Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ἄλλος, Τί μέγα τὸ ὄνομά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-5
Not analysed yet
Ὁρᾷς ὅτι περὶ τοῦ Υἱοῦ τὰ εἰρημένα πάντα ἐστίν; Αὐτοῦ γὰρ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ ἐγένετο. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἄλλος, Ὃς ἔταξας τὸν ἔπαινόν σου ὑπεράνω τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ τῆς γῆς ἐμνημόνευσε, μετάγει τὸν λόγον καὶ ἐπὶ τὸν οὐρανόν· ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς Δεσπότην. Τοῦτο δὴ καὶ ἐνταῦθα δεικνὺς λέγει, Θαυμαστὸν κάτω, θαυμαστὸν ἄνω. Οὐ γὰρ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἄγγελοι ὑμνοῦσι τὰ γεγενημένα, καὶ ὑπὲρ τῶν εἰς ἀνθρώπους εὐεργεσιῶν χάριτας ὁμολογοῦσιν· ὃ δὴ καὶ ἐποίησαν ἐκ προοιμίων, χορὸν στήσαντες ἐπὶ τῆς γῆς. Ἢ τοίνυν τοῦτο λέγει, ὅτι καὶ ἄγγελοι ᾄδουσιν, ἢ τὸ μέγεθος αὐτοῦ παραστῆσαι βούλεται. Ὅταν γάρ τι μέγα λέγειν ἐθέλῃ ἡ Γραφὴ, τὰ διαστήματα τῶν στοιχείων τούτων εἰς μέσον ἄγει· ὡς ὅταν λέγῃ· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς. Καὶ πάλιν· Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Ἐνταῦθα τοίνυν ἐκπλήττεται τὰ γεγενημένα, πῶς μεγάλα. πῶς ὑπέρογκα· τὴν γὰρ οὐσίαν τὴν πάντων κατωτέραν ἀνωτέρω πάντων ἔταξεν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἄλλος, Ἐκ στόματος βρεφῶν ἐθεμελίωσας κράτος. Ἄλλος· Συνεστήσω ἰσχύν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Τὴν ἰσχύν σου ἐντεῦθεν μάλιστα ἔδειξας, τὴν δύναμιν τὴν ἄμαχον κινήσας, καὶ τὴν ψελλίζουσαν γλῶτταν πρὸς τὴν δοξολογίαν ἐκείνην τρανώσας. Τῶν γὰρ παιδίων τὴν ὑμνολογίαν τὴν ἐν τῷ ἱερῷ γενομένην, ταύτην προαναφωνεῖ νῦν. Καὶ τί δήποτε τὰ ἄλλα παραδραμὼν θαύματα, νεκρῶν ἀνάστασιν, λεπρῶν κάθαρσιν, δαιμόνων δίωξιν, τοῦ τῶν παίδων μέμνηται θαύματος; Ὅτι ἐκεῖνα μὲν καὶ πρὸ τούτου γέγονε, κἂν μὴ οὕτως, ἀλλ' ὅμως γέγονε, καὶ εἶχέ τινα κοινωνίαν, εἰ καὶ μὴ τρόπον. Καὶ γὰρ νεκρὸς ἠγέρθη ἐπὶ τοῦ Ἐλισσαίου, καὶ λεπρὸς ἐκαθαρίσθη καὶ δαίμων ἠλάθη ἐπὶ τοῦ Δαυῒδ, ὅτε ὁ Σαοὺλ ἐδαιμόνα· χορὸς δὲ παιδίων θηλαζόντων τότε πρῶτον ἐφθέγξατο. Ἵν' οὖν μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος, λέγων περὶ τῶν ἐν τῇ Παλαιᾷ ταῦτα εἰρῆσθαι, ἐπελέξατο σημεῖον τότε πρῶτον καὶ μόνον γινόμενον. Ἄλλως δὲ καὶ τύπος ἦν τῶν ἀποστόλων τὰ γινόμενα· καὶ γὰρ οὗτοι νήπιοι σφόδρα ὄντες, καὶ τῶν ἰχθύων αὐτῶν ἀφωνότεροι, τὴν οἰκουμένην ἅπασαν ἐσαγήνευσαν. Ὅτι δὲ τοῦτο δύναμις Θεοῦ μάλιστά ἐστιν, ὅρα καὶ ἐν τῇ Παλαιᾷ τοῦτο περὶ τοῦ Πατρὸς αὐτοῦ λέγοντα τὸν προφήτην. Τῷ γὰρ Μωϋσεῖ διαλεγόμενος, φησί· Τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Καὶ πάλιν· Διδοὺς γλώσσας τρανὰς μογιλάλοις. Καὶ πάλιν· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Καὶ ἐν ἀρχῇ δέ φησιν· Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Μεγάλη τοίνυν καὶ ἰσχυρὰ ἡ ἀπόδειξις. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων, εἰ καὶ παραλόγως, ὅμως ὑπώπτευόν τινα εἶναι ἀναισχυντοῦντες· ἐνταῦθα δὲ οὐδὲν εἶχον εἰπεῖν, αὐτῆς καθ' ἑαυτὴν τῆς φύσεως γυμνῆς ἀγωνιζομένης. Διὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Νηπίων, ἵνα μή τις τοὺς ἀκάκους αὐτὸν καὶ τοὺς ἁπλουστέρους λέγειν νομίσῃ· ἀλλ' ἐπήγαγε, Καὶ θηλαζόντων, τῇ προσθήκῃ τῆς τραπέζης τὴν ἡλικίαν χαρακτηρίζων. Οὐχ ἁπλῶς γάρ φησι, Νηπίων, ἀλλὰ, τῶν ὑπομαζίων, τῶν μηδέποτε στερεᾶς τροφῆς μεταλαβόντων. Οὐ τοίνυν τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι φωνὴν ἀφῆκαν, καὶ φωνὴν τετρανωμένην, ἀλλ' ὅτι καὶ μυρίων γέμουσαν ἀγαθῶν. Ἅπερ γὰρ οἱ ἀπόστολοι οὐδέπω ᾔδεσαν, ταῦτα τὰ παιδία ὕμνουν. Ἀπὸ τούτου καὶ ἕτερόν τι αἰνίττεται, τὸ δεῖν τοῖς δόγμασι προσιόντας παιδία γίνεσθαι τῇ διανοίᾳ. Ἂν γὰρ μή τις δέξηται τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, φησὶν, οὐ δύναται εἰσελθεῖν εἰς αὐτήν. Ἕνεκεν τῶν ἐχθρῶν σου. Λέγει καὶ τὴν αἰτίαν δι' ἢν τοῦτο γέγονε τὸ θαῦμα· τὰ μὲν γὰρ ἄλλα οὐ τῶν ἐχθρῶν ἕνεκεν ἐγίνετο, ἀλλ' ὥστε προσιόντας ἀπολαύειν εὐεργεσίας, καὶ ἑτέρους παιδεύεσθαι. Τοῦτο δὲ οὐ διὰ τοῦτο γέγονε μόνον, ἀλλ' ὥστε καὶ ἐπιστομισθῆναι τοὺς ἐχθρούς· οὓς καὶ ἕτερος, ἀκριβέστερον αὐτοὺς δηλῶν, φησί· Διὰ τοὺς ἐνδεσμοῦντάς σε. Αὐτοὶ γὰρ ἦσαν δήσαντες αὐτὸν ἐπὶ τὸν σταυρὸν ἀγόμενον. Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ἄλλος· Ὥστε παῦσαι ἐχθρὸν, καὶ τιμωροῦντα ἑαυτῷ, τὸν λαὸν τὸν Ἰουδαϊκὸν ἐνταῦθα λέγων. Ἤλαυνον μὲν γὰρ ὡς ἐχθρὸν τὸν Χριστὸν, προσεποιοῦντο δὲ τὸν πατέρα ἐκδικοῦντες τοῦτο ποιεῖν. Διὰ τοῦτο ταύτης αὐτοὺς ἀποστερῶν τῆς ἀπολογίας, ἔλεγεν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ· καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ, πιστεύει εἰς τὸν πέμψαντά με· ἄνω καὶ κάτω συνάπτων τῇ πρὸς ἑαυτὸν τιμῇ καὶ ὕβρει τὸν Πατέρα. Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ Προφήτου. Οὐκ εἶπε, Τοῦ κολάσαι, ἀλλὰ, Τοῦ καταλῦσαι· ὅπερ ὁ ἕτερος σαφέστερον δηλοῖ, λέγων, Τοῦ παῦσαι, τουτέστι, τὴν ἀναισχυντίαν αὐτῶν ἀνελεῖν, οὐ τοῦ διδάξαι· ἀδιόρθωτα γὰρ ἐνόσουν. Ὁρῶντες γοῦν τοιοῦτον θαῦμα, καὶ μηδὲν ἔχοντες ἀντειπεῖν, πρὸς αὐτὸν ἐπεστρέφοντο λέγοντες· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι; Δέον λοιπὸν προσκυνῆσαι καὶ θαυμάσαι, οἱ δὲ ἐν ἀμηχανίᾳ ἦσαν πολλῇ, καὶ ὀφείλοντες ἀλλήλοις λέγειν ἕκαστος τῷ πλησίον, Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; ἀφέντες ἑαυτοὺς τῷ Χριστῷ ἔλεγον. Καὶ τίνος ἕνεκεν οὐκ ἀγγέλων ἠνέχθη φωνή; Ὅτι ἐκεῖνο μὲν φάντασμα αὐτοῖς ἔδοξεν ἂν εἶναι· πρὸς τοῦτο δὲ οὐδὲν εἶχον ἀντειπεῖν. Τί δὲ ἔλεγον τὰ παιδία; Οὐδὲν φορτικὸν, οὐδὲ ἐπαχθὲς, οὐδὲ ἱκανὸν αὐτοὺς πλῆξαι, ἀλλὰ μάλιστα τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα δηλοῦν. Εὐλογημένος, ἔλεγον, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.