# Expositiones in Psalmos 2.1-44

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜΔʹ ΨΑΛΜΟΝ. Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου· καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-44

Ποῦ νῦν εἰσιν οἱ λέγοντες οὕτως εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδεν· Ἀκουέτωσαν τοῦ προφήτου λέγοντος, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, καὶ αἰσχυνέσθωσαν ἐπὶ τῇ οἰκείᾳ μανίᾳ. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. Ὅπερ ἔθος αὐτῷ ποιεῖν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Ὅταν γὰρ αὐτοῦ θαυμάσῃ τὴν μεγαλωσύνην, τὴν δόξαν, ἔρχεται καὶ ἐπὶ τὴν τῶν ἔργων ἀπόδειξιν. Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα ποιεῖ, καὶ λέγει· Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, δεικνὺς ἀπὸ τῶν ἔργων αὐτοῦ τὴν μεγαλωσύνην. Τουτέστιν, οὐκ ἐν ἑνὶ χρόνῳ γέγονε μόνον καὶ παρῆλθεν, οὐδὲ ἐν δύο καὶ τρισὶν ἔτεσιν, ἀλλὰ παντὶ παρεκτείνεται τῷ παρόντι αἰῶνι, ὥστε ἑκάστην γενεὰν θεωρεῖν αὐτοῦ τὰ δημιουργήματα. Τοῦτο γάρ ἐστι, Γενεὰ καὶ γενεά· ἥ τε οὖσα, φησὶν, ἥ τε ἐπιοῦσα, ἥ τε μετ' ἐκείνην, καὶ ἡ μετὰ ταύτην πάλιν, καὶ ἑκάστη τῶν ἐπιουσῶν· ἥ τε κτίσις πάλιν παντὶ ὁμοίως τῷ χρόνῳ παρεκτείνεται τούτῳ, οἷον οὐρανὸς, γῆ, θάλασσα, ἀὴρ, λίμναι, πηγαὶ, ποταμοὶ, σπέρματα, φυτὰ, βοτάναι, καὶ ἡ ἐκ τούτων εὐεργεσία, φύσεως δρόμος μηδέποτε διακοπτόμενος, ὑετοὶ, τροπαὶ διηνεκῶς χορεύουσαι, νὺξ, ἡμέρα, ἥλιος, σελήνη, τὰ ἄστρα, τὰ ἄλλα πάντα, ἔτι τε τὰ τούτων χωρὶς, ἃ καὶ καθ' ἑκάστην γίνεται γενεὰν, καὶ ἰδίᾳ καὶ κοινῇ, πρὸς διόρθωσιν, πρὸς εὐεργεσίαν τοῦ κοινοῦ τῶν ἁπάντων ἀνθρώπων γένους, οἷα ἐπὶ τῶν Ἰουδαίων γέγονε συνεχῶς θαύματα, σημεῖα, πρόνοια ἡ ἐν εὐετηρίᾳ, ἡ ἐν ταῖς νίκαις τῶν πολέμων, ἡ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷα ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ, ἐπὶ τῶν ἀποστόλων, ἐπὶ τοῦ καιροῦ τῶν διωγμῶν, πλείονα καὶ πολὺ τῶν παλαιῶν διαφέροντα κατὰ μέγεθος, οἷα καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας. Καὶ γὰρ οὐκ ἔστι χρόνος οὐδεὶς, καὶ τούτων ἐκτὸς τῶν κοινῶν, ὁ μὴ φέρων τῆς αὐτοῦ προνοίας σημεῖον. Καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Καὶ διὰ τῶν εὐεργεσιῶν, φησὶ, καὶ διὰ τῶν κολάσεων. Οὐ γὰρ διαλιμπάνει παντὶ τρόπῳ τὰ ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας οἰκονομῶν ὁ Θεὸς διὰ παντὸς τοῦ χρόνου. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Ἕτερος, Ὡραιότητα τοῦ ἐπαίνου σου, καὶ τοὺς λόγους τῶν παραδόξων σου διηγήσονται. Ἐπειδὴ εἶπε δύναμιν, δείκνυσι καὶ αὐτὴν μεθ' ὑπερβολῆς οὖσαν δύναμιν. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ τὰ τυχόντα εἰργάζετο, ἀλλ' οὕτω πάντα θαυματουργοῦσα, καὶ παραδοξοποιοῦσα διετέλει, ὑπὲρ τὴν φύσιν ἐργαζομένη τὴν ἀνθρωπίνην, ὡς καὶ θαύματος καὶ δόξης πλήρη τὰ γινόμενα εἶναι. Ἐννόησον γοῦν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰωσήφ· πάλιν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐπὶ τοῦ Μωϋσέως, τὰ ἐν τῇ ἐρήμῳ, τὰ μετὰ τὴν εἴσοδον· πάλιν τὰ ἐν τῇ αἰχμαλωσίᾳ, τὰ ἐπὶ τοῦ Ναβουχοδονόσορ, τὰ ἐπὶ τῆς καμίνου, τὰ ἐπὶ τῶν λεόντων, τὰ ἐπὶ τῆς ἐπανόδου, τὰ ἐπὶ τῶν προφητῶν. Ταῦτα γὰρ πάντα ἀνεκήρυττε τοῦ ποιοῦντος τὴν ἰσχὺν, τὴν δόξαν, τὴν μεγαλωσύνην, πολλήν τε τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα παρεχόμενα. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Δείκνυσι διὰ τούτου, ὅτι πρὸς ἑκάτερα ἀπηρτισμένη ἡ ἰσχὺς αὐτοῦ, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τιμωρίαν, καὶ ὅτι τὰ ἀπαριθμηθέντα ἅπαντα ἑκάτερα τούτων εἶχε. Πλὴν τοῦτο οὐκ ἐπὶ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν, καὶ ἑκατέρας τῆς εὐεργεσίας πολλὰ ὄντα τὰ ὄργανα, οἷον τῶν μὲν φοβερῶν, ἀστραπὰς, βροντὰς, σκηπτοὺς, πρηστῆρας, λοιμοὺς, χιόνας, χάλαζαν, ἐρυσίβην, πάγον, πυρώσεις, ἐπικλύσεις· ἐν τοῖς ἑρπετοῖς δὲ δράκοντας, σκορπίους, ὄφεις, καὶ ἐν τοῖς πετεινοῖς ἀκρίδα, καὶ ἐν τοῖς εὐτελέσι κυνόμυιαν, κάμπην· ἅπερ δὴ μάλιστα καὶ αὐτὰ προνοίας ἐστὶν, ἐπιστρέφοντα τοὺς ἀνθρώπους, ἀπαλλάττοντα ῥᾳθυμίας, ἀφυπνίζοντα τοῦ βαθέος ὕπνου, ἀπὸ τοῦ κάρου πρὸς νῆψιν ἄγοντα. Οὐκ ἐν τούτοις δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις ἡ δύναμις αὐτοῦ ἀπηρτισμένη. Διὸ καὶ περὶ τούτων ἡμᾶς διδάξαι βουλόμενος, εἰπὼν, Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται, ἐπήγαγε· Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. Ἄλλος, Ἀγαθωσύνης σου, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Ὅπερ ἕτερος ἑρμηνευτὴς εἶπε, Καὶ τὰς ἐλεημοσύνας σου εὐφημήσουσιν. Ἡμεῖς δὲ ὥσπερ ἀπηριθμησάμεθα ἐκεῖνα τὰ φοβερὰ, οὕτω καὶ τὰ ἐναντία τούτων ἀναγκαῖον εἰπεῖν· οἷον ἐπὶ τῶν ὁρωμένων καὶ περὶ ἡμᾶς, τροπὰς ἐτησίους, ἡμέρας, παραδείσους, λειμῶνας, ἄνθη ποικίλα, ὕδωρ πότιμον καὶ γλυκὺ, καὶ τὸ ἐκ τῶν ὑετῶν χρήσιμον, τῆς γῆς τὰς ὠδῖνας, τοὺς ποικίλους καρποὺς, τὰ δένδρα τὰ διάφορα, τοὺς ἀνέμους τοὺς προσηνεῖς, τὴν ἡλιακὴν ἀκτῖνα, τὴν σεληναίαν λαμπάδα, τὸν ποικίλον τῶν ἄστρων χορὸν, τὸ προσηνὲς τῆς νυκτός· καὶ ἐπὶ τῶν ἀλόγων, πρόβατα, καὶ βοῦς, καὶ αἶγας· καὶ ἐπὶ τῶν ἀγρίων, δορκάδας, καὶ ἐλάφους, λαγωοὺς, καὶ ἕτερα πλείονα· καὶ ἐπὶ τῶν πετεινῶν, τοὺς ὄρνιθας τοὺς Ἰνδικούς· καὶ ἐν τοῖς ἔργοις αὐτοῖς ἴδοι τις ἂν οὐ κολάζοντα μόνον, ἀλλὰ καὶ εὐεργετοῦντα πολλῷ πλεῖον ἢ κολάζοντα. Τὰ μὲν οὖν φόβου ἕνεκεν ποιεῖ· εἰ δὲ καί ποτε πεῖραν ἐπαγάγοι, διὰ τὴν πολλὴν ἀναισθησίαν τῶν οὐ διορθουμένων τῷ φόβῳ. Τούτοις δὲ ἐμφιλοτιμεῖται, καὶ μέχρι τῆς πείρας αὐτὰ προάγει οὐκ εἰς ἀξίους μόνον, ἀλλὰ καὶ εἰς ἀναξίους.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
