# Expositiones in Psalmos 2.1-26

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. ᾨδὴ τῶν ἀναβαθμῶν. Ἕτερος ἑρμηνευτὴς λέγει, ᾨδὴ τῶν ἀναβάσεων. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-26

Ὁρᾷς πόσον τὸ ὕψος τοῦ οὐρανοῦ· οἶσθα τοῦ χρόνου τὴν βραχύτητα· οἶσθα τὸ ἄδηλον τοῦ θανάτου. Μὴ τοίνυν μέλλε, μηδὲ ἀναβάλλου, ἀλλὰ πολλῇ τῇ σφοδρότητι ταύτης ἅψαι τῆς ἀποδημίας, ἵνα ἐν μιᾷ ἡμέρᾳ καὶ δύο καὶ τρεῖς καὶ δέκα καὶ εἴκοσι ἀναβαίνῃς ἀναβαθμούς. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας. Ὅρα ἐνταῦθα τὸ εὐαγγελικὸν ἐκεῖνο παράγγελμα διαλάμπον· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Τούτου γὰρ τοῦ πειρασμοῦ οὐδὲν ἴσον, ἀγαπητὲ, τοῦ δολερῷ περιπεσεῖν ἀνθρώπῳ· ὁ τοιοῦτος καὶ θηρίου χαλεπώτερος. Τὸ μὲν γὰρ ὅπερ ἐστὶ φαίνεται· οὗτος δὲ παραπετάσματι πολλάκις ἐπιεικείας τὸν ἰὸν ἀπέκρυψεν, ὡς καὶ δυσφώρατον γενέσθαι τὴν ἐνέδραν, καὶ βαράθρῳ περιπεσεῖν ἀφυλάκτως τὸν ἐμπίπτοντα. Διὰ τοῦτο συνεχῶς ἄνω καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιούτων ἐπιβούλων ἀπαλλάττεσθαι. Εἰ δὲ τοὺς δολεροὺς δεῖ φεύγειν καὶ ὑπούλους, πολλῷ μᾶλλον τοὺς ἀπατεῶνας, καὶ πονηρὰ δόγματα ἐνιέντας. Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα, τὰ περὶ τὴν ἀρετὴν βλάπτοντα, τὰ πρὸς κακίαν ἀπάγοντα. Διὰ δὴ ταῦτα καὶ ὁ Προφήτης οὗτος τὴν ψυχὴν αὐτοῦ ἀξιοῖ ῥυσθῆναι· ἐκεῖ γὰρ ἐνίησι τὰ βέλη. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ἕτερος ἑρμηνευτής φησι· Τί παρέξει σοι, ἢ τί προσθήσει γλῶσσα δολία; Ὁ δὲ ἕτερος· Τί δῴη σοι, ἢ τί προσθείη σοι γλῶσσα κατ' ἐπιθέσεως; Οὐδὲν οὖν ἕτερον παρίστησι τὸ εἰρημένον, ἢ ὅτι μεγάλη αὕτη ἡ πονηρία, καὶ χαλεπὸν τῆς κακίας τὸ εἶδος. Διὰ δὴ τοῦτο ὁρᾷς καὶ τὸν Προφήτην θυμούμενον, ὀργιζόμενον, καὶ λέγοντα· Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ποία ἂν εὑρεθείη τῆς κακίας ταύτης ἀξία τιμωρία, Ὅπερ καὶ Ἰουδαίοις Ἡσαΐας ἔλεγε· Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; τοῦτο δὴ καὶ αὐτός· Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ἢ τοῦτο τοίνυν φησὶν, ἢ ὅτι καὶ αὐτὸ τοῦτο τιμωρία, καὶ πρὸ τῆς δίκης σαυτὸν ἀπαιτεῖς δίκην, οἴκοθεν τὴν κακίαν τίκτων. Μεγίστη γὰρ ψυχῆς τιμωρία κακία, καὶ πρὸ τῆς δίκης. Τίς οὖν ἂν γένοιτο ἀξία τῷ τοιούτῳ δίκη; Ἐνταῦθα μὲν οὐδεμία, ἡ δὲ παρὰ τοῦ Θεοῦ πληγή. Ἄνθρωπος μὲν γὰρ οὐκ ἂν κατ' ἀξίαν ἀμύναιτο· ὑπερβαίνει γὰρ πᾶσαν τιμωρίαν ἡ πονηρία· ὁ Θεὸς δὲ ἐπάξει τὴν πληγήν. Διὸ καὶ ἐμφαίνων τοῦτο, ταχέως ἐπήγαγε λέγων· Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Πάλιν βέλη ἐνταῦθα τὰς τιμωρίας καλεῖ. Ὁ δὲ ἕτερος ἑρμηνευτὴς, Τὰ βέλη τοῦ δυνατοῦ ἠκόνηται, εἶπε, μετὰ ἀνθράκων ἐστοιβασμένων. Καὶ ἕτερος δὲ, Σὺν ἀνθρακίαις ἀρκευθίναις, τῇ μεταφορᾷ τῶν ὀνομάτων αὔξων τῆς τιμωρίας τὸν φόβον. Τό τε γὰρ, Ἐστοιβασμένων, τό τε, Ἀρκευθίναις, τὴν αὐτὴν ἔχει ἔννοιαν. Ἐκεῖ μὲν τὸ πλῆθος παρίστησιν· ἐνταῦθα δὲ τὴν ποιότητα καὶ τὴν σφοδρότητα τῆς τιμωρίας. Ὅπερ οὖν καὶ οἱ Ἑβδομήκοντα δηλοῦντες, Σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, ἐξέδωκαν, τουτέστιν ἐρημοποιοῖς, δαπανῶσι, καταναλίσκουσιν. Ἀπὸ γὰρ τῶν παρ' ἡμῖν φοβερῶν ὑλῶν καὶ τοῦ Θεοῦ τὰς τιμωρίας σχηματίζουσιν αἱ Γραφαὶ, βέλη καὶ πῦρ αὐτὰς καλοῦσαι. Ἐνταῦθα δέ μοι τοὺς βαρβάρους αἰνίττεσθαι δοκεῖ. Διὸ καὶ τοῦτο δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χείλους ψευδοῦς. Τοιαῦτα γὰρ αὐτῶν τὰ ῥήματα, τοιοῦτοι οἱ δόλοι καὶ αἱ ἐπιβουλαὶ, πλάνης γέμοντα ἅπαντα καὶ πολλῆς τῆς κακίας. Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Ἕτερος ἑρμηνευτής φησιν· Οἴμοι ὅτι παροικῶν παρείλκυσα. Ἄλλος, Ὢ ἐμοὶ, προσηλύτευσα ἐν μακρυσμῷ. Ταῦτα μὲν οὖν οὗτοι θρηνοῦσιν ὑπὲρ τῆς αἰχμαλωσίας τῆς ἐν Βαβυλῶνι· ὁ δὲ Παῦλος ὑπὲρ τῆς ἐνταῦθα διατριβῆς λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν βαρούμενοι Καὶ, Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Καὶ γὰρ παροικία ὁ παρὼν βίος. Καὶ τί λέγω παροικίαν, ὅπου γε καὶ τῆς παροικίας ἐστὶν εὐτελέστερον πρᾶγμα; Ὅθεν αὐτὴν καὶ ὁδὸν ἐκάλεσεν ὁ Χριστὸς, λέγων· Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἐπάγουσα εἰς τὴν ζωήν. Καὶ γὰρ τοῦτο ἀρίστη διδασκαλία μάλιστα καὶ ἡ πρώτη, τὸ εἰδέναι ὅτι πάροικοί ἐσμεν κατὰ τὸν παρόντα βίον. Διὸ καὶ οἱ παλαιοὶ τοῦτο ὡμολόγουν, καὶ διὰ τοῦτο μάλιστα ἐθαυμάσθησαν. Τοῦτο καὶ Παῦλος δηλῶν, ἔλεγε γράφων· Διὰ ταύτην τὴν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς αὐτῶν καλεῖσθαι. Ποίαν αἰτίαν; εἰπέ μοι. Ὅτι ὡμολόγησαν ξένοι καὶ παρεπίδημοι εἶναι. Τοῦτο ἀρετῆς ἁπάσης ῥίζα καὶ ὑπόθεσις. Ὁ γὰρ τῶν ἐνταῦθα ξένος τῶν ἄνω πολίτης ἔσται. Ὁ τῶν ἐνταῦθα ξένος οὐκ ἐμφιλοχωρήσει τοῖς παροῦσιν· οὐκ οἰκίας ἐπιμελήσεται, οὐ χρημάτων, οὐ τροφῆς, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· ἀλλ' ὥσπερ οἱ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πάντα ποιοῦσι καὶ πραγματεύονται πρὸς τὴν ἐπὶ τῇ πατρίδι ἀποκατάστασιν, καὶ καθ' ἑκάστην ἐπείγονται τὴν ἡμέραν τὴν ἐνεγκοῦσαν ἰδεῖν· οὕτω καὶ ὁ τῶν μελλόντων ἐρῶν, οὔτε τοῖς λυπηροῖς ταπεινωθήσεται παροῦσιν, οὔτε τοῖς χρηστοῖς ἐπαρθήσεται, ἀλλ' ἑκάτερα παραδραμεῖται, καθάπερ ὁδὸν βαδίζων, Διά τοι τοῦτο καὶ ἐν τῇ προσευχῇ κελευόμεθα λέγειν, Ἐλθέτω ἡ βασιλεία σου, ἵνα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς ἡμέρας ἐκείνης στρέφοντες, καὶ πρὸ ὀφθαλμῶν αὐτὴν ἔχοντες, μηδὲ ὁρῶμεν τὰ παρόντα. Εἰ γὰρ Ἰουδαῖοι τῶν Ἱεροσολύμων ἐπιθυμοῦντες θρηνοῦσι τὰ παρελθόντα, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τίνα ἂν σχοίημεν ἡμεῖς συγγνώμην, ποίαν δὲ ἀπολογίαν, μὴ σφοδρῷ κατεχόμενοι τῷ πόθῳ τῆς ἄνω Ἱερουσαλήμ;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
