Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΛΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-38
Not analysed yet
Ταῦτα ἑκάτερα καὶ ὁ Παῦλος μαρτυρεῖ τῷ Χριστῷ, λέγων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων. Εἶτα ἐπάγων λέγει καὶ τὴν δημιουργίαν· Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ περὶ τῆς οὐσίας αὐτοῦ διαλεχθεὶς, καὶ εἰπὼν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, δείκνυσι καὶ τὴν προνοητικὴν αὐτοῦ δύναμιν, λέγων· Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καὶ Κολοσσαεῦσιν ἐπιστέλλων τὰ αὐτὰ ταῦτα πάλιν ἔλεγεν, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, αὐτός ἐστι πρὸ πάντων. Τοῦτο τῆς δημιουργίας αὐτοῦ. Εἶτα τὴν προνοητικὴν δηλῶν, ἐπάγει· Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Ταῦτα πάλιν ὁ Ἰωάννης ἀμφότερα ἐνδεικνύμενος, ἔλεγε· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοῦτο τὴν δημιουργίαν εἶπεν ἐμφαίνων. Εἶτα τὴν πρόνοιαν· Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Τοῦτο καὶ ἐνταῦθα ὁ προφήτης αἰνιττόμενος λέγει· Σὺ ἔπλασάς με. Τοῦτο τῆς δημιουργίας. Εἶπε καὶ τὸ τῆς προνοίας· Καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Τί ἐστιν, Ἔθηκας; Διακρατεῖς, συγκροτεῖς, διαβαστάζεις. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, Ὅτι ἐν αὐτῷ, εἶπε, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ γὰρ δὴ μόνον ἐν τῷ γενέσθαι, ἀλλὰ καὶ ἐν τῷ εἶναι καὶ μένειν δεόμεθα αὐτοῦ τῆς δυνάμεως. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἄλλος, Ὑπερβάλλει με. Ἀντὶ δὲ τοῦ, Ἐκραταιώθη, ἕτερος, Ὑπερεπήρθη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι Καὶ προνοίας ἀπολαύω τῆς σῆς, καὶ εἰδὼς ὅτι πάντα πρόοιδας, καὶ ὅτι ἐξ οὐκ ὄντων με ἐποίησας, ὅμως τὴν περὶ σοῦ γνῶσιν ἀκριβῆ καὶ σαφῆ πᾶσαν ἔχειν οὐ δύναμαι, ἀλλ' Ἐθαυμαστώθη, τουτέστιν, ὑπερέβαλεν, ἐπήρθη ὑπὲρ ἐμὲ, ἰσχυροτέρα ἐγένετο, ἢ ὥστε καταληφθῆναι τοῖς ἐμοῖς λογισμοῖς· οὕτως ἐστὶ θαυμαστὴ, οὕτως ἐστὶ μεγάλη. Τί οὖν εἰ θαυμαστὴ μέν ἐστι καὶ μεγάλη, δύναται δὲ καταληφθῆναι; Οὐδαμῶς. Διὰ γὰρ τοῦτο ἐπήγαγεν, Οὐ δύναμαι πρὸς αὐτὴν, ἵνα μὴ τοῦτο λέγῃς. Ὅταν δὲ εἴπῃ γνῶσιν, οὐ τοῦτο λέγει, ὅτι Ἀγνοῶ τὸν Θεὸν, ἀλλ' ὅτι Παντελῆ καὶ σαφῆ τὴν περὶ αὐτοῦ γνῶσιν οὐκ οἶδα. Ὅπερ φησὶν ὁ Παῦλος· Ὅτι μὲν γὰρ ἔστιν, ἴσμεν· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἀγνοοῦμεν· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Καὶ οὐκ εἶπε τὸ τί τὴν οὐσίαν ἐστί· τοῦτο γὰρ οὐδενὶ γνώριμον. Ὅτι φιλάνθρωπος, οἴδαμεν, ὅτι χρηστὸς, ὅτι ἀγαθός· τὸ δὲ πόσον, ἀγνοοῦμεν. Ἀλλ' οὗτος ταῦτα πάντα παραδραμὼν, ἕτερον δοκοῦν εὐκολώτερον εἶναι προβάλλεται, καὶ αὐτό φησιν ἀγνοεῖν. Οὐ γὰρ δὴ λέγω τὸ τί τὴν οὐσίαν ἐστὶ, φησὶν, οὐδὲ τὸ πόσον ἀγαθός· ὡμολόγηται γὰρ, ὅτι ταῦτα ἀκατάληπτα· ἀλλὰ καὶ πῶς πανταχοῦ ἐστιν, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ τοῦτο ἀνώτερον τῆς ἡμετέρας καταλήψεως. Διὸ εἰπὼν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐπήγαγε· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Ἄλλος, Καταμείνω. Καὶ γὰρ ἐκεῖ (ἄλλος, Ἔτι ἐκεῖ) ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα καὶ πρόσωπον αὐτὸν τὸν Θεόν φησι. Τουτέστι, Ποῦ πορευθῶ ἀπὸ σοῦ; Πάντα πληροῖς, πᾶσι πάρει, οὐ κατὰ μέρος, ἀλλ' ὁμοῦ πᾶσιν ὅλος. Καὶ εἰπὼν τὰ ἄνω, τὰ κάτω, πλάτος, μῆκος, βάθος, ὕψος, πανταχοῦ αὐτὸν παρεῖναι δηλοῖ. Καὶ οὐκ εἶπεν, Ὅπου ἂν ἀπέλθω, ἀκολουθήσεις μοι, καὶ καθέξεις με· ἀλλ', Ὅπου ἂν ἀπέλθω, ἐκεῖ εἶ· τουτέστιν, Ἐκεῖ σε εὑρίσκω προλαμβάνοντά με. Διὰ τοῦτο λέγει, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Καὶ εἰ μὴ οἶδας αὐτὴν ἀκριβῶς, φησὶ, πῶς οἶδας ὅτι θαυμαστή; Ὅτι ὑπερβάλλει ἐμοῦ τὸν λογισμὸν, ὅτι νικᾷ μου τὴν διάνοιαν. Ἐπεὶ καὶ τὴν ἡλιακὴν ἀκτῖνα οὐ δυνάμεθα σαφῶς καταμαθεῖν, καὶ ὅμως δι' αὐτὸ τοῦτο μάλιστα θαυμάζομεν· οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ Θεοῦ γνώσεως· οὔτε καθόλου αὐτὴν ἀγνοοῦμεν· οἴδαμεν γὰρ ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι χρηστὸς, καὶ ἐπιεικὴς, καὶ ὅτι πανταχοῦ· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἢ πόσον τὰ εἰρημένα, ἢ πῶς πανταχοῦ, τοῦτο ἀγνοοῦμεν. Εἰπὼν τοίνυν ἀφ' ὧν Ἐθαυμαστώθη ἡ γνῶσίς σου, καὶ ἀνακηρύξας αὐτοῦ τὸ προγνωστικὸν, τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ ἀκατάληπτον, τὸ ἀνερμήνευτον τῆς οὐσίας· πάλιν ἑτέραν αὐτοῦ διηγεῖται δύναμιν, καὶ αὐτὴν πολλῆς ἀπορίας γέμουσαν, εἰ λογισμοῖς ζητοῖτο. Καὶ γὰρ καὶ αὕτη ἀκατάληπτος. Τί οὖν ἐστιν αὕτη; Τὸ, Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Τουτέστι, δυνατὸν ἐμπεσόντας ἀνθρώπους εἰς τὰ δεινὰ, μὴ ἀφεῖναι ἁλῶναι τοῖς δεινοῖς, ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς.