# Expositiones in Psalmos 2.1-47

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜΖʹ ΨΑΛΜΟΝ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2.1-47

Ὅπερ καὶ ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά. Εἰ γὰρ καὶ φύσεως ἀκινήτοις ὅροις πεπέδηνται, ἀλλ' ὅταν αὐτῷ δοκῇ, λύονται οὗτοι οἱ ὅροι. Αὐτῷ γὰρ πάντα εἴκει καὶ παραχωρεῖ. Καὶ ποτὲ μὲν αὐτὰς μεταβάλλει τὰς οὐσίας, ποτὲ δὲ μενούσας εἰς ἑτέραν μετατίθησιν ἐνέργειαν, καὶ τὴν μὲν οἰκείαν αὐτῷ καὶ συγκεκληρωμένην ἀφίησιν ἡσυχάζειν, ἑτέραν δὲ τὴν ἐναντίαν ἐπιδείκνυται· ὅπερ καὶ ἐπὶ τῆς καμίνου ἐποίησε. Πῦρ γὰρ ἦν, καὶ οὐκ ἔκαιεν· ἀλλὰ δρόσου τινὸς ἡδίστης οἱ ἐμβληθέντες ἀπέλαυον. Πέλαγος ἦν ἐπὶ τῶν Ἰουδαίων, καὶ οὐ κατεπόντιζε τὰ ὕδατα, ἀλλὰ πέτρας στεῤῥότερον διεβιβάζοντο. Γῆ ἦν ἐπὶ τοῦ Δαθὰν καὶ Ἀβειρὼν, καὶ ὅμως οὐκ ἔστεγεν αὐτῶν τὰ σώματα, ἀλλὰ θαλάσσης εὐκολώτερον κατεποντίζοντο. Ξύλον ἦν ξηρὸν ἡ ῥάβδος τοῦ Ἀαρὼν, καὶ τῶν ἐπὶ γῆς πεφυτευμένων ὡραιότερον καρπὸν ἤνεγκεν. Ὄνος ἦν τὸ πάντων νωθέστερον ζῶον ἐπὶ τοῦ Βαλαὰμ, καὶ ἀνθρώπου λογικοῦ οὐκ ἔλαττον ἀπολογίαν εἰς τὸν παίοντα πεποίηκε. Λέοντες ἦσαν ἐπὶ τοῦ Δανιὴλ, καὶ προβάτων ἡμερότητα ἐπεδείξαντο, οὐ τῆς φύσεως αὐτῶν ἀφανισθείσης, ἀλλὰ τῆς ἐνεργείας μεταβληθείσης. Πολλὰ ἕτερα τοιαῦτα θαύματα καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν. Μὴ οὖν, ἐπειδὴ καθ' ἕκαστον γίνεται ἐνιαυτὸν, καὶ ἐν ὄψεσιν ἡμῶν συμβαίνει, μικρὸν νομίσῃς τὸ θαῦμα· ἐπεὶ ἐννόησον ἡλίκον ἐστὶ, νῦν μὲν χιόνα φαίνεσθαι, νῦν δὲ ὕδωρ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτας γίνεσθαι μεταβολάς. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων λογίζηται τῇ φυσικῇ τῶν στοιχείων ἐνεργείᾳ, καὶ τούτων ἁπλῶς αἴτια ταῦτα νομίζῃ, ἀλλ' εἰδῇ τίς ἐστιν ὁ ἐπιτάττων, ἐπὶ τὸ πρόσταγμα αὐτοῦ πάντων τούτων ἀνάγει τὸν λόγον, καί φησιν· Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· τουτέστι, τὸ πρόσταγμα· οὐ γὰρ τῶν ἀνέμων ἡ φύσις προηγουμένως τοῦτο ἐργάζεται, ἀλλ' ὁ τοὺς ἀνέμους ποιήσας Θεός. Ἐξήγαγε δὲ ἐπὶ τὰ στοιχεῖα τὸν λόγον, καὶ τὰς ἐν τοῖς στοιχείοις μεταβολὰς, πείθων τὸν Ἰουδαῖον τὸν παχὺν καὶ ἀναίσθητον ἀπὸ τῶν καθ' ἕκαστον ἐνιαυτὸν γινομένων εἰδέναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι καὶ τὰ κατ' αὐτὸν ῥᾴδιον αὐτῷ διαθεῖναι πάντα, ὡς ἂν ἐθέλῃ, καὶ ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν. Ὥσπερ γὰρ κρυμοῦ γινομένου καὶ πάγου ἀνυποίστου, ῥᾴδιον αὐτῷ γαλήνην ἐργάσασθαι καὶ πάντα διαλῦσαι· οὕτω δὴ καὶ αὐτοὺς ἐν αἰχμαλωσίᾳ γενομένους καὶ ἐν πολέμοις εὐκολώτερον αὐτῷ πρὸς εἰρήνην καὶ τὴν ἑαυτῶν ἐπαναγαγεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν χειραγωγῆσαι. Οὐ τοῦτο δὲ μόνον δηλοῖ, ἀλλὰ καὶ ἕτερον κεκρυμμένως αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καθάπερ ταῦτα καὶ λυποῦντα πολλάκις χρησίμως τε καὶ ὠφελίμως γίνεται, οὕτω καὶ τὰ κατ' αὐτοὺς συμφερόντως γέγονε, καὶ ἐργασάμενα πολλὴν τὴν ὠφέλειαν. Ἵνα μὴ ἐπὶ πλέον λυπήσῃ, πάλιν εἰς μεταβολὴν μετέστη τὴν εὐδιεινοτέραν. Τί δὲ αὐτῷ βούλεται καὶ τὰ παραδείγματα; Οὐ γὰρ εἶπε, Διδόντος χιόνα, μόνον, ἀλλ' ἐπήγαγεν, Ὡσεὶ ἔριον· οὐδὲ, Ὁμίχλην πάσσοντος, ἀλλ' ἐπήγαγεν, Ὡσεὶ σποδόν· οὐδὲ, Βάλ λοντος κρύσταλλον, ἀλλ' ἐπήγαγεν, Ὡσεὶ ψωμούς. Ἐμοὶ δοκεῖ κἀντεῦθεν τὴν εὐκολίαν τοῦ ἐργαζομένου δηλοῦν καὶ τὴν εὐπορίαν. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ. Ἕτερος, Ἀκριβασμούς. Ἄλλος, Προστάγματα. Δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Ἄλλος, Ὅμοια. Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ὅρα πῶς πάλιν ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον, καὶ τῶν Ἰουδαίων τὰ ἐξαίρετα, βουλόμενος διεγεῖραι αὐτοὺς πρὸς πλείονα σπουδήν. Ἀρχόμενος οὖν τοῦ ψαλμοῦ περὶ τῶν αἰσθητῶν διελέχθη καὶ σῶμα ὠφελούντων, οἷον ἀσφαλείας, εὐετηρίας, εἰρήνης· ἐνταῦθα δὲ ἐπὶ τὰ ὑψηλότερα ἀνάγει τὸν λόγον, τὸν περὶ τῆς νομοθεσίας λόγον ἀναπλῶν, ὅπερ μάλιστα εἶδος εὐεργεσίας, ἀπάγειν κακίας, χειραγωγεῖν πρὸς ἀρετὴν, φωτίζειν διάνοιαν. Διὸ καὶ Μωϋσῆς ἄνω καὶ κάτω τοῦτο στρέφων ἔλεγε· Ποῖος ὡς οὗτος λαός; τὸ ἔθνος τὸ μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ἐπὶ πᾶσιν οἷς αὐτὸν ἐπικαλεσώμεθα; Καὶ ὁ Δαυῒδ πάλιν· Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ ὁ Ἰερεμίας· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει; Ὅτι μὲν γὰρ κολάζει καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς πανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας, δῆλον ἐξ ὧν ὁ Χριστός φησι· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην. Καὶ πάλιν· Ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Πάντως γὰρ διὰ τοῦτο οὕτως εἴρηται, ὡς κἀκείνων λόγον ὑπεχόντων, καὶ τῶν μὲν ἐπαινουμένων, τῶν δὲ κολαζομένων. Εἰ δὲ μὴ ἦν δῆλα αὐτοῖς τὰ πρακτέα, πῶς ἤμελλον κατακρίνειν τούτους; Πῶς δὲ πάλιν ἔλεγεν, ὅτι Τὸ αἷμα ἐκδικηθήσεται ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου; πῶς δὲ καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας; Τῷ γὰρ εἰπεῖν, Ἀνεκτότερον, οὐ τελείαν ἀπαλλαγὴν, ἀλλὰ κουφοτέραν τιμωρίαν. ὧν ἥμαρτον, αὐτοὺς διδόναι δηλοῖ. Εἰ δὲ οἱ κολασθέντες οὕτω χαλεπῶς πάλιν δίκην διδόασι, τίς τῶν ἄλλων διαφεύξεται;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
