χαρίσματα ἰαμάτων. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅπερ οὖν καὶ ἀληθές ἐστιν, ὅτι ἑτέραν πίστιν φησὶ, δι' ἧς θαύματα ἐγίνετο. Οἶδα καὶ ἐγὼ, ὅτι ἑτέρα ἐκείνη, περὶ ἧς καὶ οἱ ἀπόστολοι ἔλεγον· Πρόσθες ἡμῖν πίστιν· ἑτέρα δὲ αὕτης καθ' ἣν πάντες ἐσμὲν πιστοὶ, σημεῖα μὲν οὐ ποιοῦντες, τὴν δὲ γνῶσιν ἔχοντες τῆς εὐσεβείας· ἀλλὰ καὶ ἐνταῦθα τῆς τοῦ Πνεύματος χρεία βοηθείας. Καὶ γὰρ περί τινος ὁ Λουκᾶς γράφει, ὅτι Διήνοιξε τὴν καρδίαν αὑτῆς, τοῦ προσέχειν τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου. Καὶ ὁ Χριστός· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Οὐκοῦν εἰ τοῦ Θεοῦ ἐστι τοῦτο, τί ἁμαρτάνουσιν οἱ ἀπιστοῦντες, μήτε τοῦ Πνεύματος βοηθοῦντος, μήτε τοῦ Πατρὸς ἕλκοντος, μήτε τοῦ Υἱοῦ ὁδηγοῦντος; Καὶ γὰρ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο δὲ λέγει δεικνὺς, ὅτι αὐτοῦ χρεία εἰς τὸ προσαχθῆναι τῷ Πατρί. Εἰ τοίνυν ὁ Πατὴρ ἕλκει, ὁ Υἱὸς χειραγωγεῖ, τὸ Πνεῦμα φωτίζει, τί ἁμαρτάνουσιν οἱ μήτε ἑλκυσθέντες, μήτε χειραγωγηθέντες, μήτε φωτισθέντες; Ὅτι μὴ παρέχουσιν ἀξίους ἑαυτοὺς τοῦ ταύτην δέξασθαι τὴν ἔλλαμψιν. Ὅρα γοῦν ἐπὶ τοῦ Κορνηλίου τοῦτο συμβάν· οὐ γὰρ οἴκοθεν ἐκεῖνος τοῦτο εὗρεν, ἀλλ' ὁ Θεὸς αὐτὸν ἐκάλεσεν, ἐπειδὴ προλαβὼν, ἑαυτὸν ἄξιον παρεσκεύασε. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος περὶ πίστεως διαλεγόμενος ἔλεγε· Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον. Οὐ μὲν ἔρημόν σε καταλιμπάνει κατορθωμάτων. Εἰ γὰρ αὐτοῦ ἐστι τὸ ἑλκύσαι καὶ ἐπαγαγέσθαι· ἀλλ' ὅμως καὶ ψυχὴν εὐπειθῆ ἐπιζητεῖ, καὶ τότε τὴν παρ' ἑαυτοῦ συμμαχίαν εἰσάγει. Διὸ καὶ ἀλλαχοῦ φησι Παῦλος· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὐ γὰρ δὴ ἠναγκάσθη τὰ τῆς ἀρετῆς καὶ τῆς σωτηρίας ἡμῶν. Ἀλλ' εἰ καὶ τὸ πλέον αὐτοῦ ἐστι, σχεδὸν δὲ καὶ τὸ πᾶν, ὅμως ἀφῆκέ τι καὶ ἡμῖν μικρὸν, ὥστε καὶ εὐπρόσωπον γενέσθαι τῶν στεφάνων τὴν πρόφασιν. Διὰ δὴ τοῦτο Παῦλος εἰπών· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τουτέστι, τὸ καὶ ἐν τῇ Παλαιᾷ λαλῆσαν, ἐπήγαγε· Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πολλῷ γὰρ μᾶλλον ἐνταῦθα πίστεως χρεία, ἢ ἐκεῖ, διά τε τὴν φύσιν τῶν ἐπαγγελιῶν ἀόρατόν τε οὖσαν καὶ νοερὰν, διά τε τὴν τάξιν τῶν καιρῶν. Οὐ γὰρ ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἐν τῷ μέλλοντι ἦν τὰ ἔπαθλα. Μᾶλλον δὲ καὶ ὑπὲρ τῶν παρόντων πίστεως χρεία· καὶ γὰρ αὐτὰ τὰ διδόμενα πίστεως ἐδεῖτο καὶ ἐν τῷ δίδοσθαι, ἥ τε τῶν μυστηρίων κοινωνία, τοῦ τε βαπτίσματος ἡ δωρεά. Οὕτω πάντα λόγον ὑπερέβαινε τῶν ἀγαθῶν ἡ δύναμις. Εἰ τοίνυν ἐν τοῖς παχυτάτοις ἐκείνοις καὶ αἰσθητοῖς πίστεως ἔδει, πολλῷ μᾶλλον ἐνταῦθα. Ἀλλ' ἡ μὲν ἀποστολικὴ λέξις τὴν προσήκουσαν ἑρμηνείαν εἴληφεν· ὥρα λοιπὸν πάλιν καὶ ἐπὶ τὴν προφητικὴν ἐλθεῖν, καὶ εἰπεῖν τί φησιν ὁ μακάριος οὗτος. Τί οὖν φησιν; Ἐπίστευσα, διὸ ἐλάλησα. Καίτοι οὐδὲν ἐλάλησεν οὐδέπω, ἀλλὰ τὸ ἤδη λαληθὲν λέγει κατὰ διάνοιαν αὐτῷ. Τί ἐστι τὸ ἤδη λαληθέν; Ἐννοήσας, φησὶ, τὴν συμφορὰν, καὶ τὴν τραγῳδίαν τὴν Ἰουδαϊκὴν, καὶ τὴν πανωλεθρίαν ἐκείνην, καὶ τὴν εἰς τέλος ἐρήμωσιν, οὐκ ἀπέγνων τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, ἀλλὰ καὶ ἤλπισα ταύτην, καὶ ἀπήγγειλα αὐτὴν, καὶ ἐλάλησα. Καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ψαλμοῖς πολλὰ περὶ αὐτῆς διελέχθην· ἐλάλησα δὲ καὶ ἀπήγγειλα ἀπὸ τῆς πίστεως παιδευόμενος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
