# Expositiones in Psalmos 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νικοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσεμινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀνθρώπων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/2

Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν κακά. Ἄλλος φησὶν, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ λαλεῖ. Δύο κακίας λέγει ἐνταῦθα, καὶ ὅτι μάταια ἐλάλησαν, καὶ ὅτι πρὸς τὸν πλησίον· ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ καὶ ἀνόνητα. Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησι λέγων· Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πάντες ἦσαν διεφθαρμένοι. Διὸ οὐκ εἶπεν, Ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ', Ἕκαστος. Οὐδὲ γὰρ ἦν ἁπλῶς ἐπιπόλαιος ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας. Ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ, ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ, εἶπε, διδάσκων ὅτι πολλὴ διπλόη αὐτῶν ἐν καρδίᾳ. Τοῦτο πολεμίων πάντων πικρότερον. Οἱ μὲν γάρ εἰσι φανεροὶ καὶ δῆλοι, ὅθεν καὶ εὐφύλακτοι γίνονται· οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι, καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις καθίστανται, τῶν τὰ ξίφη κρυπτόντων ὄντες πολλῷ χαλεπώτεροι. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν. Ἄλλος, Δυναστεύσομεν. Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν. Ἄλλος, Σὺν ἡμῖν πάρεστι. Τίς ἡμῶν κύριός ἐστιν; Ἄλλος, Τίς κυριεύσει ἡμῶν; Εἶδες κηδεμονίαν Προφήτου, πῶς ὑπὲρ αὐτῶν εὔχεται; Οὐ γὰρ δὴ κατ' αὐτῶν ἐστι τὸ εἰρημένον, ἀλλ' ὑπὲρ αὐτῶν. Οὐ γὰρ εἶπεν αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι. Οὐ γὰρ εἶπεν, Ἐξολοθρεύσει Κύριος αὐτοὺς, ἀλλὰ, Τὰ χείλη τὰ δόλια.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
