# Expositiones in Psalmos 2.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜΒʹ ΨΑΛΜΟΝ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-42

Εἶδες πόση ἡ φιλανθρωπία; Βούλει καὶ ἑτέρωθεν αὐτὴν ἰδεῖν; Οὐκ εὐθέως αὐτὴν ἐπήγαγεν, ἀλλὰ προεῖπε καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. Καὶ γὰρ διὰ τῆς λάρνακος αὐτοῖς διελέγετο· οἱ δὲ οὐδὲ οὕτως ἐνέδοσαν, καίτοι οὐδὲ παραγγελίας ἐδεῖτο ἡ παρανομία. Ἀλλ' οὐδὲ ἡ φύσις αὐτοὺς ἐπαίδευσεν, οἱ δὲ ὡς χοῖροι, μᾶλλον δὲ καὶ χοίρων χαλεπώτερον ἁπάντων ἐν ἀλλήλοις φθειρόμενοι, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες, καὶ μηδεμιᾷ παραινέσει, μηδὲ συμβουλῇ ἐνδόντες, μηδὲ τὴν ἀπὸ τῆς τοῦ δικαίου γειτνιάσεως ὠφέλειαν καρπωσάμενοι, ἐν βραχείᾳ καιροῦ ῥοπῇ μόνον τὴν δίκην ἔδοσαν, μᾶλλον δὲ φθορᾶς ἀπηλλάγησαν, καὶ δίκης ἠλευθερώθησαν. Τοῦ γὰρ κατακλυσθῆναι πολλῷ χαλεπώτερον τὸ τοιαῦτα ποιεῖν. Τοῦτο οὖν, εἰπέ μοι, τιμωρία τὸ κακίᾳ φθειρομένους, καὶ ἀλλήλοις φυρομένους παρανόμως, καὶ καταισχύνοντας, καὶ καταισχυνομένους ἀπαλλάξαι τῆς τοσαύτης λύμης; Εἶτα ἰατρὸν μὲν τὰ σεσηπότα ἐκτέμνοντα οὐ φήσομεν τιμωρεῖσθαι τὸ σῶμα, ἀλλ' ὡς φιλάνθρωπον ἀποδεξόμεθα· τὸν δὲ Θεὸν οὐ πολλῷ μᾶλλον ἐκπλαγησόμεθα καὶ τῆς σοφίας καὶ τῆς φιλανθρωπίας, οὕτω τοὺς ἑαυτοῦ κολάζοντα; Διαπαντὸς μὲν οὖν καὶ θαυμάζειν αὐτὸν καὶ δοξάζειν χρή· ταύτης δὲ ἕνεκεν τῆς ὑποθέσεως μηδέποτε ἀποστῶμεν αὐτοῦ τὴν κηδεμονίαν ἐκπληττόμενοι, οὐδὲ παυσώμεθα αὐτὸν καὶ διὰ ταῦτα ἀνυμνοῦντες, ὅτι τε τομὴν ἔδωκε σύντομον, καὶ τὴν νομὴν ἀπέκοψε, καὶ τὴν ἰατρείαν ἀνώδυνον ἐπέθηκε. Μὴ δὴ οὖν τοῦτό σε θορυβείτω, ὅτι ἀθρόον καὶ πάντες κατεποντίσθησαν. Τί γὰρ διαφέρει τοῦτο τοῦ κατὰ μικρόν; τί τὸν ἀπελθόντα ὠφελεῖ τὸ καθ' ἑαυτὸν, ἢ βλάπτει τὸ μετὰ πάντων; Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, τουτέστιν, ἐν φιλανθρωπίᾳ. Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε· Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο καὶ ὁ Ἰὼβ αἰτεῖ, οὕτω Δίκαιος ὢν, καὶ ἀληθινὸς, καὶ θεοσεβὴς, καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· Εἴθε ἦν ὁ διακρίνων καὶ διελέγχων μεταξὺ ἀμφοτέρων, λέγων· τοῦ δὲ Θεοῦ φανέντος, Χεῖρα θήσω ἐπὶ στόματί μου· καίτοι τοῦ Θεοῦ προκαλουμένου καὶ λέγοντος· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ Ἰουδαίοις τοῦτο ὀνειδίζει λέγων· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ; Ποιεῖ δὲ τοῦτο, οὐ χαλεπωτέραν θέλων τὴν ψῆφον ἐργάσασθαι, ἀλλ' εἰς αἴσθησιν αὐτοὺς ἐμβαλεῖν καὶ ὁμολογίαν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τότε δοῦναι τὴν συγχώρησιν, ἵνα οὕτως ἴδωσι τῆς εὐεργεσίας τὸ μέγεθος. Διό φησι, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος· οὐχ, Ἵνα κατακριθῇς, ἀλλ', Ἵνα δικαιωθῇς. Διά τοι τοῦτο οὐδὲ αὐτὸς αὐτὰς λέγει, ἀλλ' ἐκεῖνον παρασκευάζει. Εἰ μὲν γὰρ κολάσαι ἐβούλετο, αὐτὸς ἂν κατηγόρησε· νυνὶ δὲ ἐπειδὴ ἐλεῆσαι θέλει, παραχωρεῖ τῷ ἡμαρτηκότι, ὥστε αὐτὸν εὐγνωμοσύνης λαβεῖν στέφανον, καὶ διὰ τῆς ὁμολογίας ἐπισπάσασθαι τὸν ἔλεον. Τί ταύτης τῆς φιλανθρωπίας γένοιτ' ἂν ἴσον; Οὐδέν. Εἰπὲ, φησὶ, καὶ οὐδὲν πλέον ζητῶ· ὁμολόγησον, καὶ ἀρκεῖ μοι· εἰπὲ, καὶ τὸ πᾶν ἀπέχω. Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο ἀπὸ τοῦ μέλλειν δικάζεσθαι τὸν Θεὸν παρὰ πολλοῖς κατώρθωται. Οἱ μὲν γὰρ εὐγνώμονες καὶ πρὸ τούτου ἴσασι τοῦτο· οἱ δὲ ἀγνώμονες ἀπὸ τοῦ συνεχῶς λέγειν τοὺς προφήτας, Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διαλεχθήσεται· καὶ πάλιν, Ἀκούσατε, φάραγγες καὶ θεμέλια τῆς γῆς· καὶ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἀπὸ τοῦ συνεχῶς οὖν αὐτὸν λέγεσθαι δικάζειν, καὶ παρὰ τοῖς ἀναισθήτοις κατωρθοῦτο. Καὶ γὰρ ἔλεγόν τινες τῶν Ἰουδαίων· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; καὶ, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου· καὶ, Ἀνοικοδομοῦνται ποιοῦντες ἀνομήματα, καὶ μακαρίζομεν ἀλλοτρίους· καὶ, Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου. Καὶ ὁ μακάριος δὲ Ἰὼβ, ἐπειδὴ εἰς τὸν πειρασμὸν ἐνέπεσεν ἐκεῖνον, οὐκ ἀπὸ τοιαύτης γνώμης ἧς οἱ Ἰουδαῖοι, οὐδὲ τὰ τοιαῦτα, μὴ γένοιτο· ἔλεγε δ' οὖν ὅμως· Εἴθε ἦν ὁ μεσίτης, καὶ διακρίνων καὶ ἐλέγχων μεταξὺ ἀμφοτέρων. Ἀπαλλαξάτω τὴν ῥάβδον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. Διὰ δὴ τοῦτο λέγει αὐτῷ· Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Εἶτα ἐπειδὴ κατεπλάγη, καὶ ἔλεγε· Τί ἔτι κἀγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχω Κύριον; καὶ πάλιν, Ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ οἱ ὀφθαλμοί μου ἑωράκασί σε· διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν· χεῖρα θήσω ἐπὶ τῷ στόματί μου· λέγει πρὸς αὐτὸν, Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, μονονουχὶ αὐτὸν ἀναμιμνήσκων αὐτοῦ τῶν ῥημάτων καὶ λέγων· Ἐπεὶ ἐβούλου κρίνεσθαι πρὸς ἐμὲ, ἰδοὺ πάρειμι δικασόμενος. Εἶδες Θεοῦ φιλανθρωπίαν ἄφατον, εἶδες ἀγαθότητα πέρας οὐκ ἔχουσαν; Διὰ δὴ τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς ἔλεγον. Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀναισθήτων τὰ ἑαυτῶν ἁμαρτήματα ἐπὶ τὸν Θεὸν ἐπάγουσι, τοῦτο τοῦ διαβόλου κατασκευάσαντος, πρόῤῥιζον ταύτην ἀνασπῶν τὴν συνήθειαν ὁ Θεὸς, συνεχῶς λέγει κρίνεσθαι πρὸς αὐτούς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
