# Expositiones in Psalmos 2.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΚΑʹ ΨΑΛΜΟΝ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυρίου πορευσόμεθα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-28

Τοῦτο δὲ ἐγίνετο εἰς θεογνωσίας ὑπόθεσιν, ἵνα μὴ πανταχοῦ πλανώμενοι ἀφορμὰς ἔχωσι καὶ ἐξόδους ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν. Διὰ τοῦτο ἐκεῖ θύεσθαι, ἐκεῖ εὔχεσθαι, ἐκεῖ πανήγυριν ἔχειν ἐκέλευσε, τῇ στενοχωρίᾳ τοῦ τόπου τὴν πεπλανημένην αὐτῶν διάνοιαν ἀποτειχίζων, ἀναστέλλων τε καὶ ἀναχαιτίζων ἐπὶ τὴν ἀσέβειαν φερομένην. Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγε· Φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ. Τί ἐστι, Μαρτύριον τῷ Ἰσραήλ; Μαρτυρία μεγίστη, ἔλεγχος, ἀπόδειξις τῆς τοῦ Θεοῦ προνοίας, τὸ μηδεμίαν αὐτοῖς καταλιμπάνεσθαι ἀπολογίαν ἀποσκιρτῶσιν, ἀποπηδῶσι, καὶ πρὸς τὰ εἴδωλα αὐτομολοῦσι. Τῆς γὰρ αὐτοῦ προνοίας, τῆς δυνάμεως, τῆς σοφίας τοῦτο μέγιστον τεκμήριον ἦν. Καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀνεγινώσκετο, τῶν παλαιῶν κατορθωμάτων διηγήματα καὶ ἱστορίας ἔχων. Ἐκεῖ καὶ εἰς ἀγάπην συνεσφίγγοντο ἀλλήλοις ἐπιμιγνύμενοι. Καὶ γὰρ τῶν ἑορτῶν αἱ ὑποθέσεις τῆς πρὸς ἀλλήλους ἐπιμιξίας ἀφορμὴ καὶ ὑπόθεσις αὐτοῖς ἐγίνοντο, καὶ πλείων ὁ φόβος, καὶ ἀκμάζουσα ἡ εὐλάβεια, καὶ μυρία κατεσκευάζετο καλὰ ἐκ τοῦ συνεῖναι εἰς τὴν πόλιν αὐτούς. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Τουτέστι, τοῦ εὐχαριστῆσαι, τοῦ λατρεῦσαι, τοῦ εὔξασθαι, τοῦ προσενεγκεῖν, τοῦ θῦσαι, ἅπερ αὐτοὺς εἰς εὐλάβειαν ἐνῆγε, καὶ τὴν τῆς πολιτείας ἀκρίβειαν ἀσφαλεστέραν καθίστη. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἰδοὺ καὶ ἕτερον λέγει τῆς πόλεως προτέρημα. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτόθι τὰ βασίλεια. Τοῦτο γάρ ἐστιν, Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἕτερος, Τοῦ οἴκου Δαυΐδ. Ἡ γὰρ διπλῆ ἀρχὴ, ἥ τε τῶν ἱερέων, ἥ τε τῶν βασιλέων, ἐκεῖ τὸ ἓν ζεῦγμα εἶχεν, ὥσπερ διπλῷ τινι στεφάνῳ καὶ διαδήματι τῆς πόλεως καλλωπιζομένης διὰ τούτων ἁπάντων. Αὐτόθι οἱ κριταὶ, ἐφ' οὓς καὶ τὰ ὑπερβαίνοντα τοὺς πολλοὺς ἀνεφέρετο. Εἰ γάρ τις ἐγένετο ψῆφος ἐν ταῖς ἄλλαις πόλεσιν ἀπορίαν τινὰ ἔχουσα, ὥσπερ ἐν ταῖς ἐφέσεσιν, ἐπὶ τὴν τῶν κριτῶν τῶν ἐν Ἱεροσολύμοις γνῶσιν τὴν ψῆφον ἀνέφερον, κἀκεῖθεν ἡ λύσις ἐγίνετο. Ἀλλὰ τὰ μὲν παλαιὰ τοιαῦτα· τὰ δὲ νῦν πολλῷ τούτων ἀνιαρότερα. Καὶ γὰρ ἐρημία παντελὴς, καὶ κατασκαφὴ, καὶ πυρπόλησις, ὀλίγα λείψανα τῶν οἰκοδομημάτων ὄντα, κατηφὲς τὸ σχῆμα, καὶ ὑπόμνημα μόνον ἔχον τῆς προτέρας εὐημερίας, καὶ αἴνιγμα. Διὰ δὴ τοῦτο οὐ κατακλείει εἰς τὰ σκυθρωπὰ τὸν λόγον, ἀλλ' ἐπὶ τὴν ἐλπίδα τῶν φαιδροτέρων ἐπανάγει λέγων· Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Τί ἐστιν, Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ; Ἀντὶ τοῦ, Ἀξιώσατε, παρακαλέσατε. Ἕτερος δέ φησιν, Ἀσπάσασθε τὴν Ἱερουσαλήμ. Τουτέστι, Δεήθητε, ὥστε αὐτὴν εἰς τὴν προτέραν ἐπανελθεῖν εὐημερίαν, ὥστε ἀπαλλαγῆναι τῶν πυκνῶν πολέμων, ὥστε ἀδείας ἀπολαῦσαι λοιπόν. Ἢ τοῦτο τοίνυν λέγει, ἢ προφητεύει. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Τουτέστιν, εἰρήνη αὐτὴν καταλήψεται. Καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Ἕτερος, Ἠρεμήσουσιν. Ἄλλος, Εὐπαθήσαιεν ἀγαπῶντές σε. Ἐνταῦθα πολλὴ ἡ περιουσία τῆς εὐπραγίας, ὅταν μὴ μέχρις αὐτῆς ἱστῆται τὰ ἀγαθὰ, ἀλλὰ καὶ οἱ φιλοῦντες αὐτὴν τούτων ἀπολαύωσιν· ὅπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις τὸ ἐναντίον ἐγίνετο. Οἱ γὰρ μισοῦντες αὐτὴν καὶ πολεμοῦντες, οὗτοι μάλιστα ἴσχυον, καὶ δυνατώτεροι τῶν ἄλλων ἦσαν, καὶ λαμπρότεροι, καὶ μετ' εὐκολίας τὰ τρόπαια ἵστων. Ἀλλ' οἱ φιλοῦντές σε νῦν, ἐν πολλῇ ἔσονται τῇ ἀδείᾳ. Οἱ συμπεφραγμένοι σου. Τούτους δὲ ἢ τοὺς μέλλοντας συμπράττειν λέγει, ἢ καὶ αὐτοὺς τοὺς πολίτας. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου. Ἕτερος, Ἐν τῷ προτειχίσματί σου. Ἄλλος, Ἐν τῷ περιβόλῳ σου. Τί ἐστιν, Ἐν τῇ δυνάμει σου; Ἐν τῇ ὑποστάσει σου, ἐν τοῖς οἰκοῦσί σε, ἐν τῇ εὐθηνίᾳ σου. Ἐπειδὴ γὰρ φθοροποιὸν ὁ πόλεμος, καὶ τοῦτο αὐτὴν ἀπώλεσεν, ἐπεύχεται αὐτῇ εἰρήνην. Καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕτερος, Ἐν τοῖς βασιλείοις σου. Ἄλλος, Εὐπάθεια. Ἄλλος, Ἠρεμία. Οὐ γὰρ δὴ μόνον αὐτοῖς ἀπαλλαγὴν κακῶν προφητεύει, ἀλλὰ καὶ προσθήκην μυρίων ἀγαθῶν, εἰρήνην, εὐπορίαν, εὐετηρίαν. Τί γὰρ ὄφελος εἰρήνης, ὅταν πενίᾳ, καὶ πτωχείᾳ, καὶ λιμῷ συζῶσι; τί δὲ ὄφελος εὐθηνίας, ὅταν πόλεμος ἐπίκειται; Διὰ δὴ τοῦτο ἀμφότερα αὐτοῖς ταῦτα προφητεύει τὰ καλὰ, ὡς καὶ ἐν εὐθηνίᾳ εἶναι, καὶ ταύτην ἔχειν ἐν ἀσφαλείᾳ διὰ τῆς εἰρήνης. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. Ἢ τοὺς ἐκ γειτόνων φησὶ, τοὺς ἐφησθέντας αὐτοῖς ἐπταικόσι, καὶ εὔχεται γενέσθαι εἰρήνην, ὥστε κἀκείνους ταπεινωθῆναι καὶ γνῶναι τοῦ Θεοῦ τὴν ἰσχύν· ἢ ἀδελφοὺς τοὺς τὴν πόλιν οἰκοῦντας καλεῖ. Ἕνεκα τοίνυν τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου γενέσθω εἰρήνη, ὥστε ὀψὲ γοῦν ποτε ἀναπνεῦσαι, βελτίους ἀπὸ τῶν συμφορῶν γενομένους. Ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. Ἄλλος, Λαλήσω εἰρήνην ἐν σοί. Ἐπειδὴ εἶπεν, Ἕνεκεν τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, δεικνὺς ὅτι οὐ διὰ τὴν ἀξίαν τὴν ἐκείνων, ἀλλ' ἵνα αὐτοὺς μᾶλλον εὐεργετήσῃ τοῦτο εὔχεται, ἐπήγαγεν· Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν τουτέστι, διὰ τὴν δόξαν τὴν αὐτοῦ εὔχομαι τὴν εἰρήνην, ὥστε πάλιν αὐτοῦ τὴν λατρείαν ἐπανελθεῖν, καὶ πλείονα γενέσθαι διδασκαλίαν. Οἱ μὲν γὰρ ἐπὶ τῆς αἰχμαλωσίας ἐτέχθησαν, οἱ δὲ μάρτυρες καὶ τῆς καθόδου καὶ τῆς ἐπανόδου γεγόνασι. Καὶ τῆς λατρείας ἐπιτελουμένης, ἅπαντα ταῦτα παρὰ τῶν πρεσβυτέρων ἐμάνθανον, τὴν παλαιὰν εὐπραγίαν, τὴν εὐημερίαν, ὅτι ἐν τούτοις ὄντες ἐξέπεσον. Ὁρᾷς πῶς αὐτῶν καταστέλλει τὴν ἀπόνοιαν, ἵνα μὴ ὡς ἀξίαν δεδωκότες δίκην, νομίζωσιν ἀπειληφέναι τὰ ἀγαθὰ, ἀλλὰ μάθωσιν, ὅτι διὰ τὴν τοῦ Θεοῦ δόξαν πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα, καὶ μαθόντες μένωσι μετὰ ἀσφαλείας πολλῆς, καὶ μὴ ἁμαρτάνοντες πάλιν τῶν αὐτῶν λάβωσι πεῖραν; Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς μάλιστα μὲν μὴ πταίωμεν· εἰ δ' ἄρα ποτὲ περιπέσωμεν ἁμαρτήμασι, σπουδάζωμεν ἀνίστασθαι ταχέως, καὶ μὴ παλινδρομεῖν εἰς τὰ πρότερα, ἵνα μὴ τὰ τοῦ παραλύτου ἀκούσωμεν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Διὰ γὰρ τοῦτο οὕτως εἶπε, τούς τε ἐν ἀρετῇ ὄντας παιδεύων διατηρεῖν αὐτὴν μετὰ ἀσφαλείας, τούς τε ἁμαρτημάτων ἀπαλλαττομένους πρὸς τὴν ἀρίστην μένειν μεταβολὴν, ὥστε κοινῇ πάντας τῶν ἐπουρανίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
