Ancient Greek
ΕΙΣ ΤΟΝ Μϛʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-14
Not analysed yet
Τίς παραστήσει τοῦτο λόγος; Εἰ γὰρ τὴν κτίσιν ἐπιὼν ὁ Προφήτης, ἀπέκαμε, καὶ ἀπεπήδησε, λέγων· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· καὶ ἓν εἶδος ἀνερευνῶν προνοίας ὁ Παῦλος ἐβόησεν εἰπών· Ὢ βάθος πλούτου· τί ἄν τις εἴποι, τὴν ἡμέραν ἐκείνην ὑπογράφων; Ταῦτα ἅπαντα προϊδὼν ὁ Προφήτης, ἔλεγε· Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, τὴν οἰκουμενικὴν σωτηρίαν ἐμφαίνων. Ἦν μὲν οὖν καὶ πρὸ τούτου βασιλεὺς μέγας, ἀλλ' ἠγνοεῖτο. Ὁ γὰρ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Νυνὶ δὲ καὶ τοῦτο κατώρθωσε, ὡς καὶ κατὰ τὴν οἰκείωσιν ἡμῶν γενέσθαι βασιλεὺς μέγας. Πῶς γὰρ οὐ μέγας, ὁ πένητας ἁλιεῖς, ἀγραμμάτους, ἰδιώτας ἕνδεκα τὸν ἀριθμὸν, ἀσήμους, ἀπόλιδας, ἰχθύων ἀφωνοτέρους, μονοχίτωνας, ἀνυποδέτους, γυμνοὺς, πανταχοῦ τῆς οἰκουμένης ἀποστείλας, καὶ ὥσπερ ἐξ ἐπιτάγματος πάντας λαβών; Τοῦτο ἀληθῶς βασιλεὺς μέγας· ὁ τὴν οἰκουμένην τῆς πλάνης ἐκκαθάρας, καὶ τὴν ἀλήθειαν ἐπαναγαγὼν ἐν βραχείᾳ καιροῦ ῥοπῇ, καὶ τοῦ διαβόλου τὴν τυραννίδα καθελών· ὁ καὶ πρὸ τῶν ὑπηκόων μέγας βασιλεὺς, οὐκ ἐν τοῖς δούλοις ἔχων τῆς ἀρχῆς τὴν ἰσχὺν, οὐκ ἐν σχήματι καὶ ἱματίοις, ἀλλ' ἐν αὐτῇ τῇ φύσει. Ἐγὼ γὰρ, φησὶν, εἰς τοῦτο γεγένημαι. Τοῦτο βασιλεὺς μέγας· ὁ μὴ ἐπείσακτον ἔχων τὴν τιμὴν, ὁ μηδενὸς δεόμενος ἵνα ᾖ βασιλεὺς, ὁ πάντα ποιῶν ὅσα βούλεται. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὁ λόγος ἔργον ἐγένετο. Θέλω, καθαρίσθητι. Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν, ἔξελθε ἀπ' αὐτοῦ. Σιώπα, πεφίμωσο. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ὁρᾷς πανταχοῦ τὴν ἐξουσίαν; ὁρᾷς τὴν δύναμιν; Οὕτω γὰρ εἷλε τοὺς ὑπακούσαντας, ὡς πεῖσαι τὴν ψυχὴν προέσθαι μᾶλλον, ἢ τὸ ἐπιταχθὲν παρελθεῖν. Ὁ μὲν γὰρ βασιλεὺς παρ' αὐτῶν τῶν ὑπηκόων ἔχει τὰς τιμάς· οὗτος δὲ τοῖς ὑπηκόοις παρέχει τὴν τιμήν. Διὰ δὴ τοῦτο, τοῦτο μὲν ὄνομα μόνον ἐστὶν, ἐκεῖνο δὲ πρᾶγμα. Βασιλεὺς μέγας, ὃς τὴν οἰκουμένην ἅπασαν οὐρανὸν ἐποίησε, καὶ βαρβάρους φιλοσοφεῖν παρεσκεύασε, καὶ ἀγγέλους μιμεῖσθαι προὔτρεψεν. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ὢ τοῦ θαύματος. Τοὺς σταυρώσαντας, τούτους ἔπεισε προσκυνεῖν, τοὺς ὑβρίζοντας, τοὺς βλασφημοῦντας, τοὺς λίθοις προσηλωμένους, τούτους ἐδίδαξε καὶ ψυχὰς προέσθαι κατὰ τὸ αὐτῷ δοκοῦν. Οὐ γὰρ τῶν ἀποστόλων ἦν τὸ κατόρθωμα, ἀλλὰ τοῦ προοδοποιοῦντος αὐτοῖς, καὶ τὴν αὐτῶν κινοῦντος ψυχήν. Πῶς γὰρ ὁ ἁλιεὺς ἢ ὁ σκηνοποιὸς τοσαύτην ἂν μετέθηκαν οἰκουμένην, ἀλλ' ἢ τὰ ἐκείνου ῥήματα πάντα ταῦτα καθῄρει τὰ κωλύματα; Καὶ γόητας, καὶ τυράννους, καὶ ῥήτορας, καὶ φιλοσόφους, καὶ πάντας τοὺς ἀνθισταμένους καθάπερ κόνιν ἀποσοβοῦντες, καὶ καπνὸν διαλύοντες, οὕτως ἔσπειραν τῆς ἀληθείας τὸ φῶς, οὐχ ὅπλοις, οὐδὲ χρημάτων περιουσίᾳ, ἀλλὰ λόγῳ κεχρημένοι ψιλῷ· μᾶλλον δὲ οὐκ ἦν ψιλὸς ὁ λόγος, ἀλλ' ἔργου παντὸς δυνατώτερος. Πῶς οὖν; Ἐκάλουν τὸ ὄνομα τοῦ σταυρωθέντος, καὶ ὁ θάνατος ἐδραπέτευε, καὶ δαίμονες ἐφυγαδεύοντο, νοσήματα ἐλύετο, λῶβαι σωμάτων διωρθοῦντο, κακία ἀπηλαύνετο, κίνδυνοι ἠφανίζοντο, καὶ στοιχεῖα μετεβάλλοντο. Ὅταν οὖν λέγωσιν ἡμῖν, Διὰ τί μὴ ἐβοήθησεν ἑαυτῷ ἐπὶ τοῦ σταυροῦ; τοῦτο λέγωμεν, ὅτι τοῦτο θαυμαστότερον ἦν. Οὐ γὰρ ἦν ἴσον ἐκ τοῦ σταυροῦ κατελθεῖν, καὶ μετὰ τὸ σταυρωθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ τοσούτους ἀναστῆσαι νεκρούς. Ὅτι γὰρ καὶ τότε ἑκὼν ἔμενεν, ἐκ τῶν μετὰ ταῦτα ἔδειξεν. Ὁ γὰρ ἑτέροις ἐπελθόντα τὸν θάνατον ἐκβαλὼν, πολλῷ μᾶλλον ἐξ ἑαυτοῦ, πρὶν ἢ ἐπελθεῖν, διακρούσασθαι ἠδύνατο· καὶ ὁ ἑτέροις παρέχων ζωὴν, πολλῷ μᾶλλον ἑαυτῷ παρασχεῖν ἠδύνατο· ὅπερ καὶ ἐποίησε μετὰ τρεῖς ἡμέρας ἐγερθεὶς ἐκ πολλῆς τῆς περιουσίας. Καὶ τοῦτο διὰ τῶν μετὰ ταῦτα ἔδειξεν. Ὅταν γὰρ τὸ ὄνομα αὐτοῦ ἐπὶ σωμάτων ἀλλοτρίων φαίνηται τοσαύτην ἔχον ἰσχὺν, ὡς καλούμενον φυγαδεῦσαι τὸν θάνατον, οὐδεὶς ἀμφιβάλλειν δύναιτ' ἂν, ὅτι καὶ ἐν τῷ οἰκείῳ πολλὴν ἂν τὴν ἰσχὺν ἐπεδείξατο, καὶ τὸν θάνατον ὑπέταξεν. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ὅρα τοῦ Προφήτου τὴν σοφίαν, πάντα μετὰ ἀκριβείας λέγοντος. Ὃ γὰρ μετὰ ταῦτα ἔλεγον οἱ ἀπόστολοι Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; τοῦτο ἄνωθεν ὁ Προφήτης λέγει. Τὸ δὲ, Ὑπὸ τοὺς πόδας, τὸ ὑποτεταγμένον δηλοῖ, μᾶλλον δὲ τὴν πολλὴν ὑποταγήν. Καὶ εἰ βούλει μαθεῖν τῆς ὑποταγῆς τὴν ἐπίτασιν, ἄκουσον· Ὅσοι κτήτορες, φησὶ, χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἕτεροι δὲ μετὰ τῶν χρημάτων, καὶ τὴν ψυχὴν προΐεντο. Οἵτινες γὰρ, φησὶν, ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Καὶ περὶ ἑτέρων δὲ γράφων ἔλεγεν, Ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν ὁ Παῦλος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ' ἐκδίκησιν· οὕτως αὐτοὺς ἔτρεμον καὶ ἐδεδοίκεισαν. Καὶ ὁ Λουκᾶς πάλιν γράφων ἔλεγε· Καὶ τῶν λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Καὶ πάλιν· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος;