# Expositiones in Psalmos 3.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-18

Εἰ δὲ δοκεῖ, καὶ τὸν ψαλμὸν ἄνωθεν ἐπέλθωμεν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ἕτερος δὲ ἑρμηνευτής φησι· Θεὲ, ὑμνήσεώς μου μὴ κωφεύσῃς. Ἄλλος, Μὴ σιγήσῃς· τουτέστι, μὴ παραδράμῃς τὴν τιμωρίαν, ἀλλ' ἐπέξελθε τοῖς γεγενημένοις. Σὺ γὰρ εἶ ὁ ἔνδοξος, ὁ μέγας, καὶ δυνατὸς τὰ τοιαῦτα διορθοῦν. Ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Εἶδες πονηρίαν ἐκτεταμένην; εἶδες κοινωνίαν ἐπιβουλῆς; εἶδες μελέτην; Καὶ γὰρ καὶ τοῦτο μάλιστα παροξύνει τὸν Θεὸν, ὅταν τὰ φαῦλα ἀπὸ βουλῆς, καὶ σκέψεως, καὶ πολλῆς τῆς γυμνασίας ἐργάζωνται οἱ μετιόντες. Ἕτερον γάρ ἐστι, συναρπαγέντα καὶ ἀπατηθέντα ὑποσκελισθῆναι· ἕτερον, ἔργον ποιούμενον τὴν πονηρίαν· καὶ ἕτερον, ἔγκλημα μέγιστον, ὅταν καὶ πονηρεύωνται κατὰ τοῦ μὴ πονηρευομένου. Τὸ γὰρ εἰπεῖν, Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, οὐδὲν ἕτερον δείκνυσιν, ἢ ὅτι εἰς εὐεργέτην τινὰ, καὶ ἄξιον τοῦ φιλεῖσθαι, καὶ χρηστὰς ἀμοιβὰς λαμβάνειν, τὰ ἐναντία ἐπεδείκνυντο. Ἐγὼ δὲ προσηυχόμην. Εἶδες φιλοσοφίαν; εἶδες ἐπιείκειαν; εἶδες πραότητα; εἶδες ψυχῆς εὐλάβειαν; Οὐχ ὡπλιζόμην, φησὶν, οὐδὲ ἀντιπαρεταττόμην, ἀλλ' ἐπὶ σὲ κατέφευγον· τὴν σὴν ἐκάλουν συμμαχίαν, τὴν ῥοπὴν, τὸ μέγιστον ὅπλον, τὴν βοήθειαν τὴν ἀχείρωτον. Εἶτα εἰπὼν τὰ κατὰ τὸν Ἰούδαν, πῶς ἑαυτὸν κατεδίκασε, πῶς τὴν ἐπὶ θανάτου ἐξήνεγκε ψῆφον καθ' ἑαυτοῦ, πῶς ἀπήγξατο, πῶς ἡ ἀποστολὴ αὐτοῦ πρὸς ἕτερον μετέστη, πάλιν ἔχεται τῆς προτέρας ὑποθέσεως. Καὶ γὰρ καὶ τοῦτο προφητείας εἶδος, μεταξὺ διακόπτειν, καὶ ἱστορίαν τινὰ ἐμβάλλειν, καὶ μετὰ τὸ ταύτην διεξελθεῖν πάλιν ἐπὶ τὰ πρότερα ἐπανιέναι. Συνεσκίασται γὰρ διὰ τὴν ἀγνωμοσύνην τῶν Ἰουδαίων ἡ προφητεία. Αἰνίττεται γοῦν τινα, ὅπερ ἔφθην εἰπὼν, ἱερωσύνῃ ἐπιβουλεύσαντα μετὰ τοὺς χρόνους τοὺς ἐκ τῆς ἐπανόδου τῆς ἐκ Βαβυλῶνος. Καὶ οἱ φιλοπονώτεροι ἴσασι τοῦτο, τὴν ἱστορίαν ἐπελθόντες. Καὶ προφητεύει μεγάλα τῷ τοιούτῳ κακὰ, ἐρημίαν προστατῶν· καὶ πάντα ἀξιοῖ προσχώννυσθαι αὐτῷ λιμένα, καὶ μηδεμιᾶς τυχεῖν μακροθυμίας, μηδὲ φιλανθρωπίας, μηδὲ συγγνώμης. Ταῦτα δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ συνεχῶς λέγων οὐ παύσομαι, δοκεῖ μὲν εἶναι ἀρᾶς· προφητεία δέ ἐστι, δεικνύουσα πῶς παροξύνεται ὁ Θεὸς, ὅταν ἱερωσύνη ἐπιβουλεύηται. Εἶτα κατὰ λέξιν τὰς συμφορὰς ἐπεξέρχεται, καί φησιν· Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεον. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Τοῦτο ἐσχάτης ὠμότητος, τοῦτο πολλῆς ἀπανθρωπίας, ὅταν μὴ μόνον τις ἐπιβουλεύῃ, ἀλλὰ καὶ τὸν ἱκανὸν ἐπικλάσαι πρὸς ἔλεον καὶ πρὸς συμπάθειαν ἐπικάμψαι. Ὁ γὰρ τοιοῦτος πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐξώκειλε, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερος γέγονε. Τοῖς μὲν γὰρ θηρίοις κατὰ φύσιν τὸ θηριῶδες· οὗτος δὲ λόγῳ τιμηθεὶς, τῇ πονηρίᾳ τὴν εὐγένειαν προέδωκε. Κἀκεῖνα μὲν πρὸς τὸ ὁμόφυλον καὶ συγγενὲς ἔχει τινὰ φιλίαν καὶ ἡμερότητα· οὗτοι δὲ οὐδὲ τὸ κοινὸν τῆς φύσεως ᾐδέσθησαν, ἀλλ' ὃν ἔδει ἐλεεῖν καὶ ἀνέχειν καὶ ἀνορθοῦν, τοῦτον ὤθουν καὶ ἀνέτρεπον. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Ἐπειδὴ πολλὰς κατηύξατο αὐτοῦ συμφορὰς, δείκνυσιν οὐ παρ' αὐτοῦ, ἀλλὰ παρ' ἐκείνου τὴν ἀρχὴν τούτων γενομένην καὶ τὴν αἰτίαν, τοῦ διὰ τῶν ἔργων ἀποκρουσαμένου μὲν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν, ἐπισπασαμένου δὲ τὴν θεήλατον πληγήν. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Ἐνταῦθα καὶ τὸ σφοδρὸν τῆς πληγῆς, καὶ τὸ μόνιμον τῆς τιμωρίας ἐνδείκνυται, δηλῶν ὅτι πᾶσιν ἀνθρώποις τὰ κακὰ οἴκοθεν καὶ παρὰ τῆς οἰκείας γνώμης, οἳ διὰ τῶν ἔργων καὶ τῶν πράξεων τὰ μὲν ἀγαθὰ διακρούονται, ταῖς δὲ τιμωρίαις ἑαυτοὺς ἐπεμβάλλουσι. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο δέ φησι, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ ὀργὴν, τὴν μετελευσομένην τοὺς τοιούτους. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὕτως αὐτοὺς τὰ κακὰ καθέξει, ὡς μηδὲ μεταβολήν τινα σχεῖν· ἀλλ' ἐναποστηριχθήσεται ἐν αὐτοῖς, καὶ μενεῖ βέβαια. Εἶτα δεικνὺς, ὅτι πονηρίαν κολάζει, καὶ κακίαν διορθοῦται, καὶ ὅτι οὐ κατ' ἐκείνου μόνου, ἀλλὰ κατὰ πάντων τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων ἡ τοιαύτη κείσεται ψῆφος; ἐπήγαγε· Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ. Τουτέστιν, αὕτη ἡ τιμωρία, αὕτη ἡ δίκη τῶν ἀνθισταμένων μοι, τῶν ἐπιβουλευόντων, τῶν πολεμούντων, Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Ἄρα καὶ ῥημάτων εἰσὶν εὐθῦναι, καὶ εὐθῦναι πικρόταται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
