# Expositiones in Psalmos 2.1-46

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜϛʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-46

Ὅταν τοίνυν καὶ μέγας καὶ δυνατὸς ᾖ, καὶ συνετὸς, μὴ περιεργάζου, πῶς ταῦτα ἔσται. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ἵνα γὰρ μὴ λέγωσί τινες τῶν ἀνοήτων Τί πρὸς ἡμᾶς, ὅτι τὰ ἄστρα οἶδε μετὰ ἀκριβείας; λέγει καὶ τὴν ἐπ' ἀνθρώπων κηδεμονίαν οὕτω γενομένην· καὶ οὐκ εἶπε, Βοηθῶν πραέσιν ὁ Κύριος, ἀλλ' ὃ πολλῷ μεῖζον, Ἀναλαμβάνων· ὡς περὶ πατρὸς φιλοστόργου διαλεγόμενος. Τί δέ ἐστιν, Ἀναλαμβάνων; Ἀνακτώμενος, φέρων, διαβαστάζων. Εἶδες πάλιν ἐφ' ἑκάτερα τὴν δύναμιν αὐτοῦ ἀπηρτισμένην, ἐπί τε τὸ αἴρειν τοὺς ταπεινοὺς, καὶ ταπεινοῦν τοὺς ἀπονενοημένους; Οὐχ ἁπλῶς δὲ ταπεινοῖ, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς· τοῦτο γάρ ἐστι τὸ, Ἕως γῆς. Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ἄλλος, Καταλέξατε. Εἰπὼν αὐτοῦ τὰ κατορθώματα, πάλιν ἐπὶ τὸν ὕμνον αὐτοὺς καλεῖ, λέγων· Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· τουτέστιν, ἐν εὐχαριστίᾳ, μετὰ πολλῆς τῆς σπουδῆς. Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Ἄλλος, Διὰ λύρας. Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν. Ἵνα μή τις τῶν ἀναισθήτων λέγῃ, καὶ τί πρὸς ἐμὲ τὰ οὐράνια; ἐπήγαγεν εὐθέως τὴν χρείαν τὴν ἀνθρωπίνην, δεικνὺς διὰ τῆς ἐπαγωγῆς, καὶ τίνος ἕνεκεν περιβάλλει τὸν οὐρανὸν ἐν νεφέλαις. Διὰ σὲ, φησὶν, ἵνα σοι παρασκευάζῃ ὑετόν. Καὶ ὑετὸς διὰ σὲ, ἵνα ἐκβάλλῃ χόρτον. Καὶ ὅρα σοφίαν· Λέγει τὰ καθολικὰ ἀγαθὰ ἃ πᾶσιν ἔδωκεν, ἐπιστομίζων αὐτοὺς ἐκ περιουσίας. Εἰ γὰρ ἐπὶ τῶν ἀπίστων τοσαύτῃ κέχρηται τῇ δαψιλείᾳ, ὥστε καὶ νέφη συνάγειν, καὶ ὑετὸν πινεῖν, καὶ γῆν διεγείρειν, πολλῷ μᾶλλον ὑμῖν, οἳ αὐτῷ λαὸς περιούσιος ἐχρηματίσατε. Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον. Ὅρα περιουσίαν τῆς προνοίας, ὅταν μὴ μόνον ἐν ἀροσίμῃ γῇ, ἀλλὰ καὶ ἐν τοῖς ὄρεσι δαψιλῆ αὐτοῦ παρέχῃ τὴν τράπεζαν, τὴν διατροφὴν τῶν κτηνῶν τῶν πρὸς ὑπηρεσίαν τῶν ἀνθρώπων γεγενημένων. Διὸ καὶ ἐπάγει· Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἑτέραν πάλιν λέγει φιλοτιμίαν, ὅταν μὴ μόνον τοῖς ὑπηρετουμένοις ἀνθρώποις κτήνεσι τροφὴν παρέχῃ, ἀλλὰ καὶ ἑτέροις ἀλόγοις· Καὶ τοῖς νεοσσοῖς γὰρ, φησὶ, τῶν κοράκων τοῖς ἐπικαλουμέ νοις αὐτόν. Εἰ δὲ ἐν τοῖς ἀλόγοις, καὶ ἀλόγοις ἀγρίοις καὶ οὐ παρέχουσιν ἀνθρώποις διακονίαν, τοσαύτη ἡ πρόνοια· πολλῷ μᾶλλον ἐν ἀνθρώποις, καὶ ἀνθρώποις ὑμνοῦσιν, οὓς καὶ λαὸν περιούσιον καὶ μερίδα αὐτοῦ ἐκάλεσεν. Εἶτα ἐπειδὴ ἀσθενεῖς ἦσαν καὶ ὅπλων ἔρημοι, καὶ πάντων γεγυμνωμένοι, ἵνα μηδὲ ἐντεῦθεν θορυβῶνται, ὅρα πῶς καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, λέγων· Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἕτερος, Τοῖς ἀναμένουσι τὸ ἔλεος αὐτοῦ. Ἂν ταῦτα ἔχητε, φησὶ, τὸν φόβον καὶ τὴν ἐλπίδα τὴν εἰς αὐτὸν μετὰ ἀκριβείας, ἐπισπάσεσθε αὐτοῦ τὴν εὔνοιαν· ἐπισπασάμενοι δὲ, πάντων τῶν ἵππους καὶ ὅπλα ἐχόντων ἔσεσθε δυνατώτεροι. Ἓν τοίνυν ἐστὶ τὸ ζητούμενον, ὥστε μὴ ἀσχάλλειν, μηδὲ θορυβεῖσθαι, ἀλλ' ἀναμένειν τὸ ἔλεος αὐτοῦ· τοῦτο γὰρ μάλιστα ἐλπὶς, τὸ καὶ παραυτίκα μὴ λαβόντας μὴ ἀπογινώσκειν, μηδὲ ἀπαγορεύειν. Καὶ καλῶς εἶπε, Τὸ ἔλεος αὐτοῦ. Οὐδὲ γὰρ εἶχον τὴν ἀπὸ τῶν ἔργων παῤῥησίαν. Ἀλλ' ὅμως, φησὶ, κἂν ἀπὸ τῶν ἔργων ἦτε προδεδομένοι, ἐλπίζητε δὲ ἐπὶ τὸν ἔλεον αὐτοῦ, τεύξεσθε τῆς προνοίας καὶ τῆς βοηθείας αὐτοῦ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
