# Expositiones in Psalmos 3.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-16

Τί οὖν ἐνταῦθα βούλεται αὐτῷ ἡ παραβολή; Ἐμοὶ δοκεῖ τὸ διήγημα λέγειν. Εἰ δὲ αἰνιγματώδη ποιεῖ τὸν λόγον καὶ πολλὴν ἔχοντα τὴν δυσκολίαν, μηδὲ οὕτως θορυβηθῇς· ἵνα γὰρ διεγείρῃ τὸν ἀκροατὴν, τοῦτο ποιεῖ, ἄλλως δὲ καὶ ἐπειδὴ πολλοὺς ἡ εὐκολία εἰς ῥᾳθυμίαν ἄγει, διὰ τοῦτο ἐν παραβολῇ φθέγγεται. Ἐπεὶ καὶ ὁ Χριστὸς πολλὰ ἐν παραβολαῖς ἐλάλει, κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς ἐπέλυε ταύτας. Ἡ γὰρ παραβολὴ τὸν ἄξιον καὶ οὐκ ἄξιον διαιρεῖ· ὁ μὲν γὰρ ἄξιος ἐκζητεῖ τὰ λεγόμενα εὑρεῖν, ὁ δὲ ἀνάξιος παρατρέχει· ὅπερ καὶ τότε ἐγίνετο. Οἱ μὲν γὰρ Ἰουδαῖοι οὐδὲ ὑπὸ τῆς δυσκολίας διεγειρόμενοι πρὸς τὴν ἐρώτησιν εἵλκοντο· οὕτω καθάπαξ οὐ προσεῖχον τοῖς λεγομένοις. Ἱκανὸν δὲ τοῦτο πρὸς ζήτησιν διεγεῖραι, ὅταν ᾖ τι συνεσκιασμένον. Διὸ καὶ ὁ Χριστὸς ἐποίει τότε τοῦτο, καὶ ἐν παραβολαῖς ἐλάλει, ἐρεθίζων καὶ διεγείρων αὐτοὺς πρὸς ἐπιθυμίαν ἀκροάσεως ἀναπεπτωκότας καὶ καθεύδοντας· ἀλλ' οὐδὲ οὕτω προσεῖχον· οἱ δὲ μαθηταὶ προσέκειντο, καὶ ἀγνοοῦντες ἐνέμενον δι' αὐτὸ τοῦτο μάλιστα, ὅτι ἠγνόουν. Διὸ καὶ κατ' ἰδίαν ἔλυεν αὐτοῖς τὰς παραβολάς. Διὰ τοῦτο καὶ οὗτός φησι· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης, διὸ καὶ ἀλλαχοῦ φησι· Φθέγξομαι προβλήματα ἀπὸ καταβολῆς κόσμου. Διὰ τοῦτο καὶ σοφίαν ἐτόλμησε καλέσαι, θαῤῥῶν τῇ θείᾳ ἀποκαλύψει· διὰ τοῦτο καὶ Ἐν ψαλτηρίῳ φησὶ, τὸ πνευματικὸν ἐμφαίνων τῆς διδασκαλίας, τὴν ἄνωθεν κατοχὴν αὐτοῦ γενομένην, καὶ ἐν ᾄσματος τάξει ποιεῖται τὴν συμβουλὴν, ἡδύνων τὸν λόγον. Εἶδες οἷον τὸ προοίμιον κατεσκεύασεν; Ἐκάλεσε τὴν οἰκουμένην, ἐξέβαλε τὴν ἀνωμαλίαν τὴν ἐν τῷ βίῳ, ἀνέμνησε τῆς φύσεως, κατέστειλε τὰ φρονήματα, ὑπέσχετο μέγα τι καὶ γενναῖον ἐρεῖν, εἶπε μηδὲν οἴκοθεν φθέγγεσθαι, ἀλλ' ἃ παρ' ἐκείνου ἤκουσε, πολλὴν ᾐνίξατο ἐν τῷ λόγῳ τὴν ἀσάφειαν εἶναι, προσεκτικωτέρους ποιῶν· πνευματικὴν ὑπέσχετο σοφίαν ἡμᾶς διδάξαι, ἣν διὰ παντὸς ἐμελέτα. Προσέχωμεν τοίνυν, καὶ μὴ παρατρέχωμεν. Εἰ γὰρ σοφὸς ὁ λόγος, καὶ παραβολὴ, καὶ πρόβλημα, διεγηγερμένης χρεία διανοίας. Τίς οὖν ἐστιν ἡ συμβουλὴ, καὶ τί τὸ πρόβλημα, καὶ τίς ἡ παραβολὴ, καὶ τίς ἡ σοφία, ἣν ἄνωθεν ἤκουσεν; Ἵνα τί φοβοῦμαι, φησὶν, ἐν ἡμέρᾳ πονηρᾷ; Ἄλλος, Ἐν ἡμέραις πονηροῦ. Ἄλλος, Κακοῦ. Ὁ Σύρος, Ῥᾶ. Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἄλλος, Τῶν ἰχνέων μου. Ὁ δὲ Ἑβραῖος, Ἀὼν ἀκουββαεὶ ἰσουββουνεί. Εἶδες πῶς πρόβλημα, καὶ αἴνιγμα, καὶ σκοτεινὸς ὁ λόγος, καὶ πολλὴ ἡ ἀσάφεια; Ἀλλ', εἰ δοκεῖ, πρότερον μάθωμεν, ποίαν λέγει πονηρὰν ἡμέραν. Ποίαν τοίνυν εἴωθε καλεῖν ἡ Γραφὴ ἡμέραν πονηράν; Τὴν τῶν συμφορῶν, τὴν τῶν κολάσεων, τὴν τῶν περιστάσεων. Ὃ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Τοιαύτη δέ ἐστιν ἡ μέλλουσα τοῖς ἁμαρτωλοῖς, ἡ φοβερὰ ἐκείνη, καὶ ἀφόρητος. Εἶδες πρῶτον φιλοσοφίας ὅρον τῆς ἀνωτάτω, καὶ πῶς διευκρινεῖ σοι ὁ λόγος, ποῖα μὲν ἄξια φόβου, ποῖα δὲ καταγνώσεως; Ἂν γὰρ μὴ ταύτην τις τὴν ἀρίστην ποιήσηται διαίρεσιν, καθάπερ ἐν σκότῳ βαθεῖ καὶ συγχύσει πραγμάτων περιφερόμενος, ἀπορεῖται. Ἂν μὴ διέλωμεν τίνα μὲν φοβεῖσθαι δεῖ, τίνα δὲ διαπτύειν, πολλὴ κατὰ τὸν βίον ἔσται ἡ πλάνη, πολὺς ὁ κίνδυνος. Καὶ γὰρ ἐσχάτης ἀνοίας φοβεῖσθαι τὰ μὴ ἄξια φόβου, καταγελᾷν δὲ ἃ φοβεῖσθαι δίκαιον. Τούτῳ καὶ οἱ ἄνδρες τῶν παίδων διεστήκασιν, ὅτι ἐκεῖνοι μὲν ἅτε ἐν ἀτελεῖ διανοίᾳ ὄντες, προσωπεῖα δεδοίκασι, καὶ ἀνθρώπους σάκκον περικειμένους· τὸ δὲ ὑβρίσαι πατέρα ἢ μητέρα, οὐδὲν εἶναι ἡγοῦνται· καὶ πυρὶ μὲν ἐπιπηδῶσι, καὶ λύχνοις καιομένοις, φόρους δέ τινας δεδίττονται, οὐδὲν ἔχοντας δεινόν· οἱ δὲ ἄνδρες οὐδενὶ τούτων ἐπιστρέφονται. Ἐπεὶ οὖν πολλοὶ παίδων εἰσὶν ἀνοητότεροι, διαίρεσιν ποιεῖται ταύτην, καὶ λέγει τίνα χρὴ φοβεῖσθαι, οὐ τὰ πολλοῖς δοκοῦντα φοβερὰ, πενίαν λέγω, καὶ ἀδοξίαν, καὶ νόσον (ταῦτα γὰρ οὐ μόνον τοῖς πολλοῖς φοβερὰ, ἀλλὰ καὶ ἐπαχθῆ, καὶ φορτικά· ἀλλ' οὐδὲν τούτων τίθησιν), ἀλλ' ἁμαρτίαν μόνην· τοῦτο γάρ ἐστιν· Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Τοῦτο οὖν ἐστιν αἰνιγματώδης λόγος, τοῦτο καινὸς καὶ παράδοξος τρόπος. Σφόδρα γὰρ καινὸν καὶ παράδοξον τοῖς πολλοῖς εἶναι δοκεῖ τὸ λέγειν, μὴ δεῖν τι φοβεῖσθαι τῶν ἐν τῷ βίῳ λυπηρῶν. Τί οὖν φοβοῦμαι, φησὶν, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ; Ἓν μόνον, μήποτε ἡ ἀνομία τῆς ὁδοῦ μου καὶ τοῦ βίου μου κυκλώσῃ με. Οἶδε δὲ καὶ πτέρναν καλεῖν τὴν ἀπάτην ἡ Γραφή. Ὁ ἐσθίων γὰρ μετ' ἐμοῦ, φησὶν, ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτερνισμόν. Καὶ πάλιν ὁ Ἡσαῦ ἔλεγεν περὶ τοῦ Ἰακώβ· Δεύτερον τοῦτο ἐπτέρνικέ με. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, ἀπατηλὸν, καὶ ἱκανὸν συναρπάσαι. Ταύτην, φησὶ, δέδοικα τὴν ἀπατῶσάν με ἁμαρτίαν, τὴν κυκλοῦσάν με.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
