Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ Δαυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-6
Not analysed yet
Καὶ εἰ βούλει, τὰ ἄνω ἀφέντες, περὶ τῆς γῆς διαλεχθῶμεν, τοῦ μεγέθους αὐτῆς, τῆς θέσεως, τῆς χρήσεως, τῆς φύσεως, τῶν ὠδίνων τῶν διηνεκῶν, τῶν γεννημάτων τῶν ἐξ αὐτῆς τῶν ποικίλων καὶ διαφόρων, τῶν σπερμάτων, τῶν βοτανῶν, τῶν φυτῶν, τῶν ἀνθέων, τῶν λειμώνων, τῶν παραδείσων. Ἀπὸ τούτων πάλιν τέμωμεν τῷ λόγῳ ἑκάστου δένδρου τὸ σχῆμα, τὴν θέσιν, τὸ ὕψος, τὴν εὐωδίαν, τὸν καρπὸν, τὸν καιρὸν, τὴν διακονίαν, τὰ ἄλλα πάντα ἀναλογιζόμενοι, αὐτῆς τῆς γῆς τὴν κάρπιμον, τὴν ἄκαρπον· οὐδὲν γὰρ αὐτῆς ἄχρηστον. Καὶ γὰρ ἡ μὲν σίδηρον, ἡ δὲ χαλκὸν, ἡ δὲ χρυσίον, ἡ δὲ ἄργυρον ἤνεγκεν· ἡ δὲ ἀρώματα, ἡ δὲ φάρμακα καὶ ποικίλα καὶ παντοδαπά. Τί ἄν τις εἴποι τῶν ὑδάτων τὴν χρείαν, τῶν ποτίμων, τῶν ἁλμυρῶν, τῶν ὀρῶν τὴν χρῆσιν, τῶν ποικίλων μαρμάρων τὰ μέταλλα, τὰς πηγὰς τὰς ἐν αὐτοῖς, τὰ δένδρα τὰ πρὸς ὀρόφους ἐπιτήδεια καὶ οἰκοδομήν; Ταῦτα πάντα τῆς ἐρήμου καρπός· αὕτη καὶ ζῶα καὶ θηρία πάντα τρέφει. Τί ἄν τις εἴποι τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμούς; Καθάπερ γὰρ αἱ τεκοῦσαι γυναῖκες, πηγὴν γάλακτος προχέουσαι, τοῖς ἐκγόνοις παρέχουσι τροφήν· οὕτω δὴ καὶ ἡ γῆ, κήποις καὶ παραδείσοις ὥσπερ μαστοὺς ἐκτείνουσα τοὺς ποταμοὺς καὶ τὰς πηγὰς, πολλὴν παρέχει τὴν ἀρδείαν. Ἀλλ' ἐπὶ μὲν τῶν γυναικῶν, τὸ παιδίον δεῖ πρὸς τὴν θηλὴν ἐλθεῖν· ἐνταῦθα δὲ αὐτὴ τοὺς μαστοὺς ἐκτείνει πανταχοῦ ἀπὸ ὑψηλοῦ καταφέρουσα. Ἔχει καὶ ἑτέραν χρῆσιν ἡ ἔρημος. Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν. Τί ἄν τις εἴποι τοὺς ὄρνιθας τοὺς ᾠδικοὺς, τῶν ἁλωσίμων ζώων τὴν διαγωγήν; Ἔχει καὶ ἑτέραν χρείαν ἡ ἔρημος. Πολλάκις γὰρ ἀντὶ τειχῶν ταῖς χώραις γέγονε, πρὸς ὕψος ἔχουσα ἀνατεταμένα ὄρη, καὶ φάραγγας, καὶ κρημνούς. Τί ἄν τις εἴποι τὰς βοτάνας τὰς ἐν αὐταῖς τικτομένας, σώμασι κάμνουσι πολλὴν εἰσφερούσας τὴν λειτουργίαν; Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία· εἰ πρὸς τὴν ἀρόσιμον ἔλθοις, καὶ τὰ ὕπτια πεδία, ἐννόησον πόσας ὄψει τὰς πηγὰς τῶν διηγημάτων. Καθάπερ γὰρ ἐν τῷ σώματι τῷ ἡμετέρῳ τὰ μέν ἐστιν ὀστᾶ, τὰ δὲ νεῦρα, τὰ δὲ σάρκες· οὕτω καὶ ἐν τῇ γῇ, τὰ μὲν ὄρη, τὰ δὲ φάραγγες, τὰ δὲ λιπαρὰ χωρία· πάντα δὲ ταῦτα χρήσιμα. Τί λέγω τὴν γῆν, τοσοῦτον στοιχεῖον; Ἑνὸς δένδρου μόνου εἰ βουληθείης εἰπεῖν τὸ σχῆμα, τὴν χρείαν, τὸν καρπὸν, τὰ φύλλα, τὸν καιρὸν, τὰ ἄλλα πάντα, πολὺ ὄψει τὸ διήγημα· εἰ τῶν ὀρῶν τὴν θέσιν, εἰ τὰ ἄλλα ἅπαντα, εἰ τὸν ἄνθρωπον αὐτὸν ἐπέλθοις τῷ λόγῳ, καὶ τὴν διάπλασιν αὐτοῦ τοῦ σώματος, μυρία πάλιν κἀνταῦθα πελάγη εὕροις διηγημάτων. Τούτοις τοίνυν ἐνδιατρίβωμεν, ἐντεῦθεν ἡμῖν ἔσται ἡδονὴ μεγίστη, ἐντεῦθεν κέρδος, ἐντεῦθεν φιλοσοφία ἄφατος. Διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί. Ἄλλος, Καὶ γαυριάσω. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἄλλος, ᾌσω τὸ ὄνομά σου. Οὐ μικρὸν τοῦτο φιλοσοφίας εἶδος, τὸ εὐφραίνεσθαι ἐπὶ τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ τῷ Θεῷ εὐφραινόμενος, ὡς χρὴ, πᾶσαν ἐκβάλλει βιωτικὴν ἡδονήν. Τί δέ ἐστιν, Εὐφρανθήσομαι ἐν σοί; Τοιοῦτον, φησὶν, ἔχων Δεσπότην, τοῦτό μοι ἡδονὴ, τοῦτό μοι ἀγαλλίασις. Εἴ τις οἶδε ταύτην τὴν ἡδονὴν ὡς εἰδέναι χρὴ, ἑτέρας ἡδονῆς οὐκ αἰσθάνεται. Τοῦτο γὰρ ἡδονὴ κυρίως· ὡς τάγε ἄλλα πάντα, ὀνόματα μόνον ἐστὶν ἡδονῆς, πράγματος ἔρημα. Αὕτη τὸν ἄνθρωπον μετάρσιον ἐργάζεται· αὕτη τοῦ σώματος ἀπαλλάττει τὴν ψυχήν· αὕτη πρὸς οὐρανὸν πτεροῖ· αὕτη τῶν βιωτικῶν ὑψηλότερον ποιεῖ· αὕτη κακίας ἀπαλλάττει· καὶ μάλα εἰκότως. Εἰ γὰρ οἱ σώματα λαμπρὰ φιλοῦντες, οὐδὲν ἐπαισθάνονται τῶν ἐν τῷ βίῳ, ἀλλ' ἑνὸς μόνου εἰσὶ, τῆς ἐρωμένης ὄψεως· ὁ Θεὸν φιλῶν, καθὼς φιλεῖν δεῖ, τίνος αἰσθήσεται λοιπὸν ἢ χρηστοῦ τῶν ἐν τῷ βίῳ τούτῳ, ἢ λυπηροῦ; Οὐδενός· ἀλλ' ἔσται πάντων ἀνώτερος, ἀθάνατα τρυφῶν, ἐπεὶ καὶ ὁ φιλούμενος τοιοῦτος. Οἱ μὲν γὰρ τὰ ἄλλα φιλοῦντες, ταχέως καὶ ἄκοντες εἰς λήθην μεταβάλλονται, ἀπολλυμένων τῶν φιλουμένων καὶ μαραινομένων· οὗτος δὲ ὁ ἔρως ἄπειρος, ἀτελεύτητος, καὶ τὴν ἡδονὴν μείζονα ἔχων, καὶ τὸ κέρδος πλέον· καὶ τούτῳ πάλιν ψυχαγωγῶν τὸν φιλοῦντα, τῷ μηδέποτε καταλύεσθαι. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦτο μάλιστα φιλοῦντος ἔθος. Καὶ γὰρ οἱ ἐρῶντες εἰς τοὺς φιλουμένους ᾄσματα ᾄδουσι· κἂν μὴ ὁρῶσιν ἐκείνους, διὰ τῆς ᾠδῆς ἑαυτοὺς παραμυθοῦνται. Οὕτω δὴ καὶ ὁ Προφήτης ποιεῖ· ἐπεὶ τὸν Θεὸν ἰδεῖν οὐ δυνατὸν, ᾄσματα ποιεῖ εἰς αὐτὸν, διὰ τῶν ᾠδῶν αὐτῷ συγγινόμενος, καὶ τὸν πόθον ἀνάπτων, καὶ αὐτὸν δοκῶν ὁρᾷν· μᾶλλον δὲ διὰ τοῦ ᾄδειν καὶ ὑμνεῖν εἰς πόθον ἀνάπτει πολλούς. Ὥσπερ γὰρ οἱ φιλοῦντες ἐγκώμια τῶν φιλουμένων λέγουσι, καὶ τὰ ὀνόματα αὐτῶν περιφέρουσιν· οὕτω δὴ καὶ οὗτος, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.