Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-17
Not analysed yet
Μὴ θαυμάσῃς δὲ, εἰ πρὸς Ἰουδαίους ἀποτείνει τὸν λόγον, περὶ τῆς καθόλου κρίσεως διαλεγόμενος. Οὕτω γὰρ καὶ Παῦλός φησι· Θυμὸς καὶ ὀργὴ, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Τί δήποτε, ὧν μέλλει κατηγορεῖν, καὶ οὓς μέλλει καταδικάζειν, ὁσίους ἐνταῦθα καλεῖ; Τὴν κατηγορίαν αὔξων, καὶ γνώρισμα μεῖζον τῇ τιμωρίᾳ τιθεὶς τὴν τιμήν. Οὕτω καὶ ἡμεῖς ἐπειδὰν ἴδωμέν τινας πεπλημμεληκότας, καὶ βουλώμεθα αὐτῶν σφοδρότερον καθάψασθαι, μετὰ τῶν ἀξιωμάτων αὐτοὺς καλοῦμεν, ὥστε βαρυτέραν ἐργάσασθαι τὴν κατηγορίαν, λέγοντες· Κάλεσον τὸν διάκονον, ἢ τὸν πρεσβύτερον. Ἐπεὶ οὖν καὶ οὗτοι βασίλειον ἱεράτευμα καὶ λαὸς περιούσιος ἐχρημάτιζον, καὶ μέγα ἐπὶ τούτῳ ἐφρόνουν· καὶ ἐντεῦθεν ὑφαίνει τῶν ἐγκλημάτων τὸ μέγεθος. Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἐπειδὴ μυρία τολμῶντες κακὰ, καὶ τοσαῦτα κακίας μεταχειρίζοντες εἴδη, ἁρπάζοντες, πλεονεκτοῦντες, φονεύοντες, μοιχεύοντες, αἵματα ἐφ' αἵμασι ἀναμιγνύντες, ἐνόμιζον μεγάλα κατορθοῦν, καὶ τὸν νόμον πληροῦν καὶ τὴν διαθήκην, εἰ πρόβατα θύσαιεν καὶ μόσχους, ὀνειδίζων αὐτοῖς ἐντεῦθεν, καὶ κωμῳδῶν αὐτούς φησι· Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις· τουτέστι, τοὺς νομίζοντας αὐτοῖς ἀρκεῖν εἰς σωτηρίαν τὸ καταθύειν ἀλόγων σώματα. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Πάλιν ἐνταῦθα τὸ διαλάμπον αὐτοῦ τῆς δικαιοσύνης, τὸ φαιδρὸν, τὸ σαφὲς, τὸ ἀναντίῤῥητον, τὸ ὡμολογημένον δεῖξαι βουλόμενος, εἰσάγει τὰ ἀναίσθητα στοιχεῖα, ἀνακηρύττοντα αὐτὴν κατὰ τὸ αὐτὸ σχῆμα, ὅπερ ἔμπροσθεν ἔλεγεν· Ὅτι ὁ Θεὸς κριτής ἐστι. Τὰ δίκαια ὁρίζων ἑκάστῳ, φησίν. Οὐδὲ γὰρ ἁπλῶς τὸ κρίνειν ἐνταῦθα τέθεικεν, ἀλλ' ἵνα δηλώσῃ, ὅτι καὶ δίκαιός ἐστι, καὶ ἑτέροις τοῦτο παρέχει. Ἐπὶ γὰρ τοῦ Θεοῦ τὸ, Κριτὴς, ἀντὶ τοῦ, δίκαιος, εἴληπται, καθὰ καὶ Παῦλος αὐτὸ τέθεικε λέγων· Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; Τοῦτο γὰρ μάλιστα κρίσις, τοῦτο μάλιστα κριτὴς, οὐ τὸ ψηφίσασθαι ἁπλῶς, ἀλλὰ τὸ δικαίως ψηφίσασθαι. Κριθήσονται δὲ Ἰουδαῖοι, καὶ οἱ τότε, καὶ οἱ μετὰ ταῦτα παρανομήσαντες ἐπὶ τῆς Καινῆς· ἐκεῖνοι μὲν τὴν φύσιν καὶ τὸν νόμον κατήγορον ἔχοντες, οὗτοι δὲ μετὰ τούτων καὶ τὰ παρὰ τοῦ Χριστοῦ γεγενημένα εἰς αὐτούς. Τί γὰρ καὶ ἔχοιεν ἂν εἰπεῖν, ἢ ποίαν προβαλέσθαι αἰτίαν, δι' ἣν οὐκ ἐπίστευσαν; Ἀλλὰ προσέχετε τοῖς λεγομένοις, παρακαλῶ, ἵνα δύνησθε τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Βέλτιον γὰρ αὐτοὺς παρ' ἡμῶν ἡττηθέντας νῦν διορθωθῆναι, ἢ νομίζοντας νικᾷν ἀπελθεῖν ἐκεῖ, καὶ κατακριθῆναι παρὰ τοῦ κοινοῦ τῆς οἰκουμένης δικαστοῦ. Τί τοίνυν ἂν ἔχοιεν εἰπεῖν Ἰουδαῖοι, τίνος ἕνεκεν ἀνεῖλον τὸν Χριστόν; τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχοντες; Ὅτι ἐποίει ἑαυτὸν Θεὸν, φησί. Καὶ μὴν οὐ ταῦτα ἦν τὰ ῥήματα ἐν τῷ καιρῷ τοῦ σταυροῦ, ἀλλ' ἕτερά τινα. Οὐ γὰρ ἔλεγον, Ὁ ποιῶν ἑαυτὸν Θεὸν, ἀλλ', Ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Καίτοι γε πολλάκις ἠθέλησαν αὐτὸν βασιλέα χειροτονῆσαι, καὶ ἔφυγεν. Ἀλλὰ πρὸ τούτου, φησὶν, ἐνεκάλουν, ὅτι ἐποίει ἑαυτὸν Θεόν. Καὶ τί τοῦτο; Εἰ μὲν γὰρ ψευδῶς καὶ ἀδίκως, καὶ οὐκ ὢν, λόγον τὸ ἔγκλημα εἶχε· εἰ δὲ δικαίως, προσκυνεῖσθαι αὐτὸν ἐχρῆν, οὐ σταυροῦσθαι. Ἴδωμεν τοίνυν εἰ μὴ Θεὸς ὢν ὄντως, ἐποίει ἑαυτὸν Θεὸν, τουτέστιν, ἐδείκνυ καὶ ἐπέφαινε. Πόθεν οὖν βούλει μαθεῖν; ἀπὸ τῶν τότε; ἀπὸ τῶν νῦν; ἀπὸ τῶν παρὰ τὸν τόκον; Τίς οὖν ὑπὸ παρθένου ποτὲ ἐτέχθη; τίς δὲ ἀστέρα ἔδειξε τοιοῦτον; τίς δὲ μάγους τοσαύτην ὁδὸν ἤγαγεν, οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ πειθοῖ καὶ ἀποκαλύψει; Ὁρᾷς τὴν κτίσιν ἅπασαν ἐπιγνοῦσαν τὸν Δεσπότην; Ἡ φύσις πρώτη παραχωρεῖ, καὶ οὐκ ἀντιλέγει, οὐδὲ ἀνθίσταται λέγουσα· Οὐ λύω τὰς ὠδῖνας· οὐκ ἔμαθον ἐκ μήτρας παρθενικῆς παιδίον προφέρειν· οὐκ οἶδα γάμου χωρὶς μητέρα ποιεῖν· ἀλλ' ἐξέστη καὶ παρεχώρησε τῶν οἰκείων ὅρων· τὸν γὰρ αὑτῆς ἐπέγνω Δεσπότην. Τεχθέντος πάλιν, ἄγγελοι παρεγένοντο, τὸν ἐν οὐρανοῖς ἐπὶ γῆς μηνύοντες, καὶ οὐρανὸς ἐγίνετο ἡ γῆ, ἅτε τοῦ βασιλέως ἐνταῦθα ὄντος, καὶ Μάγοι προσεκύνουν, ἐκ τοσούτου διαστήματος ἀφικόμενοι· καὶ τὸ μὲν παιδίον ἐπὶ φάτνης ἔκειτο ἐν Παλαιστίνῃ, οἱ δὲ ἀπὸ τῆς βαρβάρου χώρας τοσαύτην τιμὴν καὶ θεραπείαν προσῆγον, ὅσην εἰκὸς Θεῷ προσάγειν. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐ παραδέξονται, ἕτερα δὲ ἐπιζητήσουσι σημεῖα, τὰ κατὰ τὴν παροῦσαν γενεάν. Ἀλλ' οὐδὲ τούτων ἀπορήσομεν. Τοιοῦτον γὰρ ἡ ἀλήθεια· περιῤῥεῖται τοῖς δικαιώμασι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐνταῦθα ἔχουσί τινα ἀντιλογίας σκιὰν εἰπεῖν. Εἰ γὰρ καὶ μὴ παρῆς, ὅτε ἐκ παρθένου ἐτίκτετο, τῷ προφήτῃ πιστεύειν ἔδει τῷ λέγοντι· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Εἰ μὴ παρῆς, ὅτε σάρκα περικείμενος περιεπόλει τὴν γῆν, καὶ συνανεστρέφετο τοῖς δούλοις ὁ Δεσπότης, ἔντυχε τῷ Ἱερεμίᾳ, κἀκεῖνός σοι διαλέξεται οὕτω λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.