# Expositiones in Psalmos 2.1-36

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΕʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-36

Διὸ καὶ ὁ Προφήτης ταῦτα εἰδὼς, ἐφ' ἑκάστῳ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐπιλέγει, ἐκπληττόμενος αὐτοῦ τὴν φιλανθρωπίαν. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ὅρα πάλιν κἀνταῦθα τὴν φιλανθρωπίαν. Ἐπειδὴ γὰρ ἐγενόμεθα θνητοὶ, καὶ ἐν πολλαῖς χρείαις κατέστημεν, οὐδὲ οὕτως ἐγκατέλιπεν, ἀλλὰ καὶ ἐνταῦθα κατάλληλον ἡμῖν καταγώγιον δέδωκε τὸν μεταξὺ χρόνον, καὶ τοσούτων τὴν γῆν δειγμάτων τῆς αὐτοῦ φιλανθρωπίας ἐνέπλησεν, ὡς μηδὲ λόγῳ παραστῆναι δύνασθαι. Ὁ γοῦν προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων, καὶ ἰδὼν τὸ πέλαγος ἀχανὲς, ἀπεπήδησε μέγα βοήσας καὶ εἰπών· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ τὸν ἥλιον δὲ εἴ τις κατίδοι, καὶ τὴν σελήνην, καὶ τὴν διάταξιν τῶν καιρῶν, πάλιν ὄψεται αὐτοῦ τὴν φιλανθρωπίαν ἅπασαν. Οὐ γὰρ μικρὸν ἡμῖν εἰς εὐταξίαν ζωῆς, καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖ τὰ στοιχεῖα, τρέφοντα, καρποὺς πεπαίνοντα, ὧν ἄνευ ζῆσαι οὐκ ἦν, καιροὺς ἡμῖν δεικνύντα, ὥρας χαρακτηρίζοντα, δρόμους ἡμέρας καὶ νυκτὸς διαστέλλοντα, ὁδοιπόρους γῆς καὶ θαλάττης ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν παρεχόμενα. Εἶδες πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ πῶς καθ' ἕκαστον τῶν στίχων τοῦτο ἐπιλέγει ὁ Προφήτης; Ἕτερος δὲ ἑρμηνευτὴς, Εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἐπικρατεῖν εἶπε τῆς ἡμέρας. Ἄλλος, Εἰς ἐξουσίαν ἐν νυκτί. Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν· καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν. Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ. Συνεχῶς περιστρέφει τὸ θαῦμα τὸ ἐν Αἰγύπτῳ, διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ ἀεὶ τούτων ἀκούοντας ἐπιλανθάνεσθαι. Οὐ μικρὸν δὲ καὶ τὸ ἔλεος σημεῖον· τοῦτο γὰρ ἀπήλλαξεν αἰχμαλωσίας ἐκείνους, δουλείας, καὶ τοῖς μετὰ ταῦτα γέγονε θεογνωσίας ὑπόθεσις. Καὶ ἕτερον δὲ ἐνταῦθα αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ μετὰ τὴν πληγὴν ἐκείνην τῆς αὐτοῦ δυνάμεως γέγονε τὸ ἀπαλλάξαι αὐτοὺς τῆς δουλείας, κατασείσαντος αὐτοὺς τῷ φόβῳ, καὶ καταποντίσαντος τῇ θαλάσσῃ. Ταῦτα δὲ λέγει, ἵνα μή τις τῶν ἀνοητοτέρων νομίσῃ, ὅτι κελεύων αὐτοῖς τὸ χρυσίον λαβεῖν, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ, δι' ἀσθένειαν ἐκέλευε. Καὶ γὰρ καὶ τοῦτο ἐποίησε πανταχόθεν βουλόμενος εἶναι φοβερὸς τοῖς πολεμίοις, καὶ δεῖξαι ὅτι καὶ δυνάμει καὶ μετὰ αὐθεντίας ἅπαντα δύναται ἐργάζεσθαι, καὶ ἀπατᾷν αὐτοὺς, καὶ παρακρούεσθαι. Ἅ τε γὰρ φανερῶς ἐποίησεν, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος ἀπατῆσαι· ἅ τε ἀπατήσας, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος φανερῶς λαβεῖν, ἀλλ' ἐν ἑκατέρῳ τῷ μέρει τὴν ἰσχὺν τὴν ἑαυτοῦ δεικνύς. Ὅτι γὰρ καὶ τοῦτο μέγαν φόβον ἐνέθηκε τοῖς ἀλλοφύλοις, ἄκουσον τί φασι μετὰ ταῦτα οἱ μάντεις οἱ Ἀζωτίων· Οὗτος ὁ Θεὸς ὁ σκληρὸς, ὃς ἐπάταξε τὴν Αἴγυπτον, καὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, τότε ἐξήγαγεν αὐτούς. Ὁρᾷς αὐτοὺς καὶ διὰ τοῦτο τρέμοντας αὐτὸν, διὰ τὴν κλοπὴν, διὰ τὴν ἀπάτην, διὰ τὸ ἀποχρήσασθαι αὐτούς; Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Ἕτερος, Εἰς τομάς. Ἄλλος, Εἰς τμήματα. Τινὲς γάρ φασιν, ὅτι οὐ μία γέγονεν ἡ ὁδὸς, ἀλλὰ καθ' ἑκάστην φυλὴν τὸ ὕδωρ ἐσχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις. Ἀλλὰ ταῦτα πάντα εἰ καὶ πολλὴν τὴν ἰσχὺν ἐπεδείκνυτο, καὶ φοβερὸν αὐτὸν ἀπέφαινε καὶ μέγαν, ἀλλ' οὖν πολλὴν καὶ τὴν φιλανθρωπίαν εἶχεν, οὐχὶ τοῖς ἀπολαύουσι μόνον, ἀλλ', εἰ προσέχειν ἐβούλοντο, καὶ τοῖς ἐναντίοις. Οὐ γὰρ ἁπλῶς κατεπόντισεν αὐτοὺς, ἀλλὰ μετὰ τοσαύτην θαυματουργίαν βουλομένους κατατολμῆσαι τῶν ὑδάτων· ἔδει δὲ αὐτοὺς, εἰ καὶ πάντων ἦσαν ἀναισθητότεροι, τά τε πρότερα ἐννοήσαντας, τά τε παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν, ἐκπλαγῆναι αὐτοῦ τὴν ἰσχὺν, καὶ προσκυνῆσαι, καὶ παύσασθαι τῆς ἀκαίρου φιλονεικίας. Οἱ δὲ τὴν κτίσιν ἅπασαν ὁρῶντες πρὸς τὸ δοκοῦν αὐτῷ μεταστοιχειουμένην, καὶ πολεμοῦσαν αὐτοῖς, οὐδὲ οὕτως ἔληξαν τῆς μανίας, ἀλλὰ καὶ τὸ παράδοξον ἐκεῖνο θαῦμα βλέποντες, κατετόλμησαν τῆς ξένης ἐκείνης καὶ καινῆς ὁδοιπορίας. Διὸ καὶ τάφος αὐτοῖς τὸ πέλαγος γίνεται· οὐδὲ γὰρ φύσεως ἦν ἔργον, ἀλλὰ θεηλάτου πληγῆς τὸ γενόμενον· διὰ δὴ τοῦτο ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ ἐναντία εἰργάζετο· καὶ οὐ καθ' ἓν ἐτέμνετο μέρος, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπασῶν. Καθ' ἕκαστον δὲ τῶν σημείων ἐλέους μνημονεύει, ὅτι τοῦτο μάλιστα ἦν τῷ Θεῷ περισπούδαστον, ἐπειδὴ διὰ τῶν στοιχείων ἐγίνετο τὸ θαύματα, μὴ φυσικῆς τινος ἀκολουθίας εἶναι νομισθῇ τὰ γινόμενα, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς παραδοξοποιούσης τὰ θαύματα. Ὃ δὴ καὶ ἐπὶ τῆς θαλάττης συνέβαινε, καὶ δῆλον ἐγίνετο, οὐκ ἐκ τοῦ συμβῆναι τότε, ἀλλ' ἐκ τοῦ μετ' ἐκεῖνο μηκέτι γενέσθαι· πάλιν δὲ τὰ φυσικῶς γινόμενα, συνεχῆ καὶ πυκνὰ, καὶ κατὰ καιρὸν ἐπιτελεῖσθαι πέφυκε. Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
