Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ Εʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ κληρονομούσης, ψαλμὸς τῷ Δαυΐδ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-2
Not analysed yet
Σύνες τῇ κραυγῇ μου. Κραυγὴν ἐνταῦθα οὐ τὸν τόνον φησὶ τῆς φωνῆς, ἀλλὰ τῆς διανοίας τὴν διάθεσιν. Ἐπεὶ καὶ τῷ Μωϋσεῖ σιγῶντι ἔλεγε· Τί βοᾷς πρός με; Οὐκ εἶπε, Τί εὔχῃ πρός με; ἀλλὰ, Τί βοᾷς πρός με; ἐπειδὴ μετὰ σφοδρᾶς διαθέσεως αὐτῷ προσῄει. Ἵνα· γοῦν μάθῃς ὅτι καὶ ἐνταῦθα οὐ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας, καὶ τὴν σπουδὴν τὴν συντεταμένην, οὐκ εἶπεν, Ἄκουσον τῆς κραυγῆς μου, ἀλλὰ τί; Σύνες, τουτέστι, κατάμαθε. Εἰ γὰρ καὶ ἀνθρωπίνοις κέχρηται ῥήμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀνθρωπίνοις τὸ εὖ παριστάμενον δηλοῖ. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Πάλιν τὴν ἔνδον λέγει φωνήν. Οὕτω καὶ Ἄννα ἐβόα. Καὶ οὐχ ἁπλῶς εἶπε, Πρόσχες τῇ φωνῇ τῆς εὐχῆς μου, ἀλλὰ, Τῆς δεήσεώς μου. Τὸν γὰρ εὐχόμενον ἱκέτου δεῖ περικεῖσθαι σχῆμα καὶ γνώμην. Ὁ γὰρ ἱκέτης οὐ κατηγόρου ῥήματα ἀναλαμβάνει· ὁ δὲ ἐχθροῦ κατευχόμενος, κατήγορος μᾶλλόν ἐστιν, ἢ ἱκέτης. Εἶδες πῶς παρέστησε τὴν εὐχὴν, ἐπειδὴ ἀξίαν αὐτὴν ἐποιεῖτο τοῦ ἀκουσθῆναι; Οὕτω καὶ ἡμεῖς, ὅταν εὐχώμεθα καὶ βουλώμεθα ἀκούεσθαι, πρῶτον αὐτὴν καθιστῶμεν, ἵνα ᾖ εὐχὴ, καὶ μὴ κατηγορία γένηται, καὶ κατὰ τοὺς νόμους τοὺς ἐκείνου, οὕτως αὐτὴν εἰσάγωμεν. Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅπερ ὁ Προφήτης συνεχῶς λέγει, μᾶλλον δὲ ὅπερ ἐξαίρετον τῷ Ἀβραὰμ ἦν, καθὼς ὁ Παῦλός φησι· Δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν· τοῦτο αὕτη διείληφε, καὶ τῷ πόθῳ κατώρθωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ὁ βασιλεὺς, ἀλλ', Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, τὸν ἔρωτα ἐνδεικνυμένη τὸν αὐτῆς. Εἶτα καὶ τὰς αἰτίας τίθησι, δι' ἃς ἀξιοῖ αὐτὴν ἀκουσθῆναι. Ποῖαι δέ εἰσιν αὗται; Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε. Τίς, φησὶν, οὐχὶ τῷ Θεῷ προσεύχεται; Πολλοὶ δοκοῦσι μὲν τῷ Θεῷ προσεύχεσθαι· πρὸς δὲ ἀνθρώπων ἐπίδειξιν τοῦτο ποιοῦσιν. Ἀλλ' οὐχ αὕτη· ἀλλὰ πρὸς Θεὸν αὐτὸν ἀνετείνετο, τὰ ἀνθρώπινα πάντα ἀφεῖσα. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Ὁρᾷς σπουδὴν, καὶ κατανενυγμένην ψυχήν; Ἐκ προοιμίων τῆς ἡμέρας, φησὶ, τοῦτο ἔργον ποιοῦμαι. Ἀκουέτωσαν οἱ μετὰ μυρία ἔργα τότε ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι. Ἀλλ' οὐχ αὕτη· ἀλλ' ἐκ προοιμίων τῆς ἡμέρας τὰς ἀπαρχὰς ἐδίδου τῷ Θεῷ. Δεῖ γὰρ, φησὶ, φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι. Σὺ δὲ ἐπὶ μὲν βασιλέως οὐκ ἂν ἀνάσχοιο τὸν ἐλάττονα πρὸ σοῦ προλαβόντα προσκυνῆσαι· νυνὶ δὲ ἡλίου προσκυνοῦντος καθεύδεις αὐτὸς, καὶ ἀναχωρεῖς τῇ κτίσει τῆς προεδρίας, καὶ οὐ φθάνεις ἅπασαν τὴν κτίσιν τὴν διὰ σὲ γενομένην, οὐδὲ ἀποδίδως αὐτῷ τὰ εὐχαριστήρια, ἀλλ' ἀνιστάμενος καὶ ὄψιν περικλύζεις καὶ χεῖρας, τὴν δὲ ψυχὴν περιορᾷς ἀκάθαρτον; Οὐκ οἶσθα, ὅτι καθάπερ ὕδατι σῶμα, οὕτω δι' εὐχῆς ἡ ψυχὴ καθαίρεται; Νίψον τοίνυν πρὸ τοῦ σώματος τὴν ψυχήν. Πολλαὶ λῆμαι προσίστανται αὐτῇ κακίας· ταύτας ἀποθώμεθα διὰ τῆς δεήσεως. Ἂν γὰρ οὕτω τὸ στόμα τειχίσωμεν, καλὸν θεμέλιον τῆς καθημερινῆς πράξεως καταβαλοῦμεν. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι. Παραστήσομαί σοι, οὐ τόπῳ, φησὶν, ἀλλ' ἔργοις. Ὁ γὰρ τοιοῦτος ἐγγὺς γενέσθαι δύναται τοῦ Θεοῦ. Τὸ γὰρ ἐγγὺς καὶ τὸ μακρὰν ἐντεῦθεν συμβαίνει· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστι. Παραστήσομαί σοι, καὶ ἐπόψομαι, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Ἕτερος ἑρμηνευτής φησι· Καὶ σκοπήσω, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐδὲ παροικήσει σοι πονηρευόμενος. Ἐνταῦθα τὰ εἴδωλα αἰνίττεται· ὅτι τούτοις ἔχαιρον, καὶ παρανομίᾳ πάσῃ, καὶ τοῖς ἄλλοις τοῖς ἐν πονηρίᾳ πράγμασιν. Οὐδὲ παροικήσει σοι πονηρευόμενος. Οὐκ ἔσται σοι, φησὶ, φίλος, οὐκ ἔσται σοι πλησίον. Οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Τὸ μισοπόνηρον τοῦ Θεοῦ ἐνταῦθα δείκνυσι, διδάσκων τοὺς ἐγγὺς αὐτοῦ γινομένους τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὡς οὐκ ἐνὸν ἄλλως γενέσθαι ἐγγύς. Εἰ γὰρ ἀνθρώπῳ χρηστῷ οὐκ ἄν τις δύναιτο γενέσθαι πλησίον, τοῖς τρόποις διεστηκὼς αὐτοῦ, πολλῷ μᾶλλον τούτῳ. Ὅτι γὰρ δύνανται ἐναρέτων ἀνδρῶν ἐγγὺς γενέσθαι οἱ πονηροὶ, ἄκουσον τί φασι περὶ τοῦ δικαίου· Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος. Οὕτω καὶ Ἰωάννης τὸ δεσμωτήριον οἰκῶν καὶ μὴ ὁρώμενος ἐλύπει τὴν Ἡρωδιάδα· καίτοι τοσοῦτον αὐτοῦ ἀφειστήκει τὸ γύναιον· μετὰ δὲ τὴν τελευτὴν, καὶ τοῦ τυράννου τότε ἐκείνου τὸ συνειδὸς κατέσειε. Μηδεὶς τοίνυν τῶν ἐν ἀρετῇ ζώντων ἡγείσθω τι πάσχειν δεινὸν, κἂν ἐπιβουλεύηται παρὰ τῶν πονηρῶν. Οἱ γὰρ πάσχοντες κακῶς οἱ ποιοῦντές εἰσιν. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ταῦτα λέγεται, οὐχ ἵνα ἀκούσωμεν μόνον, ἀλλ' ἵνα καὶ παιδευώμεθα ταῦτα συνεχῶς ἀκούοντες, καὶ τῷ τρόπῳ τοῦ νυμφίου ἁρμόζεσθαι, καὶ πλησίον αὐτοῦ γίνεσθαι. Ὡς ἂν μὴ ταῦτα ᾖ, ἐρημούμεθα τῆς ἄνωθεν ῥοπῆς, οὗ οὐδὲν ἂν γένοιτο χεῖρον.